- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:38.347-38.349
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
バルラアムの問いに応じてヨアサフがこれまでの歩みを語り、二人は神を賛美して粗食と夜通しの霊的対話、祈りを共にし、ヨアサフは師のもとで超人的な修道苦行に励んで情念を断ち至福へと昇り詰める。
πάντα δέδωκας μηδενὸς φεισάμενος τῶν ὅσον οὔπω παρερχομένων,1 ἵνα τὸν ἀγρὸν ἐκεῖνον ἀγοράσῃς ἑαυτῷ. δῴη σοι Κύριος ἀντὶ τῶν προσκαίρων τὰ αἰώνια, ἀντὶ τῶν φθαρτῶν τὰ ἄφθαρτα καὶ μὴ παλαιούμενα. Εἰπὲ γοῦν μοι, φίλτατε, πῶς ἐνταῦθα παρεγένου, πῶς μετὰ τὴν ἐμὴν ἄφιξιν γέγονε τὰ κατὰ σέ, καὶ εἰ ἔγνω τὸν Θεὸν ὁ σὸς πατήρ, ἢ καὶ εἰσέτι, τῇ προτέρᾳ φερόμενος ἀφροσύνῃ, ὑπὸ τῆς τῶν δαιμόνων ἀπάτης αἰχμαλωτίζεται. Ταῦτα τοῦ Βαρλαὰμ ἐρομένου, ἀναλαβὼν ὁ Ἰωάσαφ τὸν λόγον, ὅσα μετὰ τὴν ἐκείνου ἀποδημίαν γέγονεν αὐτῷ, καὶ ὅσα Κύριος εὐώδωσε μέχρι τῆς αὖθις συνελεύσεως αὐτῶν, πάντα κατὰ μέρος διῄει. Ὁ δὲ γέρων, ἀκούων σὺν ἡδονῇ καὶ θαύματι, θερμῶς δακρύων, ἔλεγε· Δόξα σοι, ὁ Θεὸς ἡμῶν, ὁ ἀεὶ παριστάμενος καὶ βοηθῶν τοῖς ἀγαπῶσί σε. δόξα σοι, Χριστέ, Βασιλεῦ τῶν ἁπάντων καὶ Θεὲ πανάγαθε, ὅτι εὐδόκησας τὸν σπόρον, ὃν ἐν τῇ ψυχῇ κατέβαλον τοῦ δούλου σου Ἰωάσαφ, οὕτως ἑκατοστεύοντα καρπὸν ἐνεγκεῖν, ἐπάξιον σοῦ τοῦ γεωργοῦ καὶ Δεσπότου τῶν ἡμετέρων ψυχῶν. δόξα σοι, Παράκλητε ἀγαθέ, τὸ πανάγιον Πνεῦμα, ὅτι ἧς ἔδωκας χάριτος τοῖς ἁγίοις σου ἀποστόλοις, ταύτης μετασχεῖν κατηξίωσας τοῦτον,2 καὶ πολυάνθρωπα πλήθη τῆς δεισιδαίμονος δι’ αὐτοῦ ἠλευθέρωσας πλάνης καὶ τῇ ἀληθινῇ ἐφώτισας θεογνωσίᾳ. Οὕτω παρ’ ἀμφοτέρων ηὐχαριστεῖτο ὁ Θεός. καὶ τοιαῦτα ὁμιλούντων καὶ τῇ τοῦ Θεοῦ ἀγαλλιωμένων χάριτι, κατελάμβανεν ἡ ἑσπέρα.
