← ダマスコスのイオアン

バルラームとヨアサフ

§28.255-28.257

ヨサファトによるナホルの保護と回心の勧め

ナホルが弁論で相手側を論破すると、王は怒りつつも布告のため彼を害せず、散会後に王子ヨサファトが機智を用いてナホルを保護する。ヨサファトはナホルに正体を知っていたことを明かし、今日の功績を讃えて真の信仰への回心を勧める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§28.255

Ταῦτα ὡς διεξῆλθεν ὁ Ναχώρ, ὁ μὲν βασιλεὺς τῷ θυμῷ ἠλλοιοῦτο· οἱ δὲ ῥήτορες αὐτοῦ καὶ νεωκόροι ἄφωνοι ἵσταντο, μὴ δυνάμενοι ἀντιλέγειν ἀλλ’ ἢ1 σαθρά τινα καὶ οὐδαμινὰ λογίδια. ὁ δὲ τοῦ βασιλέως υἱὸς ἠγαλλιᾶτο τῷ πνεύματι, καὶ φαιδρῷ τῷ προσώπῳ ἐδόξαζε τὸν Κύριον, τὸν ἐξ ἀπόρου πόρον διδόντα τοῖς πεποιθόσιν ἐπ’ αὐτόν, ὃς καὶ διὰ τοῦ πολεμίου καὶ ἐχθροῦ τὴν ἀλήθειαν ἐκράτυνε· καὶ ὁ τῆς πλάνης ἔξαρχος συνήγορος τοῦ ὀρθοῦ λόγου ἐδείκνυτο. Ὁ μέντοι βασιλεύς, καίπερ δεινῶς ὀργιζόμενος τῷ Ναχώρ, οὐδὲν ὅμως ἐργάσασθαι κακὸν εἰς αὐτὸν ἠδύνατο, διὰ τὸ προλεχθὲν ἐπὶ πάντων θέσπισμα, ἀδεῶς αὐτὸν λέγειν ὑπὲρ τῶν Χριστιανῶν προτρεπόμενον· πολλὰ δὲ αὐτὸς ἀντιλέγων ὑπεμίμνησκε δι’ αἰνιγμάτων ὑπενδοῦναι τῆς ἐνστάσεως καὶ ἡττηθῆναι τῇ διαλέξει τῶν ῥητόρων. ὁ δὲ μειζόνως ὑπερίσχυε, διαλύων πάσας αὐτῶν τὰς προτάσεις καὶ συλλογισμούς, καὶ ἐλέγχων τὸ ἀπατηλὸν τῆς πλάνης. σχεδὸν δὲ μέχρις ἑσπέρας παραταθείσης τῆς διαλέξεως, ἐκέλευσεν ὁ βασιλεὺς διαλυθῆναι τὸ συνέδριον, ὡς τῇ ἐπιούσῃ βουλόμενος αὖθις περὶ τούτου διασκέψασθαι. Ὁ δὲ υἱὸς ἔφη τῷ βασιλεῖ· Ὡς ἐν ἀρχῇ δικαίαν ἐκέλευσας κρίσιν γενέσθαι, δέσποτα, δικαιοσύνην καὶ τῷ τέλει ἐπίθες, τῶν δύο τὸ ἕτερον ποιῶν· ἢ τὸν ἐμὸν διδάσκαλον ἐπίτρεψον μεῖναι μετ’ ἐμοῦ τῇ νυκτὶ ταύτῃ, ὡς ὁμοῦ διασκεψώμεθα περὶ ὧν χρὴ τὴν αὔριον λαλῆσαι τοῖς πολεμοῦσιν ἡμᾶς, τοὺς σοὺς δὲ πάλιν σὺ μεθ̓ ἑαυτοῦ λαβὼν τὰ εἰκότα μελετήσατε καθὼς βούλεσθε· ἤ, τοὺς σοὺς ἐμοὶ παραχωρήσας τῇ νυκτὶ ταύτῃ, λάβε τὸν ἐμὸν πρὸς ἑαυτόν. εἰ δὲ ἀμφότεροι ὦσι παρὰ σοί, ὁ μὲν ἐμὸς ἐν θλίψει καὶ φόβῳ, οἱ δὲ σοὶ ἐν χαρᾷ καὶ ἀνέσει, οὔ μοι δοκεῖ δικαίαν εἶναι κρίσιν, ἀλλὰ δυναστείαν τῆς ἐξουσίας καὶ παράβασιν τῶν συνθηκῶν. ἡττηθεὶς δὲ ὁ βασιλεὺς τῷ ἀστείῳ τοῦ ῥήματος, τοὺς σοφοὺς αὐτοῦ καὶ ἱερεῖς πρὸς ἑαυτὸν λαβόμενος, τὸν Ναχὼρ παραχωρεῖ τῷ υἱῷ, ἐλπίδας ἔτι κεκτημένος ἐπ’ αὐτὸν καὶ φυλάττειν τὰ ὡμολογημένα δοκῶν. Ἀπέρχεται τοίνυν ὁ τοῦ βασιλέως υἱὸς εἰς τὸ ἑαυτοῦ παλάτιον, ὥσπερ τις Ὀλυμπιονίκης τῶν ἀντιπάλων κρατήσας, ἔχων μεθ’ ἑαυτοῦ τὸν Ναχώρ. καὶ κατὰ μόνας καλέσας αὐτὸν ἔφη· Μὴ νομίσῃς λανθάνειν ἐμὲ τὰ κατὰ σέ· οἶδα γάρ σε ἀκριβῶς μὴ τὸν θειότατον εἶναι Βαρλαάμ, ἀλλὰ Ναχὼρ τὸν ἀστρολόγον. καὶ θαυμάζω πῶς ἔδοξεν ὑμῖν τοιαύτην ὑποκριθῆναι ὑπόκρισιν καὶ τοσαύτῃ ἀμβλυωπίᾳ νομίσαι περιβαλεῖν με μέσης ἡμέρας, ἵνα λύκον δέξωμαι ἀντὶ προβάτου. ἀλλὰ καλῶς ὁ λόγος ᾅδεται, ὅτι Καρδία μωροῦ μάταια νοήσει. τὸ μὲν οὖν ἐνθύμημα τοῦτο καὶ βούλευμα ὑμῶν ἕωλον ἦν καὶ πάντη ἀνόητον· τὸ δὲ ἔργον ὃ εἰργάσω πάσης ἐστὶ συνέσεως πεπληρωμένον. διὸ χαῖρε, Ναχώρ, καὶ ἀγαλλιῶ·

