← ダマスコスのイオアン

バルラームとヨアサフ

§21.182-21.183

ザルダンの恐れとバルラアムの旅立ちの予告

ザルダンは王子の信仰を見抜くも自身の恐れを吐露し、王子は失望しつつ彼に沈黙を命じる。翌日、旅立ちを告げたバルラアムを前に王子は悲嘆するが、老人は再会を約束して彼を慰める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§21.182

ὁ δὲ Ζαρδάν· Τί σοι ἔδοξεν, ἔφη, ὦ βασιλεῦ, πειράζειν με τὸν σὸν οἰκέτην; οἶδα κατὰ βάθος εἰσδῦναί σου τῇ καρδίᾳ τοὺς λόγους τοῦ ἀνδρός· εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν αὐτῷ ἡδέως τε καὶ ἀδιαλείπτως ὡμίλεις.1 καί γε ἡμεῖς οὐκ ἀγνοοῦμεν τουτὶ τὸ κήρυγμα· ἀλλ’ ἐξ ὅτου ὁ σὸς πατὴρ διωγμὸν ἄσπονδον κατὰ τῶν Χριστιανῶν ἐξήγειρεν, ἀπηλάθησαν αὐτοὶ τῶν ἐντεῦθεν, καὶ ἐσίγησε τὸ κήρυγμα αὐτῶν. εἰ δὲ νῦν ἀρεστόν σοι τὸ δόγμα κατεφάνη καὶ τὸ σκληρὸν αὐτοῦ καὶ ἐπίπονον ἀναδέξασθαι ἰσχύεις, κατευθυνθείη σου τὰ θελήματα εἰς τὸ ἀγαθόν. ἐγὼ δὲ τί ποιήσω, πρὸς μὲν τὴν τοιαύτην σκληρότητα μηδ’ ἀντοφθαλμῆσαι δυνάμενος, τῷ δὲ φόβῳ τοῦ βασιλέως τὴν ψυχὴν ἐν ὀδύναις καὶ ἀλγηδόσι μεριζόμενος; τί ἀπολογήσομαι αὐτῷ, ἀμελῶς τοῖς αὐτοῦ διατεθεὶς προστάγμασι, καὶ τῷ ἀνδρὶ τούτῳ τῆς πρὸς σὲ παραχωρήσας εἰσόδου; Ἔφη δὲ πρὸς αὐτὸν ὁ τοῦ βασιλέως υἱός· Ἐγὼ μέν, τῆς πολλῆς σου πρός με εὐγνωμοσύνης μηδεμίαν ἄλλην ἀξίαν ἀμοιβὴν γινώσκων, ταύτην καὶ ὑπεραξίαν εὑρηκὼς ἐπ’ εὐεργεσίᾳ τῇ σῇ, κατάδηλον ποιῆσαί σοι τὸ ὑπὲρ φύσιν ἀγαθὸν ἔργον πεποίηκα, τοῦ γνωρίσαι σε2 εἰς ὃ γεγένησαι καὶ τὸν Δημιουργὸν ἐπιγνῶναι ἀπολιπόντα τε τὸ σκότος τῷ φωτὶ προσδραμεῖν·

するとザルダンは言った。「王よ、なぜあなた様の僕である私をお試しになろうとなさるのですか。その男の言葉があなた様の心の深みに浸透したことを、私は存じております。もしそうでなかったなら、あなた様が喜んで、また絶え間なく彼と言葉を交わすはずがなかったからです。そして私たちとても、この教えを知らないわけではありません。しかし、あなた様の父上がキリスト教徒に対する仮借なき迫害を始めて以来、彼らは当地から追い払われ、その教えも沈黙してしまったのです。もし今、あなた様にとってその教義が快いものと見え、その過酷さと辛苦を引き受ける力がおありなら、あなた様の望みが善へと正しく導かれますように。しかし、そのような過酷さを直視することすらできず、王への恐れゆえに魂が苦痛と悲痛に引き裂かれている私は、何をなすべきでしょうか。王の命令をなおざりに扱い、この男にあなた様への面会を許してしまったというのに、王に何と弁明すればよいのでしょうか。」 王の息子は彼に向かって言った。「私は、あなたから私への多大な親愛の情に対して、他のいかなるふさわしい返礼も知らず、あなたの恩義に対してこれこそが過分な報いであると見いだしたからこそ、自然を超えた善をあなたに明示することに努めたのだ。