「あなたは、間もなく過ぎ去ろうとしているものを何一つ惜しむことなく、すべてを与えました、あの畑をご自身のために買い取るために。主があなたに、束の間のものの代わりに永遠のものを、朽ち果てるものの代わりに朽ちることなく古びることのないものを与えてくださいますように。それゆえ最愛の子よ、私に語りなさい。いかにしてここへ至ったのか、私の立ち去りののちあなたに関する事柄はいかになったのか、そしてあなたの父は神を認めたのか、あるいはなおも以前の愚行に流され、悪霊どもの欺瞞によって捕らわれの身のままでいるのか」。バルラアムがこれらを尋ねると、ヨアサフは口を開いて、彼の旅立ちののち自身に起こったすべてのこと、そして彼らの再会に至るまで主が成し遂げさせ給うたすべてのことを、逐一余すところなく語った。老人は喜びと驚きをもって聞き、熱い涙を流しながら言った。「栄光はあなたにありますように、われらの神、あなたを愛する者たちのそばに常に立ち助け給う方よ。栄光はあなたにありますように、キリスト、万物の王にして全善の神よ、あなたの僕ヨアサフの魂に私が蒔いた種が、われらの魂の農夫にして主宰者たるあなたにふさわしく、このように百倍の実を結ぶことをよしとされたゆえに。栄光はあなたにありますように、善き慰め主、至聖なる霊よ、あなたの聖使徒たちにお与えになった恵みを、この人にも分かち与えるに値するものと見做し、彼を通して無数の群衆を迷信の惑わしから解放し、まことの神の認識によって照らし給うたゆえに」。このようにして両者から神に感謝が捧げられた。そして彼らがこのようなことを語り合い、神の恵みを喜んでいるうちに、夕暮れが訪れた。
καὶ δὴ πρὸς εὐχὴν ἀναστάντες τὰς συνήθεις ἐτέλουν λειτουργίας. εἶτα καὶ τροφῆς μνησθέντες, παρετίθει πολυτελῆ ὁ Βαρλαὰμ τράπεζαν, τῆς πνευματικῆς πεπληρωμένην καρυκείας, αἰσθητῆς δὲ ἥκιστα μετέχουσαν παρακλήσεως. λάχανα γὰρ ἦσαν ὠμά, ὧν αὐτουργὸς καὶ γεωργὸς ἦν ὁ γέρων, καὶ φοίνικες ὀλίγοι ἐν τῇ αὐτῇ εὑρισκόμενοι ἐρήμῳ, καὶ ἄγριαι βοτάναι. εὐχαριστήσαντες οὖν, καὶ τῶν παρατιθεμένων μεταλαβόντες, καὶ ὕδωρ ἐκ τῆς παρατυγχανούσης πηγῆς πιόντες, τῷ ἀνοίγοντι χεῖρα καὶ ἐμπιπλῶντι πᾶν ζῷον αὖθις ηὐχαρίστουν Θεῷ. ἀναστάντες δὲ πάλιν, καὶ τὰς νυκτερινὰς πληρώσαντες εὐχάς, τῆς πνευματικῆς πάλιν μετὰ τὴν εὐχὴν ἥπτοντο ὁμιλίας, λόγους σωτηρίους καὶ τῆς οὐρανίου πεπληρωμένους φιλοσοφίας παρ’ ὅλην διεξερχόμενοι τὴν νύκτα, ἕως αὐτοὺς ὄρθρος τῶν συνήθων αὖθις μνησθῆναι εὐχῶν πεποίηκεν.3 Ἔμεινε δὲ Ἰωάσαφ μετὰ τοῦ Βαρλαὰμ ἱκανοὺς οὑτωσὶ χρόνους, τὴν θαυμαστὴν ταύτην καὶ ὑπὲρ ἄνθρωπον μετερχόμενος πολιτείαν, καὶ ὡς πατρὶ τούτῳ καὶ παιδευτῇ μεθ’ ὅσης συμπαρομαρτῶν αὐτῷ ὑποταγῆς καὶ ταπεινώσεως, καὶ πρὸς πᾶσαν ἰδέαν γυμναζόμενος ἀρετῆς, ἄριστά τε παιδευόμενος τὴν πάλην τῶν πονηρῶν καὶ ἀοράτων πνευμάτων. ἐντεῦθεν τὰ μὲν πάθη ἐθανάτωσε πάντα·
