- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:21.187-21.189
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
王子は師バルラアムとの別れを激しく悲しみ、自分を真理の救いへと導いてくれた恩恵に感謝する。バルラアムは王子を神に委ねる祈りを捧げて祝福し、喜びに満ちて宮殿を去る。
Ὁ δὲ τοῦ βασιλέως υἱός, δάκρυσι συγκεχυμένος, ἠνιᾶτο καὶ ἤσχαλλε, φιλοστόργου πατρὸς καὶ διδασκάλου ἀρίστου ἀπολειφθῆναι μὴ ἀνεχόμενος· Καὶ τίς μοι, φησίν, ὦ πάτερ, τὴν σὴν πληρώσει τάξιν; ὑπὸ τίνι δὲ ἐγὼ τοιούτῳ ποιμένι καὶ ὁδηγῷ ψυχικῆς σωτηρίας γενήσομαι; τί τοῦ σοῦ παραμύθιον ποιήσομαι πόθου;1 ἰδοὺ γὰρ ἐμὲ τὸν πονηρὸν δοῦλον καὶ ἀποστάτην τῷ Θεῷ προσήγαγες, καὶ εἰς υἱοῦ καὶ κληρονόμου κατέστησας τάξιν, καὶ τὸν ἀπολωλότα καὶ ὀρειάλωτον, τὸν παντὶ θηρίῳ ἕτοιμον εἰς βοράν, ἐζήτησας, καὶ τοῖς ἀπλανέσι κατέμιξας Θεοῦ προβάτοις· καὶ ἔδειξάς μοι τὴν ἐπίτομον τῆς ἀληθείας ὁδόν, ἐξαγαγών με τοῦ σκότους καὶ τῆς σκιᾶς τοῦ θανάτου, καί, τοὺς πόδας μου μεταγαγὼν ἐκ τῆς ὀλισθηρᾶς καὶ θανατηφόρου καὶ σκολιωτάτης καὶ καμπύλης ἀτραποῦ, μεγάλων καὶ θαυμασίων μοι γέγονας πρόξενος ἀγαθῶν, καὶ ὧν οὐδεὶς ἐξαρκέσειε λόγος τὸ ὑπερέχον διηγήσασθαι.2 μεγάλων καὶ αὐτὸς ὑπὲρ ἐμοῦ τοῦ μικροῦ μετάσχοις τοῦ Θεοῦ δωρεῶν· καὶ τῆς ἐμῆς εὐχαριστίας ὑστέρημα πληρώσαι Κύριος,3 ὁ μόνος νικῶν ταῖς τῶν δωρεῶν ἀντιδόσεσι τοὺς αὐτὸν ἀγαπῶντας. Ὁ δὲ Βαρλαάμ, τῆς θρηνῳδίας αὐτὸν ἐκκόπτων, ἀναστὰς εἰς εὐχὴν ἵστατο, καὶ τὼ χεῖρε εἰς οὐρανοὺς διάρας· Ὁ Θεός, ἔλεγε, καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ φωτίσας τὰ πρὶν ἐσκοτισμένα, καὶ τὴν ὁρατὴν ταύτην καὶ ἀόρατον κτίσιν ἐκ τοῦ μὴ ὄντος παραγαγών, ὁ τὸ σὸν ἐπιστρέψας πλάσμα καὶ μὴ ἐάσας ἡμᾶς ὀπίσω τῆς ἀφροσύνης ἡμῶν πορεύεσθαι, εὐχαριστοῦμέν σοι, καὶ τῇ σῇ σοφίᾳ καὶ δυνάμει τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, δι᾽ οὗ καὶ τοὺς αἰῶνας ἐποίησας, πεσόντας τε ἡμᾶς ἀνέστησας, καὶ πεπλημμεληκόσι τὰς ἁμαρτίας ἀφῆκας, πλανηθέντας ἐπανήγαγες, αἰχμαλωτισθέντας ἐλυτρώσω, τεθνηκότας ἐζωποίησας τῷ τιμίῳ τοῦ Υἱοῦ σου καὶ δεσποτικῷ αἵματι. σὲ οὖν ἐπικαλοῦμαι, καὶ τὸν μονογενῆ σου Υἱόν, καὶ τὸ πανάγιόν σου Πνεῦμα· ἔπιδε ἐπὶ τὸ λογικόν σου πρόβατον τοῦτο, τὸ προσελθὸν δι’ ἐμοῦ τοῦ ἀναξίου εἰς θυσίαν σοι, καὶ ἁγίασον αὐτοῦ τὴν ψυχὴν τῇ σῇ δυνάμει καὶ χάριτι· ἐπίσκεψαι τὴν ἄμπελον ταύτην τὴν φυτευθεῖσαν διὰ τοῦ Ἁγίου σου Πνεύματος, καὶ δὸς αὐτὴν καρποφορῆσαι καρπὸν δικαιοσύνης· ἐνίσχυσον αὐτόν, βεβαιῶν ἐν αὐτῷ τὴν διαθήκην σου, καὶ ἐξελοῦ τῆς ἀπάτης τοῦ διαβόλου. τῇ σοφίᾳ τοῦ ἀγαθοῦ σου Πνεύματος δίδαξον αὐτὸν ποιεῖν τὸ θέλημά σου, καὶ τὴν βοήθειάν σου μὴ ἀφέλῃς ἀπ’ αὐτοῦ, ἀξιῶν σὺν ἐμοὶ τῷ ἀχρείῳ σου οἰκέτῃ τῶν ἀτελευτήτων σου ἀγαθῶν κληρονόμον γενέσθαι, ὅτι εὐλογητὸς εἶ καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας. ἀμήν. Τελέσας δὲ τὴν εὐχὴν καὶ ἐπιστραφείς, κατησπάσατο τὸ τέκνον ἤδη τοῦ ἐπουρανίου Πατρός.
