← ダマスコスのイオアン

バルラームとヨアサフ

§30.280-30.283

天国と地獄の幻視とヨサファトの出家の決意

ヨサファトは熱烈な祈りののち眠りに就き、義人の憩う天上の都市と罪人が苛まれる暗黒の火刑場を幻視する。目覚めて心身ともに衰弱した彼は、見舞いに訪れた父王に幻を語り、世俗を捨ててバルラアムの元へ赴く決意を告げる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§30.280

ὥρᾳ ταύτῃ, καὶ κατὰ τὸ σὸν θέλημα εὔθυνον τὰς ὁδούς μου, ἵνα δοξασθῇ τὸ ὄνομά σου τὸ ἔνδοξον καὶ φοβερὸν ἐπ’ ἐμοὶ τῷ οἰκέτῃ σου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας. ἀμήν. Ἐφ’ ἱκανὰς δὲ ὥρας μετὰ δακρύων εὐξάμενος καὶ πολλὰ γονυκλιτήσας, καθῆκεν ἑαυτὸν ἐπὶ τοῦ ἐδάφους. καὶ ὑπνώσας μικρόν, ὁρᾷ ἑαυτὸν ὑπό τινων φοβερῶν ἁρπαγέντα, καὶ τόπους οὓς οὐδέποτε ἑωράκει διελθόντα, καὶ ἔν τινι γενόμενον μεγίστῃ πεδιάδι ὡραίοις ἄνθεσι καὶ λίαν εὐώδεσι κομώσῃ, ἔνθα φυτὰ μὲν ἑώρα παντοδαπὰ καὶ ποικίλα, καρποῖς ξένοις τισὶ καὶ θαυμασίοις βρίθοντα, ἰδεῖν τε ἡδίστοις καὶ ἅψασθαι ποθεινοῖς. τά τε φύλλα τῶν δένδρων λιγυρὸν ὑπήχει αὔρᾳ τινὶ λεπτοτάτῃ, καὶ ἀκόρεστον καὶ χαριεστάτην ἐκπέμποντα εὐωδίαν κινούμενα, θρόνοι τε ἀνέκειντο ἐκ καθαρωτάτου χρυσίου καὶ λίθων τιμίων κατεσκευασμένοι, λαμπρὰν οἵαν αἴγλην ἀφιέντες, καὶ κλῖναι ἐν ἐξάλλοις τισὶ στρωμναῖς καὶ τῷ κάλλει τὴν διήγησιν νικώσαις κατηγλαϊσμέναι. ὕδατά τε παρέρρει διαυγῆ λίαν καὶ αὐτὰς εὐφραίνοντα τὰς ὁράσεις. τὴν δὲ θαυμαστὴν ταύτην καὶ μεγάλην πεδιάδα οἱ φοβεροὶ ἐκεῖνοι διαγαγόντες αὐτὸν εἰς πόλιν εἰσήγαγον ἀρρήτῳ τινὶ λαμπρότητι ἀποστίλβουσαν, ἐκ χρυσίου μὲν διαυγοῦς τὰ τείχη, λίθων δὲ ὧν οὐδεὶς πώποτε ἑώρακε τὰς ἐπάλξεις ἔχουσαν ἀνεγηγερμένας. ὦ τίς ἂν ἐκείνης εἴποι τὸ κάλλος τῆς πόλεως καὶ τὴν φαιδρότητα;

この時に〔私を助け〕、あなたの御心にしたがって私の道をまっすぐに導いてください。あなたの栄光に満ち畏るべき御名が、あなたの僕たる私において讃えられるためです。あなたは世々とこしえにほむべき御方であるからです。アーメン。彼は幾時間も涙とともに祈り、幾度も膝をかがめた後、自らを地面の上に伏した。そして少しの間眠ると、ある恐ろしい者たちに連れ去られ、かつて見たこともない場所を通り抜け、美しく極めて芳しい花々に満ちあふれた一つの広大無辺の平原に行き着いた自らの姿を見た。そこには多種多様な植物が生い茂り、見た目にもこの上なく心地よく、触れることも慕わしい、かつて見ぬ見事な果実を重そうに実らせていた。木々の葉はごくかすかな微風に快く響き合い、そよぎながら飽くことのない極めて優美な芳香を放ち、至極純粋な黄金と貴石で作られた玉座が燦然たる輝きを放ちながら置かれ、比類のない敷物で、またその美しさが言葉に尽くせぬほどに飾り立てられた寝台が置かれていた。また、きわめて透明で、目そのものを喜ばせる水が傍らを流れていた。かの恐ろしい者たちは、彼をこの驚くべき広大な平原を案内して通り過ぎ、言葉に尽くせぬ輝きで燦然と輝く一つの都市へと導き入れた。その城壁は透明な黄金からなり、かつて誰も見たことのない宝石でその胸壁が高く築かれていた。ああ、誰がかの都市の美しさと晴れやかさを言い表すことができようか。