ナホルがこれらを語り終えると、王は怒りで顔色を変えた。彼の弁論家たちや神殿番たちは、脆く取るに足りないわずかな小理屈を除いては何ら言い返すこともできず、言葉を失って立ち尽くしていた。しかし王の息子は霊において歓喜し、晴れやかな顔で主を賛美した。主は御自分に信頼を置く者たちに袋小路からの出口を与え、敵対者や敵を通してさえ真理を強固にされたからである。そして迷妄の首謀者が、正しき教えの擁護者として示されたのである。しかし王は、ナホルに対して激しく怒っていたにもかかわらず、キリスト教徒のために恐れずに語るよう促した全住民の前での先刻の布告ゆえに、彼に何の危害を加えることもできなかった。だが自ら多くの反対を述べつつ、反論を緩めて弁論家たちの議論に屈するよう暗に仄めかした。ところがナホルはますます優勢となり、彼らのあらゆる前提や推論を打ち砕き、迷妄の欺瞞を暴き立てた。議論はほとんど夕刻まで長引いたので、王はこのことについて翌日再び審議することを望み、会議を散会させるよう命じた。すると息子が王に言った。「主君よ、最初に公正な裁判が行われるよう命じられたのですから、終わりにも公正さを加え、二つのうちどちらか一つを行ってください。私の教師が今夜私のもとに留まることをお許しになり、明日我らに戦いを挑む者たちに対して何を語るべきか共に検討できるようにし、一方であなたの側の人々はあなたがご自身のもとに引き取って、お望みのままに適切な準備をなさるか。あるいは、今夜あなたの側の人々を私に委ね、私の教師をご自身のもとにお連れになるかです。もし双方があなたの側にあり、私の教師が苦難と恐怖の中に置かれ、あなたの側の人々が喜びと安逸の中にあるなら、それは私には公正な裁判とは思えず、権力の専横であり協定への違反に思われます」。王はその言葉の巧みさに屈し、自らの智者たちや祭司たちを自分のもとに引き取り、ナホルに対してなお望みを抱き、合意された事項を守るように見せかけて、ナホルを息子に引き渡した。そこで王の息子は、まるで敵に打ち勝ったオリュンピアの勝利者のように、ナホルを伴って自らの宮殿へと向かった。そして彼を人払いして呼び出し、こう言った。「お前の素性が私に隠れていると思ってはならない。お前が最も神聖なバルラアムではなく、占星術師ナホルであることを私は正確に知っているからだ。そして、羊の代わりに狼を受け入れさせようとして、お前たちがこのような偽装を演じ、真昼にこれほど酷い盲目を私に被せることができると考えたことを私は驚いている。しかし『愚者の心は空しいことを思う』と歌われている言葉はまことである。それゆえ、お前たちのこの思いつきと企ては陳腐で全く愚かなものであったが、お前が果たした業はあらゆる分別に満ちている。それゆえ喜べ、ナホルよ、歓喜せよ。私はお前に多くの感謝を捧げる。

