← ダマスコスのイオアン

バルラームとヨアサフ

§34.316-34.318

ヨアサフの父への救いの奥義の説教と悔い改め

ヨアサフは聖霊の恵みによって父王の閉ざされた心を開き、世界の創造、人間の堕落、キリストの受肉と救贖、終末の審判に至る信仰の奥義を説き明かして父を悔い改めへと導く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§34.316

ὑπηχούμενα,1 δι’ οὗ οἱ ἁλιεῖς σαγηνεύουσι τῷ Χριστῷ τὸν κόσμον ὅλον, καὶ οἱ ἀγράμματοι τῶν σοφῶν σοφώτεροι δείκνυνται. τῇ τούτου χάριτι καὶ αὐτὸς σοφισθεὶς ἐλάλει τῷ βασιλεῖ καὶ πατρί, φωτίζων αὐτὸν φῶς γνώσεως. καὶ πρότερον γάρ, πολλὰ κοπιάσας τοῦ ἑλκῦσαι2 τῆς δεισιδαίμονος πλάνης τὸν πατέρα, τί μὲν οὐ λέγων, τί δὲ οὐ ποιῶν, ὥστε τοῦτον ἐπαναγαγέσθαι, κενὴν ψάλλειν ἐῴκει, καὶ εἰς ὦτα λέγειν μὴ ἀκουόντων· ὅτε δὲ ἐπέβλεψεν ὁ Κύριος ἐπὶ τὴν ταπείνωσιν τοῦ δούλου αὐτοῦ Ἰωάσαφ, καί, τῆς δεήσεως αὐτοῦ ὑπακούσας, τὰς κεκλεισμένας πύλας τῆς καρδίας τοῦ πατρὸς αὐτοῦ διήνοιξε ʽθέλημα γάρ, φησί, τῶν φοβουμένων αὐτὸν ποιήσει, καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεταἰ, ῥᾳδίως τὰ λεγόμενα συνίει ὁ βασιλεύς· ὥστε, καιροῦ εὐθέτου τυχόντα, τὸν υἱὸν τῇ τοῦ Χριστοῦ χάριτι κατὰ τῶν πονηρῶν ἆραι νίκην πνευμάτων3 τῶν κυριευσάντων τῆς ψυχῆς τοῦ πατρὸς αὐτοῦ, καὶ τῆς τούτων πλάνης τέλεον ἐλευθερῶσαι αὐτόν, τὸν σωτήριον δὲ τρανῶς γνωρίσαι λόγον καὶ τῷ ἐν οὐρανοῖς οἰκειῶσαι ζῶντι Θεῷ. Ἐξ ἀρχῆς γὰρ τὸν λόγον ἀναλαβών, ἀνήγγειλεν αὐτῷ ἃ οὐκ ᾔδει μεγάλα καὶ θαυμαστά, ἃ τοῖς ὠσὶ τῆς καρδίας οὐκ ἀκηκόει, πολλὰ μὲν αὐτῷ περὶ Θεοῦ φθεγξάμενος καὶ τὴν εὐσέβειαν παραδεικνύς, ὡς οὐκ ἔστιν ἄλλος Θεὸς ἐν οὐρανῷ ἄνω, οὔτε ἐπὶ γῆς κάτω, εἰ μὴ ὁ ἐν Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι γνωριζόμενος εἷς Θεός· πολλὰ δὲ μυστήρια γνωρίσας τῆς θεολογίας, ἐφ’ οἷς καὶ τὰ περὶ τῆς ἀοράτου τε καὶ ὁρατῆς διήγγειλε κτίσεως, ὅπως ἐκ μὴ ὄντων τὰ πάντα παραγαγὼν ὁ Δημιουργός, κατ’ εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ πλάσας τὸν ἄνθρωπον καὶ τοῦτον τῷ αὐτεξουσίῳ τιμήσας, τῶν ἐν παραδείσῳ καλῶν μετέχειν πεποίηκεν, ἀπέχεσθαι τούτου μόνου κελεύσας ὅπερ ἦν τὸ ξύλον τῆς γνώσεως, ἠθετηκότα δὲ τὴν ἐντολὴν τοῦ παραδείσου ἐξώρισεν· ὅθεν, τῆς πρὸς αὐτὸν οἰκειότητος ὀλισθῆσαν, εἰς τὰς πολλὰς ταύτας περιπέπτωκε πλάνας τὸ ἀνθρώπινον γένος, δουλωθὲν ταῖς ἁμαρτίαις καὶ ὑποπεσὸν τῷ θανάτῳ διὰ τῆς τυραννίδος τοῦ διαβόλου· ὅς, ὑποχειρίους ἅπαξ τοὺς ἀνθρώπους λαβών, παντελῶς ἐπιλαθέσθαι πεποίηκε τοῦ Θεοῦ καὶ δεσπότου, καὶ αὐτῷ ἀνέπεισε λατρεύειν διὰ τῆς τῶν εἰδώλων μυσαρᾶς προσκυνήσεως. σπλαγχνισθεὶς οὖν ὁ πλάσας ἡμᾶς Θεός, εὐδοκίᾳ τοῦ Πατρὸς καὶ συνεργίᾳ τοῦ Ἁγίου Πνεύματος, εὐδόκησεν ἐκ Παρθένου ἁγίας, τῆς Θεοτόκου Μαρίας, καθ̓ ἡμᾶς τεχθῆναι·4 καί, πάθεσιν ὁμιλήσας ὁ ἀπαθής, διὰ τρίτης τε ἡμέρας ἐκ νεκρῶν ἀναστάς, ἐλυτρώσατο ἡμᾶς τοῦ προτέρου ἐπιτιμίου καὶ κλέους τοῦ προτέρου ἠξίωσε. συνανήγαγε γὰρ ἡμᾶς εἰς οὐρανοὺς ἀνερχόμενος, ὅθεν ἐτύγχανε καταβεβηκώς·