そして祈りのために立ち上がり、いつもの奉神礼を行った。それから食事のことも思い起こし、バルラアムは贅沢な食卓を用意したが、それは霊的な調味に満ちており、感覚的な慰めをほとんど伴わないものであった。というのも、それは老人が自ら耕し育てた生の野菜と、同じ砂漠に見出される少量のナツメヤシ、そして野草であったからである。そこで感謝を捧げ、供えられたものを口にし、そこにあった泉から水を飲むと、御手を開いてすべての生き物を満たし給う神に再び感謝を捧げた。そして再び立ち上がり、夜の祈りを済ませると、祈りの後再び霊的な対話に取り掛かり、夜通し救いをもたらす言葉と天上の哲学に満ちた言葉を語り合い、ついに夜明けが彼らにいつもの祈りを再び思い出させるに至った。こうしてヨアサフはバルラアムのもとにかなりの年月留まり、この驚くべき、人知を超えた生き方を実践し、この人に父としてまた訓育者として限りない従順と謙遜をもって付き従い、あらゆる種類の徳へと自らを鍛え、悪しき見えざる諸霊との戦いにおいて見事に鍛錬された。そこから彼は情念をことごとく滅ぼし去った。
τὸ φρόνημα δὲ τῆς σαρκὸς οὕτω καθυπέταξε τῷ πνεύματι, ὡς δοῦλον δεσπότῃ, τρυφῆς καὶ ἀναπαύσεως ἐπιλαθόμενος πάντη, τῷ ὕπνῳ δὲ ὡς κακῷ προστάσσων οἰκέτῃ. καὶ, ἁπλῶς εἰπεῖν, τοσοῦτος ἦν αὐτῷ ὁ ἀγὼν τῆς ἀσκήσεως, ὡς καὶ αὐτὸν θαυμάζειν τὸν πολλοὺς ἐν ταύτῃ χρόνους διενεγκόντα Βαρλαάμ, καὶ τῆς καρτερᾶς αὐτῷ ἡττᾶσθαι ἐνστάσεως.4 τοσοῦτον μὲν γὰρ τῆς σκληρᾶς ἐκείνης καὶ ἀπαρακλήτου μετελάμβανε βρώσεως, ὅσον ἀποζῆν μόνον, καὶ μὴ βιαίως θανόντα τοὺς μισθοὺς ζημιωθῆναι τῆς τῶν καλῶν ἐργασίας. οὕτω δὲ εἰς τὸ ἀγρυπνεῖν τὴν φύσιν ὑπέταξεν, ὡς ἄσαρκός τις καὶ ἀσώματος. εὐχῆς δὲ αὐτῷ καὶ τῆς νοερᾶς ἐργασίας ἄληκτον τὸ ἔργον ἦν, καὶ ἅπας ὁ τῆς ζωῆς χρόνος εἰς θεωρίας ἀνηλίσκετο πνευματικάς τε καὶ οὐρανίους, ὡς μὴ ὥραν, μὴ στιγμὴν αὐτὸν τοπαράπαν ζημιωθῆναι, ἀφ’ οὗπερ τὴν ἔρημον ᾤκησε ταύτην. τοῦτο γὰρ ἔργον μοναχικῆς τάξεως, τὸ μηδέποτε ἀργὸν τῆς πνευματικῆς ἐργασίας εὑρεθῆναι· ὃ δὴ καλῶς κατώρθωσεν ὁ γενναῖος καὶ εὐσταλὴς σταδιοδρόμος τῆς οὐρανίου πορείας. καὶ ἄσβεστον αὐτοῦ τὴν θέρμην ἐφύλαξεν ἀπ’ ἀρχῆς μέχρι τέλους, ἀναβάσεις ἀεὶ ἐν καρδίᾳ τιθέμενος, καὶ ἐκ δυνάμεως εἰς ὑψηλοτέραν μεταβαίνων δύναμιν, πόθῳ πόθον καὶ σπουδὴν σπουδῇ διηνεκῶς προστιθείς, ἕως ἔφθασεν εἰς τὴν ἐλπιζομένην καὶ ποθουμένην μακαριότητα.
