← ダマスコスのイオアン

バルラームとヨアサフ

§36.325-36.327

ヨアサフの退位宣言と民衆の懇願

ヨアサフは財産の分配と父の四十日忌を終えたのち、臣民を召集して自らの退位と世俗からの離脱を告げ後継者を選ぶよう求めるが、民衆の激しい嘆きと懇願による引き止めに直面する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§36.325

Ἐν ὀλίγαις δὲ ἡμέραις τὴν τοιαύτην τελέσας διακονίαν καὶ πάντας τοὺς θησαυροὺς κατακενώσας, ὅπως μέλλοντι τὴν στενὴν εἰσιέναι πύλην μηδὲν αὐτῷ ἐμποδίσειεν ὁ τῶν χρημάτων ὄγκος,1 τῇ τεσσαρακοστῇ ἡμέρᾳ τῆς τοῦ πατρὸς τελευτῆς, μνήμην αὐτῷ τελῶν, συγκαλεῖ πάντας τοὺς ἐν τέλει καὶ τοὺς στρατιωτικὰ περιεζωσμένους καὶ τοῦ πολιτικοῦ λαοῦ οὐκ ὀλίγους.

数日のうちにこのような務めを終え、狭き門に入ろうとする彼に富の重荷がいささかも妨げとならぬよう、すべての宝物庫を空にし、父の死後四十日目に、父の追悼を行いながら、すべての高官たち、軍務に就く者たち、そして少なからぬ市民たちを召集した。

§36.326

καὶ προκαθίσας, ὡς ἔθος, φησὶν εἰς ἐπήκοον πάντων· Ἰδού, καθὼς ὁρᾶτε, Ἀβεννὴρ πατήρ μου καὶ βασιλεὺς τέθνηκεν ὡς εἷς τῶν πενήτων, καὶ οὐδὲν αὐτῷ οὔτε ὁ πλοῦτος οὔτε ἡ βασιλικὴ δόξα, οὔτε μὴν ἐγὼ ὁ φιλοπάτωρ υἱός, οὔτε τις τῶν λοιπῶν αὐτοῦ φίλων καὶ συγγενῶν, βοηθῆσαι ἴσχυσεν αὐτῷ καὶ τῆς ἀπαραιτήτου ψήφου ἐξελέσθαι. ἀλλ’ ὑπάγει πρὸς τὰ ἐκεῖθεν δικαιωτήρια, λόγον ὑφέξων τῆς πολιτείας τοῦ παρόντος βίου, μηδένα τῶν ἁπάντων συνεργὸν ἐπαγόμενος, ἀλλ’ ἢ μόνα τὰ αὐτῷ πεπραγμένα2 ὁποῖα ἂν ᾖ. τὸ αὐτὸ δὲ τοῦτο καὶ πᾶσι τοῖς τὴν βρότειον λαχοῦσι φύσιν συμβαίνειν πέφυκε, καὶ ἄλλως οὐκ ἔστι. νῦν οὖν ἀκούσατέ μου, φίλοι καὶ ἀδελφοί, λαὸς Κυρίου καὶ κλῆρος ἅγιος, οὓς ἐξηγόρασε Χριστὸς ὁ Θεὸς ἡμῶν τῷ τιμίῳ αὐτοῦ αἵματι καὶ ἐρρύσατο τῆς παλαιᾶς πλάνης καὶ δουλείας τοῦ ἀντικειμένου. αὐτοὶ οἴδατε τὴν ἐν ὑμῖν ἀναστροφήν μου, ὡς ἐξότε τὸν Χριστὸν ἔγνων καὶ δοῦλος αὐτοῦ ἠξιώθην γενέσθαι, πάντα μισήσας, αὐτὸν ἐπεπόθησα μόνον, καὶ τοῦτό μοι ἦν καταθύμιον, τῆς ζάλης τοῦ βίου καὶ ματαίας τύρβης ὑπεξελθόντα, μόνον μόνῳ αὐτῷ συνεῖναι3 καὶ ἐν ἀταράχῳ γαλήνῃ ψυχῆς δουλεῦσαι τῷ Θεῷ μου καὶ δεσπότῃ. ἀλλά με κατέσχεν ἡ τοῦ πατρός μου ἔνστασις, καὶ ἐντολὴ ἡ τιμᾶν τοὺς γεννήτορας κελεύουσα. ὅθεν, Θεοῦ Χάριτι καὶ συνεργείᾳ, οὐκ εἰς μάτην ἐκοπίασα, οὐδ’ εἰς κενὸν τὰς τοιαύτας ἀνήλωσα ἡμέρας·