§30.281

φῶς ἄνωθεν πυκνὰ ταῖς ἀκτῖσι διᾷττον πάσας αὐτῆς τὰς πλατείας ἐπλήρου· καὶ ὑπόπτεροί τινες στρατιαί, αὐτὴ ἑκάστη φῶς οὖσαι, ταύτῃ ἐπεδήμουν, μέλος ᾅδουσαι ἀκοῇ βροτείᾳ μηδέποτε ἀκουσθέν. καὶ φωνῆς ἤκουσε λεγούσης· Αὕτη ἡ ἀνάπαυσις τῶν δικαίων· αὕτη ἡ εὐφροσύνη τῶν εὐαρεστησάντων τῷ Κυρίῳ. ἐκεῖθεν οὖν ἐξαγαγόντες οἱ φρικωδέστατοι ἄνδρες ἐκεῖνοι, εἰς τοὐπίσω ἄγειν ἔλεγον. ὁ δέ, τῆς τερπνότητος ἐκείνης καὶ θυμηδίας ὅλος γενόμενος, Μὴ στερήσητέ με, ἔλεγε, μὴ στερήσητε, δυσωπῶ, τῆς ἀρρήτου χαρᾶς ταύτης· ἀλλὰ δότε κἀμοὶ ἐν μιᾷ τῆς μεγίστης ταύτης πόλεως γωνίᾳ διαιτᾶσθαι. οἱ δέ, Ἀδύνατόν ἐστι νῦν, ἔλεγον, εἶναί σε ἐνταῦθα. ἀλλὰ κόπῳ πολλῷ καὶ ἱδρῶτι ἐλεύσῃ ὧδε, εἴπερ ἑαυτὸν βιάσῃ.1 Ταῦτα εἶπον· καί, τὴν μεγίστην αὖθις πεδιάδα διελθόντες, εἰς τόπους ἀπήνεγκαν σκοτεινοὺς καὶ πάσης ἀηδίας πεπληρωμένους, ἰσόρροπον τῆς ὁραθείσης φαιδρότητος τὸ λυπηρὸν κεκτημένους.2 σκότος γὰρ ἦν ἀφεγγὲς καὶ ζοφερὸν παντελῶς· θλίψεως δὲ καὶ ταραχῆς τὸ πᾶν ἐπεπλήρωτο. ἔνθα κάμινος ἐξῆπτε πυρὸς ἀναφλεγομένη· καὶ σκωλήκων γένος ἦν κολαστικῶν ἕρπον ἐκεῖσε. δυνάμεις δὲ τιμωρητικαὶ ἐφεστῶσαι τῇ καμίνῳ, καί τινες ἐλεεινῶς τῷ πυρὶ κατακαιόμενοι. καὶ φωνὴ ἠκούετο λέγουσα· Οὗτος ὁ τόπος τῶν ἁμαρτωλῶν· αὕτη ἡ κόλασις τῶν πράξεσιν αἰσχραῖς ἑαυτοὺς μολυνάντων· ἐπὶ τούτοις ἐξήγαγον αὐτὸν ἐκεῖθεν οἱ καὶ εἰσαγαγόντες. καὶ εἰς ἑαυτὸν εὐθὺς ἐλθὼν ἔντρομος ἦν ὅλος· δάκρυα δὲ ποταμηδὸν κατέδυον οἱ ὀφθαλμοὶ αὐτοῦ. πᾶσα δὲ ἡ ὡραιότης τῆς ἀκολάστου κόρης ἐκείνης καὶ τῶν λοιπῶν δυσωδεστέρα βορβόρου καὶ σαπρίας αὐτῷ λελόγιστο. στρέφων δὲ ἐν τῇ ψυχῇ τῶν ὁραθέντων τὴν μνήμην, τῷ πόθῳ τῶν ἀγαθῶν καὶ τῷ φόβῳ τῶν ἀνιαρῶν ἐκείνων ἐπὶ τῆς κλίνης κατέκειτο ἥκιστα ἐγερθῆναι δυνάμενος. Ἀνηγγέλθη δὲ τῷ βασιλεῖ ἡ τοῦ υἱοῦ ἀρρωστία. καὶ ὃς ἐλθὼν ἐπηρώτα τί τὸ συμβάν. ὁ δὲ τὰ ὁραθέντα αὐτῷ διηγεῖται, καί φησιν· Ἱνατί παγίδα ἡτοίμασας τοῖς ποσί μου, καὶ κατέκαμψας τὴν ψυχήν μου; εἰ μὴ γὰρ Κύριος ἐβοήθησέ μοι, παραβραχὺ παρῴκησεν ἂν τῷ ᾅδῃ ἡ ψυχή μου.3 ἀλλ’ ὡς ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραήλ, τοῖς εὐθέσι τῇ καρδίᾳ· ὃς καὶ τὴν ἐμὴν ἐρρύσατο ταπείνωσιν ἐκ μέσου σκύμνων. ἐκοιμήθην γὰρ τεταραγμένος. ἀλλ’ ἐπεσκέψατό με ἐξ ὕψους ὁ Θεός μου καὶ Σωτήρ μου, καὶ ἔδειξέ μοι οἵων ἀγαθῶν ἀπεστέρησαν ἑαυτοὺς οἱ παροργίζοντες αὐτόν, οἵων δὲ κολάσεων ὑπευθύνους εἰργάσαντο. καὶ νῦν, ὦ πάτερ, ἐπεί σου τὰ ὦτα ἔβυσας τοῦ μὴ ἀκοῦσαί μου τῆς φωνῆς4 τῆς τὰ ἀγαθά σοι ἐπᾳδούσης, κἂν ἐμὲ μὴ κώλυε τὴν εὐθεῖαν βαδίσαι ὁδόν. τοῦτο γὰρ ποθῶ, τούτου ἐφίεμαι, τοῦ πάντων ἀπαλλαγῆναι, καὶ τόπους καταλαβεῖν ἔνθα Βαρλαὰμ ὁ τοῦ Χριστοῦ θεράπων τὰς οἰκήσεις ἔχει, καὶ σὺν αὐτῷ τὸ λοιπὸν τῆς παρούσης μου διανῦσαι ζωῆς. εἰ δὲ βίᾳ κατασχεῖν με θελήσειας, ὄψει με θᾶττον τῇ λύπῃ καὶ ἀδημονίᾳ νεκρόν· καὶ οὔτε σὺ τὸ λοιπὸν πατὴρ κληθήσῃ, οὔτε υἱόν με ἔτι ἕξεις.