そして肉の思いを霊に完全に服従させ、あたかも奴隷を主人に従わせるかのようであり、贅沢と休息をすっかり忘れ去り、睡眠を悪しき下僕のように従わせた。端的に言えば、彼の苦行の闘いはあまりに激しく、この苦行のうちに多くの年月を過ごしてきたバルラアム自身をも驚嘆させ、彼の揺るぎない不屈の志に敬服させるほどであった。というのも、彼はあのような過酷で無味乾燥な食物を、ただ生き延びる分だけ、そして命を縮めて善き業の報いを損なうことがない程度にしか口にしなかったからである。また、不眠の祈りへと自らの本性をこれほどまでに従わせたため、あたかも肉体を持たぬ者、実体のない者のようであった。祈りと知的観想の営為は彼にとって絶え間ないものであり、生涯のすべての時間が霊的かつ天上の観照へと費やされ、この砂漠に住まいを定めて以来、一刻も、一瞬たりともまったく無駄にすることはなかった。なぜなら、霊的営為を怠っている姿を決して見せないことこそが修道生活の務めであり、天上の道程を走る勇敢にして身軽な走者たる彼は、まさにそれを見事に成し遂げたからである。そして彼はその熱誠を初めから終わりまで消えることなく保ち、絶えず心の中に高みへの昇梯を心掛け、力からより高き力へと進み、熱望に熱望を、熱意に熱意を絶え間なく重ね、ついに希望し熱望していた至福へと至った。
- 38.347τῶν ὅσον οὔπω παρερχομένων
ὅσον οὔπω は「今にも」「間もなく」「ほとんど」を意味する副詞的慣用句で、ここでは現在分詞 παρερχομένων を修飾している。中性複数属格 τῶν ... παρερχομένων 全体は動詞 φεισάμενος(属格支配)の目的語を構成し、「今にも消え去ろうとしている現世のもの」を指す。
- 38.347ἧς ἔδωκας χάριτος τοῖς ἁγίοις σου ἀποστόλοις, ταύτης μετασχεῖν κατηξίωσας τοῦτον
関係代名詞 ἣν(ἔδωκας の目的語)が先行詞 χάριτος の格(属格)に牽引されて ἧς となり、さらに先行詞 χάριτος が関係詞節内に取り込まれている構造。主節では指示代名詞 ταύτης が置かれ、属格を要求する動詞 μετασχεῖν(「分かち与る」)の目的語となっている。本来の構文骨格は κατηξίωσας τοῦτον μετασχεῖν τῆς χάριτος ἣν ἔδωκας である。
- 38.348ἕως αὐτοὺς ὄρθρος τῶν συνήθων αὖθις μνησθῆναι εὐχῶν πεποίηκεν
使役を表す ποιέω + 対格 + 不定詞構文。主語は ὄρθρος(夜明け)、対格 αὐτούς が意味上の主語、不定詞 μνησθῆναι(思い起こす)が動作を表し、「夜明けが彼らに(いつもの祈りを)思い出させた」という無生物主語の使役的論理関係を形成している。
- 38.349τῆς καρτερᾶς αὐτῷ ἡττᾶσθαι ἐνστάσεως
動詞 ἡττάομαι は「〜に負ける、屈する」を意味し、対象を属格(τῆς καρτερᾶς ... ἐνστάσεως)で受けて「不屈の堅忍に圧倒される(舌を巻く)」ことを表す。与格 αὐτῷ は所有または関係の与格(「彼の」あるいは「彼に関して」)として機能し、ヨアサフを指している。