§28.257

πολλὰς γάρ σοι χάριτας ὁμολογῶ, ὅτι συνήγορος σήμερον τῆς ἀληθείας γέγονας, καὶ οὐκ ἐμίανας τὰ χείλη σοι λόγοις μιαροῖς καὶ ὑποκρίσει δολίᾳ, ἀλλὰ τῶν πολλῶν μᾶλλον ἐξεκάθαρας μολυσμάτων, τὴν πλάνην τῶν ψευδωνύμων διελέγξας θεῶν καὶ τὴν ἀλήθειαν τῶν Χριστιανικῶν δογμάτων κρατύνας. ἐγὼ δὲ ἐσπούδασα ἀγαγεῖν σε μετ’ ἐμοῦ δυοῖν ἕνεκα· ἵνα μή κατὰ μόνας ὁ βασιλεὺς λαβών σε τιμωρήσηται ἐφ’ ᾧ οὐ τὰ καταθύμια αὐτῷ ἐφθέγξω,2 καὶ ἵνα τὴν χάριν ταύτην, ἣν σήμερον εἰργάσω, ἀνταμείψωμαι. τίς δὲ ἡ ἀντάμειψις; τὸ ὑποδεῖξαί σοι ἐκκλῖναι τῆς πονηρᾶς ὁδοῦ καὶ ὀλισθηρᾶς ἣν ὥδευσας ἕως νῦν, πορευθῆναι δὲ τὴν εὐθεῖαν καὶ σωτήριον τρίβον, ἣν οὐκ ἀγνοῶν, ἀλλ’ ἐθελοντὶ κακουργῶν, ἐξέφυγες, βαράθροις καὶ κρημνοῖς ἀνομίας σεαυτὸν κατακρημνίσας. σύνες οὖν, ὦ Ναχώρ, συνετὸς ὤν, καὶ προθυμήθητι τὸν Χριστὸν μόνον καὶ τὴν παρ’ αὐτῷ κρυπτομένην ζωὴν κερδᾶναι, τῶν ῥεόντων τούτων καὶ φθειρομένων ὑπεριδών. οὐ γὰρ τὸν πάντα ζήσῃ αἰῶνα· ἀλλά, θνητὸς ὤν, ἀπελεύσῃ ὅσον οὔπω,3 καθὼς καὶ οἱ πρὸ σοῦ πάντες. Καὶ οὐαί σοι, εἰ τὸν βαρὺν φόρτον τῆς ἁμαρτίας ἐπιφερόμενος ἀπελεύσῃ ἐκεῖ ὅπου κρίσις δικαία καὶ ἀνταπόδοσις τῶν ἔργων ἐστί, καὶ μὴ ἀπορρίψῃς τοῦτον, ῥᾳδίας οὔσης τῆς ἀποθέσεως. Ὁ Ναχὼρ τοίνυν, κατανυγεὶς τὴν ψυχὴν ἐπὶ τοῖς λόγοις τούτοις, ἔφη· Καλῶς εἶπας, ὦ βασιλεῦ, καλῶς. οἶδα γὰρ κἀγὼ τὸν ἀληθινὸν καὶ ἀψευδῆ Θεόν, δι’ οὗ τὰ πάντα γέγονε, καὶ τὴν μέλλουσαν κρίσιν ἐπίσταμαι, ἀπὸ πολλῶν Γραφικῶν ῥημάτων ταύτην ἀκηκοώς· ἀλλ’ ἡ πονηρὰ συνήθεια καὶ ἡ τοῦ παλαιοῦ ἐπήρεια πτερνιστοῦ

