- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:24.207-24.210
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
王は息子ヨサファトが異国の神に帰依したことを激しく責め立て、神々の怒りを警告して偶像への復帰を促すが、ヨサファトは恐れることなく信仰を告白し、キリストによる受肉と救済の真理を宣言する。
τὸ φῶς τε περιῆρας τῶν ὀφθαλμῶν μου καὶ τὴν τῶν ἐμῶν νεύρων ἐξέκοψας ἰσχύν· φόβος γὰρ ὃν ἐφοβούμην περὶ σοῦ ἦλθέ μοι,1 καὶ ὃν ἐδεδοίκειν συνήντησέ μοι. καὶ γέγονας τῶν ἐχθρῶν μου ἐπίχαρμα καὶ τῶν ὑπεναντίων μου κατάγελως. ἀπαιδεύτῳ φρενὶ καὶ νηπιώδει γνώμῃ τοῖς τῶν ἀπατεώνων ῥήμασιν ἐξακολουθήσας, καὶ τὴν βουλὴν τῶν κακοφρόνων τῆς ἐμῆς προκρίνας βουλῆς, καὶ τῶν ἡμετέρων θεῶν τὸ σέβας καταλιπών, ἀλλοτρίῳ ἐλάτρευσας Θεῷ. ἵνα τί, τέκνον, ταῦτα πεποίηκας; καὶ ὃν ἤλπιζον ἐν πάσῃ ἐκτρέφειν ἀσφαλείᾳ καὶ τοῦ γήρως ἔχειν βακτηρίαν καὶ ἰσχύν, διάδοχόν τε ἄριστον καταλιμπάνειν τῆς βασιλείας, τὰ τῶν ἐχθρῶν οὐκ ᾐδέσθης καὶ πολεμίων ἐνδείξασθαι εἰς ἐμέ;2 οὐκ ἔδει σε ἐμοὶ μᾶλλον πείθεσθαι καὶ τοῖς ἐμοῖς ἕπεσθαι δόγμασιν, ἢ τοῦ δολίου καὶ σαπροῦ γέροντος εἴκειν ταῖς φληνάφοις μωρολογίαις, τοῦ πικράν σοι ἀντὶ τῆς γλυκείας ὑποθεμένου ζωήν, καὶ ἀντὶ τῆς ποθεινοτάτης τρυφῆς τὴν σκληρὰν καὶ τραχεῖαν ὁδεύειν ὁδόν, ἣν ὁ τῆς Μαρίας Υἱὸς ἰέναι προτρέπεται, οὐ δέδοικας δὲ τῶν μεγίστων θεῶν τὴν ὀργήν, μὴ κεραυνῷ σε βαλοῦσιν, ἢ σκηπτῷ θανατώσουσιν, ἢ χάσματι γῆς καταποντίσουσιν,3 ἀνθ’ ὧν τοὺς τοσαῦτα ἡμᾶς εὐηργετηκότας καὶ διαδήματι βασιλείας κατακοσμήσαντας, καὶ ἔθνη πολυάνθρωπα ὑποτάξαντας, καὶ σὲ παρ’ ἐλπίδα δι’ εὐχῆς ἐμῆς καὶ δεήσεως γεννηθῆναι καὶ τοῦ γλυκυτάτου μετέχειν φωτὸς τούτου παρασκευάσαντας, παρωσάμενος καὶ ἐξουθενήσας, τῷ ἐσταυρωμένῳ προσεκολλήθης, ταῖς ματαίαις ἐλπίσι τῶν αὐτοῦ θεραπόντων φενακισθείς, καινούς τινας μυθολογούντων αἰῶνας καὶ νεκρῶν σωμάτων ἀνάστασιν ληρούντων, καὶ ἄλλα μυρία πρὸς ἀπάτην τῶν ἀνοήτων παρεισαγόντων; ἀλλά γε νῦν, φίλτατε υἱέ, εἴ τι μοι πείθῃ τῷ πατρί, μακρὰν τοῖς μακροῖς τούτοις λήροις χαίρειν εἰπών,4 θῦσον προσελθὼν τοῖς εὐμενέσι θεοῖς, ἑκατόμβαις τε αὐτοὺς καὶ σπονδαῖς ἐκμειλιξώμεθα, ἵνα συγγνώμην σοι τοῦ πταίσματος παράσχοιντο· δυνατοὶ γάρ εἰσι καὶ ἰσχύοντες εὐεργετεῖν τε καὶ τιμωρεῖσθαι, καί σοι παράδειγμα τῶν λεγομένων, ἡμεῖς οἱ δι’ αὐτῶν εἰς ταύτην τὴν ἀρχὴν προελθόντες, καὶ χάριτας αὐτοῖς τῆς εὐεργεσίας, τάς τε πρὸς τοὺς σεβομένους τιμὰς καὶ τὰς πρὸς τοὺς μὴ πειθομένους αὐτοῖς θύειν κολάσεις παρέχοντες. Πολλὰς οὖν τοιαύτας βαττολογίας τοῦ βασιλέως διεξελθόντος, τὰ μὲν ἡμέτερα διακωμῳδοῦντος καὶ διαβάλλοντος, τὰ τῶν εἰδώλων δὲ ἐγκωμιάζοντος καὶ ἐπαινοῦντος, ἰδὼν ὁ θειότατος νεανίας ὡς οὐκ ἔτι δεῖται τὸ πρᾶγμα γωνίας καὶ ἐπικρύψεως, ἀλλὰ λυχνίας καὶ περιωπῆς, μᾶλλον ὥστε φανερὸν ἅπασι καταστῆναι, παρρησίας καὶ θάρσους ὑποπλησθείς, ἔφη. Ὅ μοι πέπρακται, δέσποτα, οὐκ ἂν ἀρνηθείην. τὸ σκότος ἐξέφυγον, τῷ φωτὶ προσδραμών· καὶ τὴν πλάνην ἀπέλιπον, τῇ ἀληθείᾳ οἰκειωθείς·
そなたは我が両目の光を奪い去り、我が筋骨の力を断ち切った。私がそなたのことで抱いていた恐れが我が身に臨み、危惧していたことが我が身に降りかかったのだ。そなたは我が敵どもの嘲笑の的、反対者どもの物笑いの種となった。愚かな知慮と稚気じみた分別からペテン師どもの言葉に従い、悪意ある者たちの計略を私の策よりも重んじ、我らが神々への崇敬を捨て去って、異国の神に仕えたのだ。なぜ、子よ、このようなことをしたのか。私が万全の安全のもとで育て上げ、老齢の杖とし力とし、王国の最善の後継者として残そうと望んでいたそなたが、私に対して敵や仇敵の振る舞いを示すことを恥ずかしいとは思わなかったのか。甘美な生の代わりに苦難の生を提案し、最も望ましい歓楽の代わりに、マリアの子が進むよう勧めているあの険しく険阻な道を歩ませようとする、あの狡猾で腐れ切った老人のくだらぬ戯言に屈するよりは、むしろ私に従い、我が命じる定めを追うべきではなかったのか。そなたは最高神々の怒りを恐れぬというのか。我々にこれほどの恩恵を施し、王冠をもって飾り立て、無数の民を服従させ、そなたが私の祈りと懇願によって思いがけず生れ、この至極甘美な光にあずかるよう取り計らってくださった神々を排斥し見下げて、十字架にかけられた者にすがりつき、新たな時代について神話めいたことを語り、死者の肉体の復活についてたわ言を述べ、愚民の欺瞞のために無数の作り事を持ち込む彼の召使らの空虚な希望に惑わされたそなたを、神々が雷で撃ち、あるいは落雷で死に至らしめ、あるいは大地の裂け目に沈めてしまいはせぬかと危惧せぬのか。されど今からでも、最愛の息子よ、父である私の言うことを少しでも聞き入れるなら、この長々しい戯言にきっぱりと暇を告げ、近づいて恵み深き神々に犠牲を捧げよ。百牛の生贄と献酌によって神々を宥めようではないか、彼らがそなたの過ちを赦してくださるように。神々は恩恵を施すことも罰することもでき、力ある方々なのだ。この語られていることの証拠は、神々によってこの主権へと進み出、その恩恵に対する感謝として、神々を崇める者たちには栄誉を与え、神々に犠牲を捧げることに従わぬ者たちには処罰を下している我ら自身である」。このように王が、我らの教えを揶揄し中傷する一方で、偶像の側の事柄を称賛し褒めちぎる多くの無駄話を述べ立てたところ、この上なく神聖な青年は、事態がもはや片隅や隠蔽を必要としているのではなく、むしろすべての者に明らかとなるよう、燭台や物見台を必要としているのを見て、率直な確信と勇気に満たされて言った。「主君よ、私が行ったことを私は否定いたしません。私は光へと駆け寄ることで闇を逃れ、真理と親しく交わることで迷妄を捨て去りました。
καὶ τοῖς δαίμοσιν ἀποταξάμενος, Χριστῷ συνεταξάμην, τῷ τοῦ Θεοῦ καὶ Πατρὸς Υἱῷ καὶ Λόγῳ, οὗ τῷ ῥήματι παρήχθη τὸ πᾶν ἐκ μὴ ὄντων, ὃς καί, τὸν ἄνθρωπον ἐκ χοὸς διαπλάσας, ζωτικὴν ἐνεφύσησε πνοήν, ἐν παραδείσῳ τε τῆς τρυφῆς ἔθετο διαιτᾶσθαι, παραβάντα δὲ τὴν ἐντολὴν αὐτοῦ καὶ τῷ θανάτῳ ὑπόδικον γενόμενον, τῇ ἐξουσίᾳ τε τοῦ δεινοῦ κοσμοκράτορος ὑπαχθέντα,5 οὐκ ἀπέστη πάντα ποιῶν πρὸς τὴν ἀρχαίαν βουλόμενος ἐπαναγαγεῖν τιμήν. διὸ αὐτὸς ὁ πάσης τῆς κτίσεως ποιητὴς καὶ τοῦ ἡμετέρου γένους δημιουργὸς