- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:31.290-31.293
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
語り手はキリストの受肉と受難の神秘を擁護し、太陽や火の比喩を用いて神性が損なわれることなく人間性を高めたことを論じ、異教の偶像崇拝者を激しく糾弾してキリスト者の至福を宣言する。
Ἐγὼ δὲ τῷ Θεῷ μου λατρεύσω, καὶ αὐτῷ θύσω ὅλον ἐμαυτόν, τῷ Θεῷ τῷ κτίστῃ καὶ προνοητῇ τῶν ἁπάντων διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν, δι’ οὗ τὴν προσαγωγὴν ἐσχήκαμεν πρὸς τὸν Πατέρα τῶν φώτων ἐν Πνεύματι Ἁγίῳ, δι’ οὗ ἐξηγοράσθημεν τῆς πικρᾶς δουλείας ἐν τῷ αἵματι αὐτοῦ. εἰ μὴ γὰρ ἐταπείνωσεν ἑαυτὸν μέχρι καὶ δούλου μορφῆς, οὐκ ἂν ἡμεῖς τῆς υἱοθεσίας ἠξιώθημεν. ἐταπεινώθη γοῦν δι’ ἡμᾶς, οὐχ ἁρπαγμὸν ἡγούμενος τὴν θεότητα,1 ἀλλ’ ὃ ἦν διέμεινε, καὶ ὃ οὐκ ἦν προσέλαβεν, ὡμίλησε τοῖς ἀνθρώποις, ἀνῆλθεν ἐν τῷ σταυρῷ τῇ σαρκὶ αὐτοῦ, ἐτέθη τάφῳ ἐπὶ τρισὶν ἡμέραις, κατῆλθεν ἐν τῷ ᾅδῃ, καὶ ἐξήγαγεν οὓς κατεῖχε δεσμίους ὁ δεινὸς κοσμοκράτωρ πεπραμένους ὑπὸ τῆς ἁμαρτίας. τίς οὖν ἐγένετο βλάβη αὐτῷ ἐκ τούτων, ὅ τι χλευάζειν δοκεῖς; οὐχ ὁρᾷς τὸν ἥλιον τοῦτον, πόσοις καταπέμπει τὴν ἀκτῖνα τόποις ἀχρήστοις καὶ ῥυπαροῖς; πόσα ἐπιβλέπει σώματα νεκρῶν ὀδωδότα;
しかし私はわが神に仕え、彼に私自身をことごとく捧げよう。我らの希望である主イエス・キリストを通して、万物の創造主にして摂理者であられる神に仕えよう。このキリストを通して、我らは聖霊において光の父への近づきを得たのであり、このキリストを通して、その血によって過酷な隷属から贖い出されたのである。もし彼が僕の形にまでご自身を低くされなかったなら、我らは子としての身分にあずかるに値するものとされなかったであろう。実に彼は我らのために低くなられたが、神性を奪い取るべきものとは見なさず、かつてあったもののままとどまり、かつてなかったものを身に帯びて、人々と交わり、その肉体において十字架に昇り、三日のあいだ墓に納められ、ハデスへと降り、罪によって売り渡され恐るべきこの世の統治者が囚われ人として留め置いていた者たちを連れ出されたのである。それならば、お前があざ笑おうと思っているこれらによって、彼に何の損害が生じたというのか。この太陽を見ないのか。どれほど多くの役立たずで汚れた場所に光線を投げかけているか。どれほど多くの腐臭を放つ死者の遺骸を見下ろしているか。
μή τις αὐτῷ προστρίβεται μῶμος; οὐ τὰ ῥυπαρὰ μὲν καὶ σεσηπότα ξηραίνει καὶ συσφίγγει, τὰ ἐσκοτισμένα δὲ φωτίζει, καὶ αὐτὸς ἀσινὴς πάντη καὶ ἀνεπίδεκτος παντὸς ὑπάρχει ῥύπου; τί δὲ τὸ πῦρ; οὐ τὸν σίδηρον μέλανα λαβὼν ἐν ἑαυτῷ καὶ ψυχρόν, φλογοειδῆ ὅλον καὶ πεπυρακτωμένον ἐργάζεται; μή τι μετέλαβε τῶν ἰδιωμάτων τοῦ σιδήρου; μή, τυπτομένου τοῦ σιδήρου σφύραις καὶ μαστιζομένου, πάσχει τι τὸ πῦρ ἢ βλάβην ὅλως ὑφίσταται; Εἰ οὖν τὰ κτιστὰ ταῦτα καὶ φθαρτὰ οὐδὲν ἀπὸ τῆς κοινωνίας τῶν εὐτελεστέρων πάσχειν πέφυκε, τίνι λόγῳ, ἀνόητε σὺ καὶ λιθοκάρδιε, χλευάζειν με τολμᾷς λέγοντα ὅτι ὁ υἱὸς καὶ λόγος τοῦ Θεοῦ, οὐδόλως ἐκστὰς τῆς πατρικῆς δόξης, ἀλλ’ ὁ αὐτὸς ὢν Θεός, ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἀνείληφε σῶμα ἀνθρώπινον, ἵνα τοὺς ἀνθρώπους κοινωνοὺς ποιήσῃ τῆς θείας καὶ νοερᾶς φύσεως, καὶ ἐκ τῶν καταχθονίων τοῦ ᾅδου ἐξαγαγὼν τὴν ἡμῶν οὐσίαν, τῇ οὐρανίῳ τιμήσῃ δόξῃ ἵνα τὸν ἄρχοντα τοῦ σκότους τοῦ αἰῶνος τούτου, τῇ προσλήψει τῆς σαρκὸς δελεάσας, χειρώσηται, καὶ τὸ γένος ἡμῶν τῆς αὐτοῦ τυραννίδος ἐλευθερώσειν.2 ἔνθεν τοι καὶ ἀπαθῶς προσομιλεῖ τῷ πάθει τοῦ σταυροῦ, τὰς δύο παριστῶν φύσεις αὐτοῦ· ὡς μὲν γὰρ ἄνθρωπος σταυροῦται, ὡς θεὸς δὲ σκοτίζει τὸν ἥλιον, κλονεῖ τὴν γῆν, καὶ πολλὰ κεκοιμημένα ἐγείρει σώματα ἐκ τῶν μνημάτων·
〔太陽〕に何か汚れがこすりつけられるであろうか。汚れて腐敗したものを乾かして引き締め、暗闇にあるものを照らす一方で、太陽自身はまったく害されず、いかなる汚れも寄せつけずに存続しているではないか。では火はどうであるか。みずからの内に黒く冷たい鉄を受け入れて、それをことごとく炎のようで燃え盛るものへと変えるではないか。鉄の特質を火が何一つ分かち持ったであろうか。鉄が槌で叩かれ打たれている時に、火が何か苦痛を受けたり、いささかでも損害を被ったりするであろうか。それゆえ、もし造られた滅ぶべきこれらのものでさえ、より劣ったものとの交わりから何ら損害を受けないのが自然であるならば、愚昧で石のような心を持つお前は、いかなる理由によって、神の子にしてロゴスである方が、父の栄光からまったく離れることなく、まさに同一の神でありながら、人間たちの救いのために人間の肉体を身に引き受けられたと述べる私をあえて嘲笑するのか。それは、人間を神的かつ知性的な本性の分担者とし、我らの本質をハデスの地下から引き上げて天の栄光をもって尊ばせるためであり、肉の受容によってこの世の闇の支配者を誘い込み、これを打ち倒して、我らの種族をその専制から解放するためであった。それゆえにこそ、彼はご自身の二つの本性を示しながら、十字架の受難に対して受苦なく接せられたのである。すなわち、人としては十字架につけられるが、神としては太陽を暗くし、大地を揺るがし、墓から眠りについていた多くの遺骸を甦らせる。
πάλιν ὡς ἄνθρωπος θνήσκει, ὡς δὲ θεὸς ἐξανίσταται σκυλεύσας τὸν ᾅδην. διὸ καὶ κέκραγεν ὁ προφήτης· Ὁ ᾅδης ἐπικράνθη συναντήσας σοι κάτω. ἐπικράνθη γὰρ καὶ ἐνεπαίχθη ἄνθρωπον δοκῶν λαβεῖν ψιλόν, τῷ Θεῷ δὲ περιτυχών, καὶ κενὸς ἐξαίφνης γεγονὼς καὶ αἰχμάλωτος. ἐγείρεται τοιγαροῦν ὡς Θεός, καὶ ἀνέρχεται εἰς οὐρανούς, ὅθεν οὐδαμῶς ἐχωρίσθη. καὶ τὴν φύσιν ἡμῶν τὴν εὐτελῆ, τὴν πάντων ἀσυνετωτέραν, τὴν ἀγνώμονα καὶ ἠτιμωμένην, τῶν πάντων ἀνωτέραν πεποίηκε, καὶ ἐπὶ θρόνου δόξης ἐνίδρυσε, δόξης ἀποστίλβουσαν ἀθανάτου.3 τίς οὖν αὐτῷ τῷ Θεῷ καὶ λόγῳ προσεγένετο ἐντεῦθεν βλάβη, ὅτι βλασφημεῖν