§21.183

καὶ ἤλπιζον ἅμα τῷ ἀκοῦσαί σε πόθῳ ἀσχέτῳ τούτῳ ἀκολουθῆσαι. ἀλλ’ ἐψεύσθην, καθὼς ὁρῶ, τῆς ἐλπίδος, χλιαρῶς σε βλέπων πρὸς τὰ λαληθέντα διακείμενον. τῷ δὲ βασιλεῖ καὶ πατρί μου εἰ ταῦτα δηλώσεις, οὐδὲν ἕτερον ποιήσεις ἢ μερίμναις αὐτοῦ καὶ λύπαις τὴν ψυχὴν ἀηδίσεις. ἀλλ̓, εἴπερ αὐτῷ εὐγνωμονεῖς, μηδόλως ἄχρι καιροῦ τοῦ προσήκοντος ἀναγγείλῃς τι περὶ τούτων. ταῦτα μὲν πρὸς αὐτὸν λαλήσας, ἐφ’ ὑδάτων ἐδόκει σπείρειν·3 εἰς ψυχὴν γὰρ ἀσύνετον οὐκ εἰσελεύσεται σοφία. Τῇ ἐπαύριον δὲ ὁ Βαρλαὰμ ἐλθὼν τὰ τῆς ἀποδημίας ὡμίλει· ὁ δέ, τὸν τούτου μὴ φέρων χωρισμόν, τὴν ψυχὴν ἠνιᾶτο καὶ δακρύων τοὺς ὀφθαλμοὺς ἐπεπλήρωτο. πολλὰ δὲ ὁ γέρων αὐτῷ διαλεχθείς, καὶ ἀκλόνητον διαμένειν ἐν τῷ ἀγαθῷ μαρτυράμενος, λόγοις τε παρακλητικοῖς στηρίξας αὐτοῦ τὴν καρδίαν, ἱλαρῶς αὐτὸν ἐξαποστεῖλαι ἠξίου· ἅμα δὲ καὶ προέλεγεν οὐκ εἰς μακρὸν αὐτοὺς ἑνοῦσθαι ἑνώσει ἀδιαιρέτῳ.4 ὁ δὲ τοῦ βασιλέως υἱός, μὴ δυνάμενος ἐπὶ πλεῖον κόπους τῷ γέροντι παρέχειν καὶ τῆς ποθουμένης αὐτὸν κωλύειν ὁδοῦ,

それは、あなたが自分が何のために生を受けたのかを知り、創造主を認めて、闇を離れて光へと馳せ寄るためであった。そして私は、あなたがこれを聞くや否や、抑えがたい熱望をもってこれに従うだろうと期待していた。しかし、見るところ私の期待は裏切られた。語られた事柄に対して、あなたが冷淡な態度を取っているのを見るからだ。私の父である王にこれらのことを告げ知らせるなら、あなたは父の魂を心労と悲嘆で不快にする以外のことは何一つなさないであろう。だが、もし真に父を思っているのなら、しかるべき時が来るまで、これらのことについて決して何も告げ知らせてはならない。」 彼に向かってこのように語ったものの、王子は水の上に種を蒔くようなものだと感じていた。知慮なき魂に知恵は入らないからである。翌日、バルラアムがやって来て旅立ちのことを口にした。しかし王子は、彼との別れに耐えられず、心に深い苦しみを覚え、その両目を涙で満たした。老人は王子と多くのことを語り合い、善のうちに揺るぎなく留まるよう厳かに勧め、慰めの言葉をもってその心を強め、朗らかに見送ってほしいと願った。それとともに、遠からず自分たちが分かちがたい結びつきをもって一つになるであろうと予言した。しかし王の息子は、老人にこれ以上の労苦を強いることも、熱望されている旅路を妨げることもできず、

構文注4 件
  1. 21.182εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν αὐτῷ ἡδέως τε καὶ ἀδιαλείπτως ὡμίλεις

    直説法過去を用いた反実仮想条件文。条件節の ἦν は「もしそうでなかったなら(事実はそうである)」という現在の事実に反する継続的状態(または過去の継続的事実)を表し、帰結節の ἄν + 未完了過去 ὡμίλεις は「絶え間なく語り合っているはずがなかった」と、現在まで続いている習慣的・反復的行為に対する反実仮想を表している。

  2. 21.182κατάδηλον ποιῆσαί σοι τὸ ὑπὲρ φύσιν ἀγαθὸν ἔργον πεποίηκα, τοῦ γνωρίσαι σε

    ἔργον πεποίηκα は不定詞 κατάδηλον ποιῆσαι を伴って「~することを務めとした/熱心に努めた」という慣用的な構文を形成する。その後に続く τοῦ γνωρίσαι σε... は属格不定詞句であり、主節の行為の「目的」(~するため)を表している。σε は不定詞 γνωρίσαι の意味上の主語である。

  3. 21.183ἐφ’ ὑδάτων ἐδόκει σπείρειν

    「水の上に種を蒔く」という格言的・慣用的な比喩表現であり、「実を結ばない無駄な努力をする」ことを意味する。主語は文脈上、王子(ὁ τοῦ βασιλέως υἱός)であり、「彼は水の上に蒔いているように思われた(自分自身感じられた)」の意。

  4. 21.183οὐκ εἰς μακρὸν αὐτοὺς ἑνοῦσθαι ἑνώσει ἀδιαιρέτῳ

    動詞 προέλεγεν に導かれる対格不定詞構文(間接話法)。不定詞 ἑνοῦσθαι に対し、意味上の主語は対格 αὐτούς(老人と王子自身)。ἑνώσει ἀδιαιρέτῳ は動詞と同語根の名詞を用いた同族与格(または手段・様態の与格)で、「不可分な結びつきをもって結ばれる」の意を強めている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:21.182-21.183