- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:29.265-29.268
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
テウダスの勧めに従い、王は大規模な異教の祭礼と犠牲を執り行って旧習に戻り、王子の改宗という難題を解決するようテウダスに求める。テウダスは王子を誘惑して堕落させるため、美しい女たちを侍らせ悪霊を送り込む計略を提案する。
καὶ κατὰ ῥοῦν τὰ πράγματα χωρήσειε, τὴν ἑορτὴν κόσμησον ταύτην τὴν δημοτελῆ, καὶ τὴν εὐμένειαν τῶν θεῶν ὥσπερ τι κραταιὸν περιβαλοῦ ὅπλον· καὶ εὖ σοι γένηται. Οὕτω καυχησάμενος ὁ ἐν κακίᾳ δυνατὸς εἶναι ἀνομίαν τε ὅλην τὴν ἡμέραν μελετήσας ʽσυμφθεγγέσθω γὰρ ἡμῖν ὁ Δαυΐδ̓, ἀνατροπὴν δὲ θολεράν, καθά φησιν Ἠσαΐας, τῷ πλησίον ποτίσας, συνεργίᾳ τῶν συμπαρομαρτούντων αὐτῷ πονηρῶν πνευμάτων ἐπιλαθέσθαι τὸν βασιλέα παντάπασι τῶν πρὸς σωτηρίαν ὑπομιμνησκόντων λογισμῶν πεποίηκε καὶ τῶν συνήθων πάλιν ἐπιμελῶς ἔχεσθαι.1 ἔνθεν τοὶ καὶ γραμμάτων βασιλικῶν πανταχοῦ διαπεφοιτηκότων τοῦ συνελθεῖν πάντας2 ἐν τῇ μυσαρᾷ πανηγύρει αὐτῶν, ἦν ἰδεῖν συρρέοντα τὰ πλήθη, πρόβατά τε καὶ βόας καὶ διάφορα γένη ζῴων ἀγόμενα. Πάντων τοίνυν συνεληλυθότων, ἀναστὰς ὁ βασιλεὺς μετὰ τοῦ ἀπατεῶνος Θευδᾶ πρὸς τὸν ναὸν ἐχώρει, ταύρους καταθῦσαι φέρων ἑκατὸν εἴκοσι καὶ ζῷα πολλά. καὶ ἐτέλουν τὴν ἐπάρατον αὐτῶν ἑορτήν, ὡς περιηχεῖσθαι μὲν τὴν πόλιν ὑπὸ τῆς τῶν ἀλόγων ζῴων φωνῆς, τῇ δὲ τῶν θυσιῶν κνίσῃ καὶ αὐτὸν μολύνεσθαι τὸν ἀέρα. τούτων οὕτω τελεσθέντων, καὶ τῶν τῆς πονηρίας πνευμάτων λίαν ἐγκαυχησαμένων ἐπὶ τῇ νίκῃ τοῦ Θευδᾶ, καὶ χάριτας αὐτῷ ὁμολογησάντων τῶν νεωκόρων, εἰς τὸ παλάτιον αὖθις ἐπανῆκεν ὁ βασιλεύς.
……事態が順風満帆に進むよう、この公の祭礼を飾り、神々の好意をあたかも堅固な武具のように身にまとい給え。そうすれば、あなたに良きことがあるでしょう」。悪事において力ある者であり、終日不法を企み(ダビデが我らとともに声を合わせてくれるように)、イザヤの言うごとく隣人に濁った破滅を飲ませたかの男は、このように豪語すると、自分に付き従う悪霊たちの加勢によって、王が救いへと促す思いをことごとく忘れ去り、再び以前の習わしに熱心にしがみつくように仕向けた。そのため、彼らの忌まわしい祭礼に皆が集うよう王の書状があちこちに発せられると、群衆が押し寄せ、羊や牛や様々な種類の動物が連れて来られるのを見ることができた。こうして全員が集まると、王はペテン師テウダスとともに立ち上がって神殿へと向かい、百二十頭の雄牛と多くの獣を生贄として屠るために引いてきた。そして彼らが呪われた祭礼を執り行ったので、町には物言わぬ動物たちの声が響き渡り、犠牲の煙と脂の匂いで大気そのものが汚されるほどであった。これらがこのように執り行われ、邪悪の霊たちがテウダスの勝利を大いに誇り、神殿の守護者たちが彼に感謝を捧げた後、王は再び宮殿へと戻った。
καί φησι τῷ Θευδᾷ· Ἰδοὺ δή, καθὰ ἐκέλευσας, οὐδεμίαν ἐνελίπομεν σπουδὴν ἐπὶ τῇ λαμπροφορίᾳ τῆς πανηγύρεως καὶ δαψιλείᾳ τῶν θυσιῶν. καιρὸς οὖν ἤδη τὰ ἐπηγγελμένα πληρῶσαι καὶ τὸν ἀποστατήσαντα τῶν ἡμετέρων σεβασμάτων υἱόν μου τῆς πλάνης ἀναρρύσασθαι τῶν Χριστιανῶν, καὶ τοῖς εὐμενέσι καταλλάξαι θεοῖς. ἐγὼ γὰρ τέχνην πᾶσαν καὶ χεῖρα κινήσας οὐδεμίαν εὗρον τοῦ κακοῦ θεραπείαν· ἀλλὰ πάντων κρείττονα τὴν αὐτοῦ γνώμην ἐθεασάμην. εἰ πράως αὐτῷ ἐνέτυχον καὶ ἠπίως, οὐδὲ τὸν νοῦν μοι προσέχοντα ὅλως εὕρισκον· εἰ αὐστηρῶς ἐχρησάμην καὶ ἐμβριθῶς, εἰς ἀπόνοιαν μᾶλλον αἰρόμενον ἐθεώρουν. τῇ σῇ λοιπὸν σοφίᾳ τὰ τῆς ἐπελθούσης μοι συμφορᾶς ἀνατίθημι. εἰ οὖν, ταύτης ἀπαλλαγεὶς διὰ σοῦ, τὸν ἐμὸν αὖθις ὄψομαι υἱὸν σὺν ἐμοὶ τοῖς θεοῖς μου λατρεύοντα καὶ τῶν ἐπιθυμιῶν τῆς ἐνηδόνου ζωῆς ταύτης καὶ βασιλείας ἀπολαύοντα, στήλην σοι ἀνεγείρας χρυσῆν, ἴσα θεοῖς θήσομαι παρὰ πάντων τιμᾶσθαι3 εἰς τὸν ἐπιόντα ἀτελεύτητον χρόνον. Ὁ Θευδᾶς τοίνυν οὖς εὐήκοον ὑποκλίνας τῷ πονηρῷ, καὶ παρ’ ἐκείνου μυηθεὶς βουλὴν πονηρὰν καὶ ὀλέθριον, γλῶσσά τε καὶ στόμα αὐτῷ γενόμενος, φησὶ πρὸς τὸν βασιλέα·
そして彼はテウダスに言った。「見よ、あなたが命じた通り、祭礼を華麗にし、犠牲を豊かにすることにいささかも熱意を惜しまなかった。それゆえ、今こそ約束された事柄を果たし、我らの崇敬から背教した我が子をキリスト教徒らの迷妄から救い出し、慈しみ深き神々と和解させる時である。私はあらゆる計略を巡らし手を尽くしたが、この災難へのいかなる治療法も見出せなかった。むしろ彼の堅固な意志があらゆるものに打ち勝つのを目の当たりにしたのだ。穏やかに優しく彼と接してみても、全く私に注意を払わないことが分かったし、厳格に重々しく接してみても、かえって頑迷さを増して高慢になるのを見るばかりであった。今や、私に降りかかった災難の始末をあなたの知恵に託す。それゆえ、もしあなたによってこの災難から解放され、我が子が再び私とともに私の神々に仕え、この快楽に満ちた生と王国の欲望を享受するのを見ることができるなら、私はあなたのために黄金の像を建て、来たるべき果てしない時に至るまで、すべての人から神々と同等に崇められるように取り計らおう」。そこでテウダスは、悪魔に聞き従う耳を傾け、彼から邪悪で破滅的な計略を伝授され、その舌となり口となって、王に向かって言った。 「もしあなたが御子を屈服させ、その抵抗を無に帰せしめたいと望まれるなら、彼が決して耐え得ないような方策を私は見出しました。
Εἰ χειρώσασθαι τὸν σὸν βούλει υἱόν, καὶ κενὴν αὐτῷ τὴν ἔνστασιν θεῖναι, εὕρηταί μοι τέχνη πρὸς ἣν οὐδὲ ἀντέχειν δυνατὸς ἔσται, ἀλλὰ ῥᾷον μαλαχθήσεται ὁ ἀτεράμων καὶ ἀμείλικτος αὐτοῦ λογισμὸς ἢ κηρὸς πυρκαϊᾷ σφοδροτάτῃ ὁμιλήσας. ὁ δὲ βασιλεύς, τὸν μάταιον οὕτω διακενῆς φυσῶντα ἰδών, πρὸς ἡδονὴν εὐθὺς καὶ φαιδρότητα μετεβάλλετο, ἐλπίσας τὴν ἀκόλαστον ἐκείνην καὶ θρασεῖαν γλῶσσαν τῆς θεοδιδάκτου καὶ φιλοσοφίας γεμούσης περιγενέσθαι ψυχῆς. Καὶ τίς ἡ τέχνη μαθεῖν ἤρετο. τότε Θευδᾶς ὡσεὶ ξυρὸν ἠκονημένον ὑφαίνει τὸ κακούργημα καὶ δεινῶς ἀρτύει τὰ φάρμακα. καὶ ὅρα σόφισμα κακότεχνον καὶ ὑποβολὴν τοῦ πονηροῦ. Πάντας, φησίν, ὦ βασιλεῦ, τοὺς παρισταμένους τῷ υἱῷ σου καὶ ὑπηρετοῦντας μακρύνας ἀπ’ αὐτοῦ, γυναῖκας εὐειδεῖς καὶ λίαν περικαλλεῖς, καὶ κεκοσμημένας εἰς τὸ ἐπαγωγότερον, συνεῖναι αὐτῷ διηνεκῶς καὶ καθυπηρετεῖν, συνδιαιτᾶσθαί τε καὶ συναυλίζεσθαι, πρόσταξον. ἐγὼ δέ, τῶν πνευμάτων ἓν τῶν εἰς τὰ τοιαῦτά μοι τεταγμένων ἐπαποστείλας αὐτῷ, βιαιότερον τὸ τῆς ἡδονῆς πῦρ ἀνάψω. καὶ ἅμα τῷ συγγενέσθαι αὐτὸν4 μιᾷ καὶ μόνῃ τῶν τοιούτων γυναικῶν, εἰ μὴ πάντα ἕξει σοι κατὰ γνώμην, παροπτέος ἐγὼ τὸ λοιπόν σοι καὶ ἄχρηστος, καὶ τιμωριῶν μεγίστων, οὐ τιμῶν, ἄξιος.