今日、お前が真理の擁護者となり、汚らわしい言葉と狡猾な偽善によって自らの唇を汚すことなく、むしろ多くの汚れから唇を清め、偽りの名を持つ神々の迷妄を論駁し、キリスト教の教義の真理を強固にしたからである。私がお前を自分とともに連れてくるよう努めたのは、二つのことのためであった。王がお前を人知れず捕らえて、その望みどおりに発言しなかったことのゆえにお前を処罰することがないためであり、また今日お前が果たしたこの恩恵に報いるためである。ではその報いとは何か。それは、お前がこれまで歩んできた邪悪で滑りやすい道を避け、無知からではなく自ら進んで悪事を行い、不法の深みと崖に自らを投げ落として逃れ去った、真直ぐで救いに至る小道を歩むようお前に指し示すことである。それゆえナホルよ、分別ある者として悟り、これら流れ去り滅びゆくものを見下して、キリストのみを、そしてキリストのもとに隠されている生命を獲得するよう励め。お前は未来永劫生きるわけではない。そうではなく、可死の者として、お前の前のすべての者たちと同様に、今にも世を去るであろう。そして、罪の重荷を背負ったまま、公正な裁きと行いの報いがあるかの場所へ去り、重荷を捨てるのが容易であるにもかかわらずこれを投げ捨てないなら、お前には災いがある」。そこでナホルは、これらの言葉に魂を打たれ、言った。「王よ、よくぞ仰いました、まことによくぞ。なぜなら私も、万物がそれによって造られた真実にして偽りなき神を知っており、来るべき裁きも心得ております。多くの聖書の言葉からこれを聞いて知っているからです。しかし、悪しき習慣と、古き躓かせる者の害意とが……」

構文注3 件
  1. 28.255ἀλλ’ ἢ

    否定辞(μὴ δυνάμενοι)の直後で用いられ、「〜のほかは…ない」「〜を除いては(except)」を意味する慣用連語。ここでは ἀντιλέγειν の目的語または内的対格的な名詞句(σαθρά τινα καὶ οὐδαμινὰ λογίδια)を導いている。

  2. 28.257ἐφ’ ᾧ οὐ τὰ καταθύμια αὐτῷ ἐφθέγξω

    ἐφ’ ᾧ はここでは条件(「〜という条件で」)ではなく、理由を表す接続詞的用法(「〜という理由で」「〜だからといって」)として機能し、直前の τιμωρήσηται の根拠節を導いている。

  3. 28.257ὅσον οὔπω

    直訳すると「まだない程度に」だが、「今にも」「間もなく(very soon)」を意味する確立された副詞的慣用連語。ここでは未来動詞 ἀπελεύσῃ を修飾し、死の切迫を強調している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:28.255-28.257