そして慣例に従って先頭に着座し、一同の聞こえるところで言った。「見よ、そなたたちが見るとおり、我が父にして王であるアベンネルは、貧しき者たちの一人のように死に、富も王の栄光も、また父を愛する息子であるこの私も、彼の残りの友人や親族の誰も、彼を助け、免れ得ぬ判決から救い出すことはできなかった。むしろ彼はかの世の法廷へと向かい、現世の生き方の申し開きをするために去るのであって、万人の中から誰一人として助勢者を伴うことなく、ただ彼自身のなした業がどのようなものであれ、それのみを携えていくのである。そしてこの同じことが、死すべき人間の本性を得たすべての者に起こるように定まっており、他のようではあり得ない。それゆえ今、友らよ、兄弟らよ、我らの神なるキリストがその尊き血をもって贖い、昔の迷いと敵対者の隷従から救い出してくださった主の民、聖なる受け継ぎの民よ、私の言うことを聞きなさい。そなたたち自身、そなたたちの間での私の立ち居振る舞いを知っている。キリストを知り、その僕となるにふさわしいとされて以来、私はすべてを憎み、彼のみを切望し、世の嵐と空しい喧騒を抜け出して、ただ一人で彼お一人とともにあり、魂の乱れなき静寂の中で我が神にして主なる方に仕えること、これこそが私の心の望みであったことを。しかし父の引き止めと、両親を敬えと命じる掟が私を押し留めたのである。それゆえ、神の恵みと助けによって、私は徒らに労苦したのではなく、空しくこのような日々を費やしたのでもなかった。

§36.327

ἀλλ’ ἐκεῖνόν τε ᾠκείωσα Χριστῷ καὶ πάντας ὑμᾶς τοῦτον μόνον γινώσκειν Θεὸν ἀληθινὸν καὶ Κύριον τοῦ παντὸς ἐδίδαξα, οὐκ ἐγὼ τοῦτο ποιήσας, ἀλλ’ ἡ χάρις αὐτοῦ ἡ σὺν ἐμοί, ἥτις κἀμὲ τῆς δεισιδαίμονος πλάνης καὶ λατρείας τῶν εἰδώλων ἐξείλετο, καὶ ὑμᾶς, λαός μου, τῆς χαλεπῆς ἠλευθέρωσεν αἰχμαλωσίας. καιρὸς οὖν ἤδη λοιπὸν τὰ ἐπηγγελμένα τῷ Θεῷ ἔργα πληρῶσαι· καιρὸς ἀπελθεῖν ὅπου ἂν αὐτὸς ὁδηγήσῃ με καὶ ἀποδοῦναι τὰς εὐχάς μου ἃς ηὐξάμην αὐτῷ. νῦν οὖν σκέψασθε ὑμεῖς ὃν ἂν βούλοισθε ἀφηγεῖσθαι ὑμῶν καὶ βασιλεύειν· ἤδη γὰρ κατηρτισμένοι ἐστὲ εἰς τὸ θέλημα τοῦ Κυρίου, καὶ οὐδὲν ἀποκέκρυπται ὑμῖν τῶν αὐτοῦ προσταγμάτων. ἐν τούτοις πορεύεσθε· μὴ ἐκκλίνητε δεξιὰ ἢ ἀριστερά· καὶ ὁ Θεὸς τῆς εἰρήνης εἴη μετὰ πάντων ὑμῶν. Ταῦτα ὡς ἤκουσεν ὁ λαὸς ἐκεῖνος καὶ δῆμος, θόρυβος εὐθὺς καὶ πάταγος καὶ βοὴ πλείστη καὶ σύγχυσις ἦν, κλαιόντων πάντων καὶ ὀδυρομένων τὴν ὀρφανίαν. τοιαῦτα θρηνοῦντες, πρὸς τοῖς θρήνοις καὶ ὅρκοις ἐβεβαίουν μὴ μεθήσειν ὅλως, ἀλλ’ ἀνθέξεσθαι, καὶ τὴν ὑποχώρησιν αὐτῷ μὴ τοπαράπαν παραχωρῆσαι. οὕτω βοῶντος τοῦ δήμου καὶ τῶν ἐν τέλει πάντων, ὑπολαβὼν ὁ βασιλεὺς κατασείει τὸν ὄχλον, καὶ σιγᾶν αὐτοῖς διακελεύεται. καὶ εἴκειν τῇ ἐκείνων ἐνστάσει εἰπών, λυπουμένους ὅμως καὶ τὰ τῆς οἰμωγῆς σημεῖα ἐπὶ τῶν παρειῶν φέροντας οἴκαδε ἐκπέμπει. αὐτὸς δὲ ἕνα τῶν ἀρχόντων, ὃς ἦν πρόκριτος αὐτῷ,

