← ダマスコスのイオアン

バルラームとヨアサフ

§19.164-19.166

受肉と機密およびイコン敬愛の教義

バルラアムは受肉の様態の不可知性、受難と復活、終末の審判、悪の起源が被造物の自由意志と不注意にあることを説き、洗礼と聖体機密、さらにイコンと十字架の敬愛の正統的意義を王子に教示する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§19.164

αἱμάτων ἀσπόρως τε καὶ ἀφθάρτως,1 ἢ τίς ἡ τῶν δύο φύσεων ἐν μιᾷ ὑποστάσει συνέλευσις; πίστει γὰρ ταῦτα ἐδιδάχθημεν κατέχειν τὰ θειώδως ἡμῖν ἐκ τῆς θείας Γραφῆς εἰρημένα· τὸν δὲ τρόπον καὶ ἀγνοοῦμεν καὶ λέγειν οὐ δυνάμεθα. Πίστευε τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν διὰ σπλάγχνα ἐλέους γενόμενον ἄνθρωπον, πάντα τε ἀναδέξασθαι τὰ τῆς ἀνθρωπότητος φυσικὰ καὶ ἀδιάβλητα πάθη ʽἐπείνησε γάρ, καὶ ἐδίψησε, καὶ ὕπνωσε, καὶ ἐκοπίασε, καὶ ἠγωνίασε φύσει τῆς ἀνθρωπότητος, καὶ ὑπὲρ τῶν ἀνομιῶν ἡμῶν ἤχθη εἰς θάνατον, ἐσταυρώθη, καὶ ἐτάφη, θανάτου γευσάμενος, τῆς θεότητος ἀπαθοῦς καὶ ἀτρέπτου διαμεινάσης· οὐδὲν γὰρ ὅλως τῶν παθῶν τῇ ἀπαθεῖ προσάπτομεν φύσει· ἀλλὰ τῷ προσλήμματι γινώσκομεν αὐτὸν παθόντα καὶ ταφέντα, καὶ τῇ θείᾳ δόξῃ ἐκ νεκρῶν ἀναστάντα, ἐν ἀφθαρσίᾳ τε εἰς οὐρανοὺς ἀνεληλυθότα, καὶ ἥξειν πάλιν μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκροὺς οἷς αὐτὸς οἶδε λόγοις θεοειδεστέρου σώματος, καὶ ἀποδώσειν2 ἑκάστῳ τοῖς δικαίοις αὐτοῦ σταθμοῖς. ἀναστήσονται γὰρ οἱ νεκροὶ καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις· καὶ οἱ μὲν τὰς τοῦ Χριστοῦ φυλάξαντες ἐντολὰς καὶ τῇ ὀρθῇ συναπελθόντες πίστει κληρονομήσουσι ζωὴν αἰώνιον, οἱ δ’ ἐν ἁμαρτίαις καταφθαρέντες καὶ τῆς ὀρθῆς ἐκκλίναντες πίστεως εἰς κόλασιν αἰώνιον ἀπελεύσονται. πίστευε μὴ οὐσίαν τινὰ εἶναι τοῦ κακοῦ ἢ βασιλείαν, μηδὲ ἄναρχον αὐτὴν ὑπολάμβανε ἢ παρ’ ἑαυτῆς ὑποστᾶσαν, ἢ παρὰ τοῦ Θεοῦ γενομένην· ἄπαγε τῆς ἀτοπίας·3 ἀλλ’ ἡμέτερον ἔργον τοῦτο καὶ τοῦ διαβόλου, ἐκ τῆς ἡμετέρας ἀπροσεξίας ἐπεισελθὸν ἡμῖν διὰ τὸ αὐτεξουσίους ἡμᾶς γεγενῆσθαι, καὶ αὐτοπροαιρέτῳ βουλήσει τοῦτο ἐκλέγεσθαι, εἴτε ἀγαθόν, εἴτε καὶ φαῦλον. πρὸς τούτοις ὁμολόγει ἓν βάπτισμα ἐξ ὕδατος καὶ Πνεύματος εἰς ἄφεσιν ἁμαρτιῶν. Δέχου καὶ τὴν μετάληψιν τῶν ἀχράντων τοῦ Χριστοῦ μυστηρίων, πιστεύων ἐν ἀληθείᾳ σῶμα καὶ αἷμα ὑπάρχειν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἃ δέδωκε τοῖς πιστοῖς εἰς ἄφεσιν ἁμαρτιῶν. ἐν τῇ νυκτὶ γὰρ ᾗ παρεδίδοτο, διαθήκην καινὴν διέθετο τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις, καὶ δι’ αὐτῶν πᾶσι τοῖς εἰς αὐτὸν πιστεύουσιν, εἰπών· Λάβετε, φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν. ὁμοίως δὲ καὶ τὸ ποτήριον λαβὼν δέδωκεν αὐτοῖς, λέγων· Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό ἐστι τὸ αἷμά μου, τὸ τῆς καινῆς διαθήκης, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν·