吹き込まれたもの、すなわち、それによって漁夫たちが全世界をキリストのために網ですくい上げ、無学な者たちが知者たちよりも賢いと示されることになった、その聖霊の導き以外の何であろうか。この聖霊の恵みによって自らも知恵を得た彼は、王であり父である者に向かって語り、知識の光で彼を照らした。というのも以前は、父を迷信的な迷妄から引き戻そうと大いに労苦し、彼を立ち帰らせようとあれこれと言い、あれこれと行いながらも、空に向かって琴をかき鳴らし、聞く耳をもたぬ者たちの耳に向かって語っているかのようであったからだ。しかし主がその僕ヨアサフの謙遜を顧みられ、その祈りを聞き届けて、父の心の閉ざされた門を開かれたとき(「主はご自分を畏れる者たちの願いを叶え、彼らの祈りを聞き入れられる」と言われている通りである)、王は語られることを容易に悟った。それゆえ息子は、良き時を得て、キリストの恵みによって父の魂を支配していた悪霊どもに打ち勝ち、父をそれらの迷妄から完全に解放し、救いの言葉を明瞭に知らせて天の生ける神に親しく結びつけることができたのである。息子は言葉を初めから起こし、父の知らなかった大いなる驚くべき事柄、心の耳で聞いたことのなかった事柄を告げ知らせた。神について多くを語り、敬虔を示しつつ、上なる天にも下なる地にも、父と子と聖霊において知られる唯一の神のほかに神は存在しないと説いた。また神学の数々の神秘を知らせ、それに続いて不可視および可視の被造物についての事柄を詳細に語った。いかに創造主が無から万物を生み出し、人間をご自身の姿と似姿にかたどり、自由意志の栄誉を与えて楽園の善きものにあずからせ、知識の木であるそれのみから遠ざかるよう命じたか、そして戒めを破った彼を楽園から追放したかを語った。それゆえ、神との親しき交わりから滑り落ちた人類は、罪に隷属し悪魔の専制によって死に服して、これら多くの迷妄へと陥った。悪魔はひとたび人々を手中に収めると、神であり主なる方を完全に忘れさせ、忌まわしい偶像の礼拝によって自分に仕えるようそそのかしたのである。そこで我らを形作られた神は憐れみに動かされ、御父の御旨と聖霊の協力によって、聖なる乙女、神の母マリアから我らと同じ肉体をとって生まれることをよしとされた。そして受苦を免れているお方が受難を経験され、三日目に死者の中から復活して、我らをかつての刑罰から贖い、かつての栄光を受けるにふさわしい者とされた。主は昇天するにあたり、かつて降って来られた天へと我らを共に引き上げてくださったからである。