むしろ父をキリストに結び合わせ、そなたたち皆に、彼のみを真の神、万物の主として知るように教えたのだ。これを行ったのは私ではなく、私とともにある主の恵みであり、その恵みが私をも迷妄な誤謬と偶像崇拝から救い出し、私の民であるそなたたちをも過酷な捕囚から解放したのである。それゆえ、神に約束した業を果たすべき時がすでに到来した。彼自らが私を導くところへ去り、彼に立てた私の誓願を果たすべき時である。それゆえ今、そなたたちを統率し王となる者を、そなたたち自身で誰と望むかよく考えなさい。そなたたちはすでに主の御旨へと整えられており、主の掟の何一つとしてそなたたちに隠されてはいないのだから。これらに歩みなさい。右にも左にも逸れてはならない。そして平和の神がそなたたち皆と共におられるように。」その民衆と会衆がこれらを聞くと、直ちに騒動とどよめき、甚だしい叫びと混乱が生じた。皆が泣き、孤児となることを嘆き悲しんだからである。このように嘆き悲しみながら、嘆きに加えて誓いをもって、決して放さず、固くすがりつき、彼の隠遁を決して許さないと確言した。民衆とすべての高官たちがこのように叫んでいると、王は言葉を挟んで群衆を手振りで静め、静粛にするよう命じる。そして彼らの反対に屈すると言い、それでもなお悲しみに沈み、頬に号泣の跡を帯びている彼らを家へと送り帰す。そして彼自身は、自らの信を置く支配者たちの一人を、

構文注3 件
  1. 36.325ὅπως μέλλοντι τὴν στενὴν εἰσιέναι πύλην μηδὲν αὐτῷ ἐμποδίσειεν ὁ τῶν χρημάτων ὄγκος

    目的節 ὅπως に希求法 ἐμποδίσειεν が用いられている。主節の動詞 συγκαλεῖ は歴史現在(過去の出来事を現在形で表現)であるため、過去時称扱いとなり目的節で希求法が選択されている。与格 μέλλοντι ... αὐτῷ は動詞 ἐμποδίζω の間接目的語(〜に妨げとなる)である。

  2. 36.326μηδένα τῶν ἁπάντων συνεργὸν ἐπαγόμενος, ἀλλ’ ἢ μόνα τὰ αὐτῷ πεπραγμένα

    否定代名詞 μηδένα に対し、「〜を除いて、〜のほかは」を意味する慣用句 ἀλλ’ ἤ が後続している。文法上、除外される対象である中性複数対格 μόνα τὰ αὐτῷ πεπραγμένα が μηδένα に並置対比されている。

  3. 36.326τῆς ζάλης τοῦ βίου καὶ ματαίας τύρβης ὑπεξελθόντα, μόνον μόνῳ αὐτῷ συνεῖναι

    不定詞 συνεῖναι の意味上の主語として対格分詞 ὑπεξελθόντα が置かれている。直前に与格 μοι(τοῦτό μοι ἦν καταθύμιον)があるものの、不定詞構文(対格不定詞)の統語的自立性により、与格に一致せず対格が採用されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:36.325-36.327