ἄνθρωπος ἐγένετο δι᾽ ἡμᾶς καὶ ἐπὶ γῆς ἐλθὼν ἐκ Παρθένου ἁγίας τοῖς ἀνθρώποις συνανεστρέφετο, καὶ ὑπὲρ ἡμῶν τῶν ἀγνωμόνων οἰκετῶν ὁ Δεσπότης θάνατον κατεδέξατο καὶ θάνατον τὸν διὰ σταυροῦ, ὅπως λυθῇ τῆς ἁμαρτίας ἡ τυραννίς, ὅπως ἡ προτέρα καταδίκη ἀναιρεθῇ, ὅπως ἀνοιγῶσι πάλιν ἡμῖν αἱ οὐρανοῦ πύλαι. ἐκεῖ γὰρ τὴν φύσιν ἡμῶν ἀνήγαγε καὶ ἐπὶ θρόνου δόξης κεκάθικε, βασιλείαν τε τὴν ἀτελεύτητον ἐδωρήσατο τοῖς αὐτὸν ἀγαπῶσι
そして悪魔らと決別して、キリストに自らを連ねました。神にして父の御子であり言葉であられ、その言によって万物が無から生じせしめられた方、泥から人間を形作って命の息を吹き入れ、歓喜の楽園に住まわせ、人間がその戒めを破って死の定めに服し、恐るべきこの世の支配者の権力下に置かれたときにも、かつての栄誉へと立ち返らせようと望んで、あらゆることを行うのをやめられなかったあの方です。それゆえ、全被造物の創造者にして我ら人類の作り主であられるその方ご自身が、我らのために人となり、聖なる処女から地に来たり給うて人々とともに生活され、不実な召使である我らのために、主であられるその方が死を、それも十字架による死を受け入れられたのです。それは罪の圧政が解かれ、先なる宣告が無効とされ、天の門が我らに再び開かれるためでした。実にその方は我らの本性をあそこへと引き上げ、栄光の玉座に座せしめ、ご自身を愛する者たちに終わりなき王国を賜ったのです。
- 24.207φόβος γὰρ ὃν ἐφοβούμην περὶ σοῦ ἦλθέ μοι, καὶ ὃν ἐδεδοίκειν συνήντησέ μοι
関係代名詞 ὃν はそれぞれ先行詞 φόβος に呼応する同族対格(cognate accusative)の用法である。旧約聖書『ヨブ記』3章25節(φόβος γὰρ ὃν ἐφρόντισα, ἦλθέ μοι)を踏まえた表現で、主節の主語 φόβος に対して関係代名詞が目的語として受けている。
- 24.207ὃν ἤλπιζον ἐν πάσῃ ἐκτρέφειν ἀσφαλείᾳ καὶ τοῦ γήρως ἔχειν βακτηρίαν καὶ ἰσχύν, διάδοχόν τε ἄριστον καταλιμπάνειν τῆς βασιλείας, τὰ τῶν ἐχθρῶν οὐκ ᾐδέσθης καὶ πολεμίων ἐνδείξασθαι εἰς ἐμέ
対格関係代名詞 ὃν は不定詞句(ἐκτρέφειν, ἔχειν, καταλιμπάνειν)の意味上の目的語としてヨサファトを指して文頭に置かれているが、主節の主語が二人称(ᾐδέσθης)へと転換し、文末の εἰς ἐμέ(私に対して)と呼応することで文構造に破格(anacoluthon)が生じている。「私が〜育てようと期待していたそなたが、私に対して敵の振る舞いを示すことを恥じないのか」という意味関係を表現している。
- 24.208μὴ κεραυνῷ σε βαλοῦσιν, ἢ σκηπτῷ θανατώσουσιν, ἢ χάσματι γῆς καταποντίσουσιν
恐怖を表す動詞(δέδοικας)に後続する懸念節において、接続法ではなく直説法未来(βαλοῦσιν, θανατώσουσιν, καταποντίσουσιν)が用いられている。事態が実際に生起する現実性や切迫した確実性を話し手(王)が強調する語法である。
- 24.208μακρὰν τοῖς μακροῖς τούτοις λήροις χαίρειν εἰπών
χαίρειν λέγω(+与格)は「〜に別れを告げる、退ける、断ち切る」を意味する慣用句。ここでは副詞 μακράν(遥かに、きっぱりと)および同根語的な形容詞 τοῖς μακροῖς(長々しい)と組み合わされ、語頭音の響きを利かせつつ「長大な戯言に完全に暇を告げて」の意を表す。
- 24.210παραβάντα δὲ τὴν ἐντολὴν αὐτοῦ καὶ τῷ θανάτῳ ὑπόδικον γενόμενον, τῇ ἐξουσίᾳ τε τοῦ δεινοῦ κοσμοκράτορος ὑπαχθέντα
3つの対格分詞(παραβάντα, γενόμενον, ὑπαχθέντα)は、先行する τὸν ἄνθρωπον を意味上の被修飾語としている。「人間が戒めを破り、死の罰を受け、この世の支配者の下に置かれた(ときにも)」という譲歩・時を表す副詞的分詞として、後続の主節動詞 οὐκ ἀπέστη(やめられなかった)へと統語的にかかっている。