οὐκ ἐρυθριᾷς; τί δέ; βέλτιον ταῦτα ὁμολογεῖν, καὶ τοιοῦτον σέβεσθαι Θεόν, ἀγαθὸν καὶ φιλάνθρωπον, ὃς ἐντέλλεται δικαιοσύνην, ἐγκράτειαν ἐπιτάσσει, καθαρότητα νομοθετεῖ, ἐλεεῖν διδάσκει, πίστιν παρέχει, εἰρήνην κηρύσσει, αὐτοαλήθεια ὀνομάζεται καὶ ἔστιν, αὐτοαγάπη, αὐτοαγαθότης· τοῦτον βέλτιον σέβεσθαι ἢ τοὺς θεούς σου, τοὺς πολυπαθεῖς καὶ κακούς, τοὺς αἰσχροὺς καὶ τοῖς πράγμασι καὶ τοῖς ὀνόμασιν; οὐαὶ ὑμῖν, τῶν λίθων λιθωδέστεροι καὶ τῶν ἀλόγων ἀλογώτεροι, τῆς ἀπωλείας υἱοί, τοῦ σκότους κληρονόμοι· μακάριος δὲ ἐγὼ καὶ πάντες οἱ Χριστιανοί, Θεὸν ἔχοντες ἀγαθὸν καὶ φιλάνθρωπον. οἱ γὰρ αὐτῷ λατρεύοντες, κἂν ὀλίγον χρόνον ἐν τῷ νῦν βίῳ κακοπαθήσωσιν, ἀλλὰ τὸν ἀθάνατον τῆς ἀνταποδόσεως καρπὸν τρυγήσουσιν ἐν τῇ βασιλείᾳ τῆς ἀτελευτήτου καὶ θείας μακαριότητος.
再び人としては死ぬが、神としてはハデスを略奪して復活する。それゆえ預言者も叫んだのだ。『ハデスは下であなたに出会って苦々しく思いをいたした』と。実に、ただの人間を捕えたと思いながら神に出会ってしまい、突如として空っぽになり捕虜となったために、ハデスは苦々しく思い、嘲弄されたのである。それゆえ彼は神として甦り、そこから決して離れることのなかった天へと昇られる。そして我らの卑しく、万物のうちで最も愚かで、恩を知らず辱められていた本性を、万物よりも優れたものとし、不滅の栄光を燦然と放つものとして、栄光の玉座へと据えられた。それならば、神にしてロゴスであられる方ご自身に、ここから何の損害が生じたというので、お前は冒涜の言葉を口にしても恥じ入らぬのか。どうであるか。これらを告白し、このような善にして人間を愛される神、義を命じ、節制を課し、清廉を定め、憐れみを教え、信仰を与え、平和を宣べ伝え、真理そのものと呼ばれまたそうであり、愛そのもの、善そのものである神を崇めること、この方を崇めることこそが、お前の神々、すなわち受苦に満ちて悪しき者たち、事柄においても名においても恥ずべき者たちを崇めるよりも優れているのではないか。お前たちに災いあれ、石よりも石のようで、理性なき獣よりも理性なき者たちよ、滅びの子ら、闇の継承者たちよ。だが善にして人間を愛される神を持つ私と、すべてのキリスト信徒は幸いである。彼に仕える者たちは、現世においてわずかのあいだ苦難を受けようとも、終わりのない神的な至福の王国において、報いの不滅の実を刈り取るであろうからだ。」
- 31.290οὐχ ἁρπαγμὸν ἡγούμενος τὴν θεότητα
フィリピの信徒への手紙2章6節(οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ)の明白な引喩。ここでは分詞構文として主節の動詞 ἐταπεινώθη に係り、自らの神的な本性を手放すまいと固執・強奪するものとは見なさずに受肉・謙抑を受け入れた態度を表す。
- 31.291ἐλευθερώσειν
先行する目的節(ἵνα ... χειρώσηται)と接続詞 καί で結ばれているが、接続法ではなく未来不定詞の形をとる破格構文(anacoluthon)である。写本上の転訛(ἐλευθερώσῃ の誤写)か、あるいは ἵνα 節全体の背後にある主語の意図・結果(ὥστε ἐλευθερώσειν または目的を表す不定詞)への構文的移行と解される。
- 31.292δόξης ἀποστίλβουσαν ἀθανάτου
現在分詞女性対格単数 ἀποστίλβουσαν は、直前の名詞 θρόνου ではなく、先行する対格目的語 τὴν φύσιν ἡμῶν(我らの本性)に係る。離隔配置(hyperbaton)により、栄光の玉座に座らされた人間の本性が不滅の神の栄光を放っている情景を修飾する。