その頑なで容赦のない思いも、激しい火炎に触れた蝋よりも容易に柔らかくなるでしょう」。王はその愚か者がこのように空しく自惚れているのを見て、あの放蕩で傲慢な舌が、神に教えられ英知に満ちた魂に打ち勝つことを期待し、直ちに喜びと明るさへと表情を一変させた。そして、その方策とは何なのかと尋ねた。そのときテウダスは、研ぎ澄まされた剃刀のように邪悪な企てを織り上げ、恐ろしい毒薬を調合した。そして、この悪辣な詭計と悪魔の唆しを見よ。「王よ、御子の周りに侍り仕えている者たちを皆彼から遠ざけ、容姿端麗でこの上なく美しい女たち、それもより誘惑的になるよう身を飾った女たちに、絶えず彼と共にいて仕え、生活を共にし起居を共にするよう命じなさい。そして私は、こうした事柄のために私に配備されている霊の一者を彼のもとに遣わし、快楽の炎をいっそう激しく燃え上がらせましょう。そして、彼がそのような女の一人とだけでも交わりを持つや否や、万事があなたの思惑通りにならなければ、私は以後あなたにとって見捨てられるべき無用の者となり、栄誉ではなく最大の懲罰を受けるに値する者となりましょう。
οὐδὲν γὰρ ὡς ὄψις γυναικῶν ἐπάγεσθαι καὶ θέλγειν τοὺς ἀρρένων λογισμοὺς πέφυκε. καὶ ἄκουσον διηγήσεως τῷ ἐμῷ συμμαρτυρούσης ῥήματι.
なぜなら、女の容姿ほど男たちの思いを誘惑し魅惑することに長けたものは、この世に生まれついて存在しないからです。そして、私の言葉を証しする物語をお聞きなさい」。
- 29.265ἐπιλαθέσθαι τὸν βασιλέα παντάπασι τῶν πρὸς σωτηρίαν ὑπομιμνησκόντων λογισμῶν πεποίηκε καὶ τῶν συνήθων πάλιν ἐπιμελῶς ἔχεσθαι
使役動詞 πεποίηκε が対格不定詞構文(主語対格 τὸν βασιλέα + 不定詞 ἐπιλαθέσθαι および ἔχεσθαι)を支配している。さらに、ἐπιλαθέσθαι は分離・対象の属格 τῶν ... λογισμῶν をとり、中動態の ἔχεσθαι(「固執する」「しがみつく」)は属格 τῶν συνήθων(「慣習的な事柄」)をとる二重の格支配の構造となっている。
- 29.265τοῦ συνελθεῖν πάντας
冠詞付き不定詞の属格 τοῦ συνελθεῖν は、直前の分詞節(王の書状が四方に回覧されたこと)を受けてその目的あるいは書状の趣旨・内容を表す説明的・目的的属格として機能している。πάντας は不定詞 συνελθεῖν の意味上の主語(主語対格)である。
- 29.266ἴσα θεοῖς θήσομαι παρὰ πάντων τιμᾶσθαι
θήσομαι(τίθημι の中動態未来)は「〜と定める、取り計らう」の意で受動不定詞 τιμᾶσθαι(行為者は παρὰ πάντων)を従えている。副詞的に機能する中性複数対格 ἴσα は与格 θεοῖς を取り、「神々と同等に」の意味を成す。
- 29.267ἅμα τῷ συγγενέσθαι αὐτὸν
副詞・前置詞 ἅμα に与格の冠詞付き不定詞(τῷ συγγενέσθαι)が後続し、「彼が〜と交わるや否や」という即時的な同時性を表す時間表現を構成している。αὐτὸν は不定詞の意味上の主語(主語対格)であり、女性与格 μιᾷ καὶ μόνῃ ... が交わりの相手として相互的動詞に結合している。
