- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:23.201-23.203
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
修道士は王の偽善を暴いて回心を迫り、バルラアムの引き渡しを拒んで殉教の覚悟を告げる。激怒した王は過酷な拷問を命じ、17人の修道士たちは勇敢に手足を切断され殉教を遂げる。
ἡνίκα δὲ κατάσχωσί τι τῶν θηρευομένων, βιαίως αὐτῶν τοῦ στόματος τὸ θηρευθὲν ἀφαρπάζει· οὕτω δὴ καὶ σύ, πολλοὺς θέλων ἔχειν τοὺς φόρους σοι καὶ τέλη ἐκ γῆς καὶ θαλάσσης κομίζοντας, λέγεις μὲν τῆς αὐτῶν φροντίζειν σωτηρίας, ἀπώλειαν δὲ αὐτοῖς προξενῶν αἰώνιον, πρὸ δὲ πάντων σεαυτῷ, ἵνα μόνον σοι ὁ σκυβάλων καὶ σαπριῶν ἀχρηστότερος βρίθοιτο πλοῦτος, λέληθας σκότος ἀντὶ φωτὸς κατέχων.1 ἀλλ’ ἀνάνηψον τοῦ καταχθονίου ὕπνου τούτου, διάνοιξόν σου τοὺς μεμυκότας ὀφθαλμούς, καὶ ἴδε τὴν περιλάμπουσαν πᾶσι τοῦ Θεοῦ ἡμῶν δόξαν· καὶ σύ ποτε σεαυτοῦ γενοῦ·2 Σύνετε γάρ, ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροί ποτε φρονήσατε, φησὶν ὁ προφήτης· σύνες ὅτι οὐκ ἔστι θεός, πλὴν τοῦ Θεοῦ ἡμῶν, καὶ οὐκ ἔστι σωτηρία, εἰ μὴ ἐν αὐτῷ. Ὁ δὲ βασιλεύς· Τῆς μωρᾶς σου ταύτης φλυαρίας παυσάμενος, τὸν Βαρλαὰμ αὐτίκα μοι ὑπόδειξον, ἢ πειρασθήσῃ κολαστηρίων ὀργάνων, ὧν οὐδέποτε πεῖραν εἴληφας. ὁ μεγαλόφρων οὖν καὶ γενναιότατος ἀσκητὴς καὶ τῆς οὐρανίου φιλοσοφίας ἐραστὴς κατ’ οὐδένα τρόπον ταῖς τοῦ βασιλέως ἀπειλαῖς μετετρέπετο· ἀλλ’ ἀτρέμας ἑστὼς ἔλεγεν· Οὐ τὰ παρὰ σοῦ θεσπιζόμενα ποιεῖν, ὦ βασιλεῦ, προστετάγμεθα, ἀλλὰ τὰ παρὰ τοῦ Δεσπότου ἡμῶν καὶ Θεοῦ κεκελευσμένα, ὃς σωφροσύνην ἡμᾶς ἐκδιδάσκει τοῦ πασῶν τῶν ἡδονῶν καὶ ἐπιθυμιῶν κρατεῖν, καὶ ἀνδρείαν ἐξασκεῖν, ὥστε πάντα πόνον καὶ πᾶσαν κάκωσιν ὑπὲρ τῆς δικαιοσύνης ὑπομένειν. ὅσα γοῦν ἐπάξεις ἡμῖν ὑπὲρ τῆς εὐσεβείας δεινὰ μᾶλλον εὐεργετήσεις.3 ποίει οὖν ὃ βούλει· ἡμεῖς γὰρ ἔξω τοῦ καθήκοντος πρᾶξαί τι οὐκ ἀνεξόμεθα, οὐδὲ ἁμαρτίᾳ ἑαυτοὺς ἐκδώσομεν. μὴ μικρὰν γὰρ ταύτην νομίσῃς ἁμαρτίαν, εἰ τὸν συναγωνιστὴν ἡμῶν καὶ συστρατιώτην εἰς τὰς σὰς προδώσομεν χεῖρας. ἀλλ’ οὐ γὰρ γελάσεις καθ’ ἡμῶν τὸν γέλωτα τοῦτον, κἂν μυρίοις ἡμᾶς περιβάλῃς θανάτοις· οὐχ οὕτως γὰρ ἡμεῖς ἄνανδροι, ὡς φόβῳ τῶν σῶν βασάνων τὴν ἡμετέραν προδοῦναι φιλοσοφίαν, καὶ ἀνάξιόν τι δρᾶσαι τῆς θείας νομοθεσίας. πρὸς ταῦτα πᾶν, εἴ τι γινώσκεις, ἀμυντήριον εὐτρέπιζε ὄργανον· ἡμῖν γὰρ τὸ ζῆν Χριστός ἐστι, καὶ τὸ θανεῖν ὑπὲρ αὐτοῦ κέρδος ἄριστον. Ἐπὶ τούτοις θυμῷ ἐξαφθείς, ὁ κρατῶν ἐκέλευσε τὰς μὲν θεολόγους αὐτῶν ἐκκοπῆναι γλώσσας ἐξορυχθῆναι δὲ τοὺς ὀφθαλμούς, χεῖράς τε ὁμοῦ ἀποτμηθῆναι καὶ πόδας. τῆς δ’ ἀποφάσεως δοθείσης, οἱ μὲν ὑπασπισταὶ περιστάντες αὐτοῖς καὶ δορυφόροι μισανθρώπως καὶ ἀνηλεῶς ἠκρωτηρίαζον·
しかし獲物のどれかを捕らえるや、その口から捕獲されたものを乱暴に奪い取る。まさにそのようにあなたも、陸からも海からも貢納と税をあなたのもとにもたらす者を多く持ちたいと欲しながら、彼らの救いを心にかけていると言いながら、彼らに、そして何よりも自分自身に永遠の滅びをもたらしている。それはただ塵芥や腐物よりも無益な富があなたのもとに積み重なるためであり、あなたは光の代わりに闇を抱えていることに気づいていないのだ。だが、この冥府の眠りから覚め、閉ざされた目を開き、すべての者に照り輝いている私たちの神の栄光を見よ。そしてあなたも、いつか正気を取り戻すがよい。『民の中の愚かな者どもよ、悟れ。愚か者どもよ、いつか思慮を持て』と預言者は言っている。私たちの神のほかに神はなく、神のうちにしか救いはないことを悟れ。」 王は言った。「お前のこの愚かな戯言をやめ、直ちにバルラアムを私に示せ。さもなくば、かつて経験したこともない拷問の責め具を味わうことになるぞ。」しかし、気高く極めて勇敢な苦行者であり、天の知恵を愛するその人は、決して王の脅しに屈することはなかった。むしろ平然と立ちつくして言った。「王よ、私たちはあなたから命じられたことを行うよう命じられているのではなく、私たちの主であり神である方から命じられたことを行うよう命じられているのです。その方は、あらゆる快楽と欲望を制する節制を、そして義のためにあらゆる労苦とあらゆる苦難を耐え忍ぶ勇気を行使することを私たちに教えておられます。敬虔のためにあなたが私たちに課す苦難がどれほど多くとも、それだけいっそうあなたは私たちに善をもたらすことになります。だからあなたの望むことを行いなさい。私たちは義務を外れて何かを行うことに耐えることはなく、自らを罪に引き渡すこともありません。私たちの共に闘う仲間であり戦友である者をあなたの手に引き渡すなら、これを小さな罪と思ってはなりません。しかし、あなたが私たちを無数の死に遭わせようとも、私たちを嘲ってこのような笑いを漏らすことは決してないでしょう。あなたの拷問の恐怖ゆえに私たちの哲学を裏切り、神の法にふさわしからぬことを行うほど、私たちは臆病ではないからです。これらに対して、何か知っている拷問具があるなら、すべて備えるがよい。私たちにとって生きることはキリストであり、主のために死ぬことは最上の利益なのですから。」これに対して激怒した支配者は、彼らの神を語る舌を切り落とし、目を抉り出し、手と足をともに切り落とすよう命じた。判決が下されると、近衛兵や護衛兵たちは彼らを取り囲み、残酷にも情け容赦なく手足を切断した。