天からの光が密な光線となって走り抜け、そのすべての広場を満たしていた。そして、おのおのそれ自身が光である有翼の軍勢がここに滞在し、人間の耳にはかつて聞かれたことのない調べを歌っていた。すると、「これが義人たちの憩いであり、主の御心に適った者たちの歓喜である」と語る声が聞こえた。それゆえ、あの恐るべき男たちは彼をそこから連れ出し、連れ戻すと言った。しかし彼はその快楽と心からの喜びにすっかり満たされ、「私から奪わないでください、どうかお願いですから、この言いつくせぬ喜びを私から奪わないでください。むしろ、この偉大なる都市の一角に私にも住まわせてください」と言った。だが彼らは、「今そなたがここにいることは不可能である。しかし、もし自らを奮い立たせるなら、多くの労苦と汗をもってここに来ることになろう」と言った。彼らはそう言い、再びあの広大な平原を通り抜けて、目にした晴れやかさと釣り合う苦痛を帯びた、暗黒でいかなる嫌悪にも満ちた場所へと彼を連れ去った。そこには光がなく、完全に暗鬱な闇があり、すべてが苦難と動揺に満たされていたからである。そこには火の炉が燃え盛って燃え上がり、そこには懲罰の蛆虫の群れが這い回っていた。そして炉には懲罰の力ある者たちが配置され、ある者たちは憐れにも火で焼き尽くされていた。そして「ここが罪人たちの場所であり、これが恥ずべき行為で自らを汚した者たちの懲罰である」と語る声が聞こえた。これらのことののち、彼を導き入れた者たちが彼をそこから連れ出した。すると彼は直ちに我に返り、全身が激しく震えていた。彼の両目からは涙が川のように流れ落ちた。そして、あのみだらな娘のあらゆる美しさも、他の者たちのも、彼にとっては泥土や腐敗物よりも悪臭を放つものと思われた。彼は心の中で見せられたものの記憶を巡らし、善きものへの憧れと、かの苦しきものへの恐れとによって床の上に倒れ伏し、起き上がることがまったくできなかった。息子の病が王に知らされた。王はやって来て何が起きたのかと尋ねた。すると彼は自分が見たことを語り、こう言った。「なぜ私の足に罠を設け、私の魂を打ち倒されたのですか。もし主が私を助けてくださらなかったなら、私の魂はもう少しで冥府に住まうところでした。しかし、イスラエルにとって、心正しき者たちにとって神はなんと善き御方であることか、その御方は私の卑小な身をも若い獅子たちのただ中から救い出してくださいました。私は動揺のうちに眠りについたからです。しかし天の高みから私の神、私の救い主が私を顧み、ご自身を怒らせる者たちが自らからいかなる善きものを奪い去ったか、またいかなる懲罰を負うべき者と自らをなしたかを示してくださいました。そして今、父よ、あなたは善きことをあなたに歌いかける私の声を聞くまいとして耳を塞がれたのですから、せめて私がまっすぐな道を歩むのを妨げないでください。というのも、私はこのことを慕い、これを切望しているのです。すなわち、すべてのものから離れ、キリストの僕バルラアムが住まいを持つ場所に行き着き、彼とともに私のこの命の残りを全うすることを。もしあなたが力づくで私を引き止めようとなさるなら、悲嘆と落胆によって私がすぐに息絶えるのをご覧になるでしょう。そして以後、あなたが父と呼ばれることもなく、私を子として持つことも決してないでしょう。」