§34.318

ὃν καὶ αὖθις ἥξειν πιστεύομεν, ἵνα τὸ πλάσμα τὸ ἑαυτοῦ ἀναστήσῃ. ἀποδώσει δὲ ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. ἐπὶ τούτοις τὴν ἐκδεχομένην τοὺς ἀξίους τῶν οὐρανῶν ἐμυσταγώγει βασιλείαν καὶ τὰ ἀπόρρητα ἀγαθά. τὴν ἀποκειμένην τοῖς φαύλοις προσετίθει βάσανον, τὸ ἄσβεστον πῦρ, τὸ ἐξώτερον σκότος, τὸν ἀτελεύτητον σκώληκα, καὶ ὅσην ἄλλην οἱ τῆς ἁμαρτίας δοῦλοι κόλασιν ἑαυτοῖς ἐθησαύρισαν. Ταῦτα πάντα λόγοις πλείστοις, καὶ δαψιλῶς αὐτῷ ἐνυπάρχουσαν τὴν τοῦ Πνεύματος μαρτυροῦσι χάριν, διεξελθών, εἶτα καὶ τὸ ἀνεξιχνίαστον πέλαγος τῆς τοῦ Θεοῦ διηγούμενος φιλανθρωπίας καὶ οἷός ἐστιν ἕτοιμος δέχεσθαι τὴν μετάνοιαν τῶν πρὸς αὐτὸν ἐπιστρεφόντων, καὶ ὡς οὐκ ἔστιν ἁμαρτία νικῶσα τὴν αὐτοῦ εὐσπλαγχνίαν, εἴπερ θελήσομεν μετανοῆσαι, ἐκ πολλῶν δὲ τοῦτο παραδειγμάτων καὶ γραφικῶν παραστήσας μαρτυριῶν, ὁ μὲν τέλος ἐπέθηκε τῷ λόγῳ.

我らは、主がご自身の造られた者を復活させるために再び来られると信じている。主は各人にその行いに応じて報いられるであろう。これらに加えて、息子はふさわしい者たちを待ち受ける天の国と言葉に尽くせぬ善きものへと手引きし、邪悪な者たちに定められている責め苦、すなわち消えぬ火、外の暗闇、尽きることなき蛆虫、そして罪の奴隷たちが己のために蓄えたその他のあらゆる懲罰を付け加えた。これらすべてを極めて多くの言葉で、また豊かに己に宿る聖霊の恵みを証しする言葉で論じ尽くし、さらに神の人類に対する愛の汲み尽くせぬ大海や、神がご自身へと立ち帰る者たちの悔い改めを受け入れる用意がどれほどあるか、そして我らが悔い改めようとしさえすればその慈悲に打ち勝つ罪など決して存在しないことを語り、多くの実例と聖書の証言からこれを明示して、ヨアサフは語りを終えた。

構文注4 件
  1. 34.316ὑπηχούμενα

    直前の箇所の末尾の関係代名詞節「ἅπερ διείλεκται...」に対する反語的疑問文「Τί δὲ ἄλλο γε ἢ τὰ τῷ θείῳ Πνεύματι αὐτῷ [ὑπηχούμενα]」を受ける現在受動分詞中性複数対格。「聖霊によって彼に示された/吹き込まれた(事柄)」を表す。

  2. 34.316τοῦ ἑλκῦσαι

    冠詞付き不定詞属格で、目的を表す構文(genitive articular infinitive of purpose)。「父を引き戻すために」。動詞 κοπιάω に後続してその労苦の目的を示す。

  3. 34.316ὥστε, καιροῦ εὐθέτου τυχόντα, τὸν υἱὸν τῇ τοῦ Χριστοῦ χάριτι κατὰ τῶν πονηρῶν ἆραι νίκην πνευμάτων

    結果節を導く ὥστε に不定詞 ἆραι が後続し、その意味上の主語が対格 τὸν υἱόν と分詞 τυχόντα で表されている対格不定詞構文。文脈上、父の心が神によって開かれた結果として息子が勝利を収めることができたという実際の結果(または意図された結果)を示す。

  4. 34.317καθ̓ ἡμᾶς τεχθῆναι

    前置詞 κατά + 対格 ἡμᾶς は「我らの様態に従って」、すなわち「我らと同じ人間性のうちに/人として」を意味する教理的表現。キリストが人間としての本性を真に帯びて受肉したことを表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:34.316-34.318