καὶ τὰς μὲν γλώσσας ὀγκινίσκοις τῶν στομάτων ἐξελκύσαντες, θηριωδῶς ἀπέτεμνον, τοὺς ὀφθαλμοὺς δὲ σιδηροῖς ἐξώρυττον ὄνυξιν, ἀρθρεμβόλοις δὲ ὀργάνοις τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας ἐξαρθροῦντες ἀπέτεμνον. οἱ δὲ μακάριοι ἐκεῖνοι καὶ αἰδήμονες καὶ γενναῖοι τὸν λογισμόν, ὡς πρὸς εὐωχίαν καλούμενοι, ἀνδρείως προσήρχοντο ταῖς βασάνοις, ἀλλήλους παραθήγοντες καὶ πρὸς τὸν διὰ Χριστὸν θάνατον ἀφόβως χωροῦντες. Ἐν τοιαύταις οὖν πολυειδέσι τιμωρίαις τὰς καρτερικὰς αὐτῶν ψυχὰς τῷ Κυρίῳ παρέθεντο οἱ ἱεροὶ ἀσκηταί, ἑπτακαίδεκα τὸν ἀριθμὸν τελοῦντες.4 ὁμολογουμένως οὖν αὐτοκράτωρ ἐστὶ τῶν παθῶν ὁ εὐσεβὴς λογισμός, καθάπερ τις τῶν οὐχ ἡμετέρων ἔφησεν, ἄθλους διηγούμενος πρεσβύτου ἱερέως καὶ παίδων ἑπτὰ σὺν ὁμόφρονι μητρί, τοῦ πατρῴου ὑπεραθλησάντων νόμου, ὧν τῆς καρτερίας καὶ μεγαλοψυχίας οὐδὲν καθυστέρησαν οἱ θαυμάσιοι οὗτοι πατέρες καὶ τῆς ἄνω Ἱερουσαλὴμ πολῖται καὶ κληρονόμοι.
そして舌を鉤具で口から引きずり出して野獣のように切り落とし、目を鉄の鉤爪で抉り出し、関節を外す器具で彼らの手と足を脱臼させて切り落とした。しかし、かの祝福された慎み深く思慮において勇敢な者たちは、まるで祝宴に招かれたかのように、勇敢に拷問へと進み出て、互いを励まし合いながら、キリストのための死へと恐れることなく向かっていった。こうしてこのような様々な刑罰の中で、神聖な苦行者たちは、その数十七人に達し、忍耐強い魂を主へと委ねたのである。それゆえ、私たちの仲間ではないある者が、先祖伝来の律法のために戦い抜いた老司祭と七人の息子たち、そして同じ思いの母親の勲功を語りながら言ったように、「信心深き理性は情念の支配者である」ということは万人の認める通りである。これらの驚くべき父たち、天上のエルサレムの市民であり相続人である彼らは、その忍耐と気高さにおいて彼らに何ら劣るところがなかったのである。
- 23.201λέληθας σκότος ἀντὶ φωτὸς κατέχων
λανθάνω に分詞(κατέχων)が後続する構文で、「知らず知らずのうちに〜している」「自分では気づかずに〜を持っている」を表す。直説法完了の λέληθας は現在の状態(「気づかないでいる」)を示し、主語自身が光ではなく闇を握りしめている状態を自覚していないことを意味する。
- 23.201σεαυτοῦ γενοῦ
γίγνομαι に所有・所属の属格(σεαυτοῦ)が組み合わさった慣用表現で、「自分自身のものとなる」、すなわち「正気を取り戻す」「自制心を取り戻す」を意味する。
- 23.202ὅσα γοῦν ἐπάξεις ἡμῖν ὑπὲρ τῆς εὐσεβείας δεινὰ μᾶλλον εὐεργετήσεις
関係詞節(ὅσα ... δεινά)と主節の比較級副詞(μᾶλλον)との相関関係。主節側の対応副詞(τοσούτῳ)が省略されており、「敬虔のためにあなたが私たちに課す苦難がどれほど多くとも、それだけいっそう(それに応じて)あなたは私たちに善をもたらすことになる」という比例・対比の構造をとる。
- 23.203ἑπτακαίδεκα τὸν ἀριθμὸν τελοῦντες
τελέω は数を表す語句とともに用いられて「〜(の数)に達する」「〜に数えられる」という意味を表す。τὸν ἀριθμόν は限定・観点の対格(「数において」)であり、修道士たちの総数が17名であったことを示す。