しかし王の子は、涙に暮れ、愛情深き父にして最善の師から引き離されることに耐えられず、深く悲しみ悶えて言った。「父よ、誰が私にとってあなたの代わりを務めてくれましょうか。このような魂の救いの牧者にして導き手たる誰の下に、私は置かれましょうか。あなたを恋い慕う私の思いに、いかなる慰めを見いだせばよいのでしょうか。見よ、あなたは悪しき僕であり背教者であった私を神の御前へと導き、子にして嗣業を継ぐ者の位に就けてくださいました。そして、迷い出て山に捕らわれ、あらゆる野獣の餌食となり果てようとしていた私を探し求め、神の迷いなき羊たちの群れに混ぜ合わせてくださいました。また、私を暗黒と死の陰から連れ出し、真理の近道を指し示してくださいました。そして、滑りやすく致命的で、甚だ険しく曲がりくねった小道から私の足を踏み出させ、私にとって大いにして驚くべき善きもの、いかなる言葉もその卓越さを語り尽くせぬものの仲介者となってくださったのです。卑小な私のゆえに、あなた御自身もまた神の大いなる賜物にあずかられますように。そして、自らを愛する者たちに対して賜物の返礼においてただひとり勝られる主が、私の感謝の不足を満たしてくださいますように。」しかしバルラアムは、彼の哀哭を遮り、立ち上がって祈りの態勢を取り、両手を天に差し伸べて言った。「かつて暗闇にあったものを照らし給うた、 我らの主イエス・キリストの神にして父よ、またこの目に見える被造物と見えざる被造物を無から造り出された方、御自身の被造物を立ち返らせ、我らが自らの愚かさに従い進むのをお見捨てにならなかった方よ、我らはあなたに、そしてあなたの知恵にして力、その方によって諸世をも造られた我らの主イエス・キリストに感謝を捧げます。あなたは倒れた我らを起き上がらせ、罪を犯した我らに過ちを赦し、迷い出た者たちを連れ戻し、捕らわれとなった者たちを贖い、死んでいた者たちを御子の尊く支配的なる血によって生かしてくださいました。それゆえ、私はあなたと、あなたの独り子と、あなたのいと聖なる霊とに祈り求めます。値打ちのない私を通じてあなたへの生贄として進み出た、あなたのこの理性ある羊を顧み、あなたの力と恵みによってその魂を聖別してください。あなたの聖霊によって植えられたこの葡萄の木を顧み、これに義の果実を結ばせてください。彼を強め、彼のうちにあなたの契約を確固たるものとし、悪魔の欺きから救い出してください。あなたの善き霊の知恵によって、彼にあなたの御旨を行うことを教え、あなたの助けを彼から取り去ることなく、無益な僕である私とともに、尽きることのないあなたの善きものの嗣業を継ぐ者にふさわしい者としてください。あなたは世々において賛美され、栄光を受けられる方であるからです。アーメン。」祈りを終えて振り向くと、彼は今や天の父の子となった者を抱擁した。
εἰρήνην τε αὐτῷ ἐπευξάμενος καὶ σωτηρίαν αἰώνιον, ἐξῆλθε τοῦ παλατίου, καὶ ἀπῄει χαίρων καὶ εὐχαριστῶν τῷ Θεῷ, τῷ εὐοδώσαντι τὴν ὁδὸν αὐτοῦ εἰς ἀγαθόν.
そして彼に平和と永遠の救いを祈り求めて宮殿を出ると、自らの道を善へと導き成功させてくださった神に喜び感謝しつつ去って行った。
- 21.187τί τοῦ σοῦ παραμύθιον ποιήσομαι πόθου;
所有形容詞 σός(σοῦ)が目的格的属格の機能を果たしている構造。「あなたの抱く思慕」ではなく「あなたへの慕情、あなたを恋い慕う思い」を表す。名詞 πόθος は対格・目的語の代わりに対象を属格(または所有形容詞)で取るため、「あなたを慕う思いに対するいかなる慰めをなすべきか」の意となる。
- 21.187ὧν οὐδεὶς ἐξαρκέσειε λόγος τὸ ὑπερέχον διηγήσασθαι
関係代名詞 ὧν は先行詞 ἀγαθῶν を受け、中性名詞化された分詞句 τὸ ὑπερέχον(その超越性・卓越さ)に係る部分格・客体格的属格(「それらのものの卓越さ」)。主動詞 ἐξαρκέσειε は ἄν を伴わない可能希求法で能力・可能性を表し(「いかなる言葉も十分であり得ない」)、不定詞 διηγήσασθαι は ἐξαρκέσειε に従属する叙述・限定の不定詞(「語り尽くすには」)として機能している。
- 21.187τῆς ἐμῆς εὐχαριστίας ὑστέρημα πληρώσαι Κύριος
動詞 πληρώσαι は願望の希求法(optative of wish、「満たしてくださいますように」)。名詞 ὑστέρημα は πληρώσαι の対格直接目的語(「不足しているもの・欠損」)であり、τῆς ἐμῆς εὐχαριστίας はその欠損の内容を規定する属格(「私の感謝の不足」)。