構文注4 件
  1. 30.281εἴπερ ἑαυτὸν βιάσῃ

    εἴπερ(もし真に〜なら)に導かれる条件節。βιάσῃ は動詞 βιάζω/βιάζομαι の接続法アオリスト中動態第2人称単数(あるいは未来直説法中動態)で、再帰代名詞 ἑαυτόν を伴って「自らを強いる」「自らを奮い立たせる」を表す。天の国に入るために自己を厳しく律して努力する霊的克己を意味する。

  2. 30.281ἰσόρροπον τῆς ὁραθείσης φαιδρότητος τὸ λυπηρὸν κεκτημένους

    κεκτημένους は先行する対格名詞 τόπους を修飾する完了分詞。その直接目的語は名詞化形容詞 τὸ λυπηρόν(苦痛、悲惨)である。形容詞 ἰσόρροπον は属格 τῆς ὁραθείσης φαιδρότητος(先に見られた晴れやかさ)を補語に取り、「〜と釣り合う、匹敵する」の意で、目的語に係る述語的同格をなしている。全体で「先ほど目にした輝きに匹敵する苦痛を帯びた(場所)」という構造になる。

  3. 30.282παραβραχὺ παρῴκησεν ἂν τῷ ᾅδῃ ἡ ψυχή μου

    前半の反実仮想の条件節(εἰ μὴ γὰρ Κύριος ἐβοήθησέ μοι)に応じる帰結節で、ἄν + 直説法アオリスト παρῴκησεν により過去の事実に反する事態(「もう少しで冥府に住まうところであった」)を表す。副詞句 παραβραχύ(παρὰ βραχύ)は「もう少しで、危うく」を意味し、詩編93(94):17(七十人訳)の定型句を直接引いたものである。

  4. 30.282τοῦ μὴ ἀκοῦσαί μου τῆς φωνῆς

    属格冠詞 τοῦ + 否定詞 μή + 不定詞 ἀκοῦσαι による、目的または結果を表す属格不定詞構文(「私の声を聞かないように/聞かないために」)。動詞 ἀκούω は属格を支配するが、ここでは代名詞属格 μου と名詞句属格 τῆς φωνῆς(私の/声を)が二重属格の構造を成している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:30.280-30.283