血から種なくまた朽ちることなく〔人となられたか〕、あるいは二つの本性の唯一の位格における合一がいかなるものであるかを。なぜなら、神聖な聖書から我らに神的に語られたこれらのことを信仰によって保持するよう我らは教えられたのであり、その様態については知ることもなく、語ることもできないからである。神の子が、憐れみの情ゆえに人となられ、人性の自然で罪なきあらゆる受難を引き受けられたこと(事実、人性の本性に従って飢え、渇き、眠り、疲れ、苦悶された)、そして我らの不法のために死へと引き渡され、十字架につけられ、葬られ、死を味わわれたこと(その際、神性は受難なく不変のままであった。我らは無受難なる本性に受難をまったく帰さないからである。むしろ引き受けられた人性において彼が苦難を受け、葬られたことを我らは認める)、また神的な栄光によって死者の中から復活し、朽ちることなく天へと昇られ、ご自身のみが知る神に似た肉体の理法に従って、生者と死者を裁くために栄光とともに再び来られ、その正しき秤によって各人に報いられることを信じなさい。死者は復活し、墓にある者たちは起き上がるからである。そして、キリストの戒めを守り正しき信仰とともに世を去った者たちは永遠の生命を受け継ぎ、罪の中で滅び正しき信仰から逸脱した者たちは永遠の懲罰へと去るであろう。 悪にはいかなる実体も王国もないと信じなさい。またそれが初めなきもの、あるいは自ら生じたもの、あるいは神から生じたものとみなしてはならない。そのような不条理は退けよ。むしろこれは我らと悪魔の仕業であり、我らが自由意志を持つ者として造られ、自己の選択の意志によって善であれ悪であれこれを選び取るがゆえに、我らの不注意から我らに入り込んできたのである。これらに加えて、罪の赦しのための水と御霊による唯一の洗礼を告白しなさい。またキリストの汚れなき機密の拝領を受け入れ、罪の赦しのために信徒たちに授けられたものが、我らの神キリストの真実の肉と血であると信じなさい。彼が引き渡される夜、聖なる弟子たちと使徒たちに、そして彼らを通じて彼を信じるすべての者たちに新しい契約を結んでこう言われたからである。「取って食べなさい。これは罪の赦しのためにあなたがたのために裂かれるわたしの体である」。同様に杯を取って彼らに与え、こう言われた。「すべての人よ、この杯から飲みなさい。これは罪の赦しのためにあなたがたのために流される新しい契約のわたしの血である。

§19.166

τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. αὐτὸς οὖν ὁ Λόγος τοῦ Θεοῦ ὁ ζῶν, καὶ ἐνεργής, καὶ πάντα ποιῶν τῇ δυνάμει αὐτοῦ, ποιεῖ καὶ μετασκευάζει διὰ τῆς θείας ἐνεργείας τὸν ἄρτον καὶ τὸν οἶνον τῆς προσφορᾶς σῶμα αὐτοῦ καὶ αἷμα, τῇ ἐπιφοιτήσει τοῦ Ἁγίου Πνεύματος, εἰς ἁγιασμὸν καὶ φωτισμὸν τῶν πόθῳ μεταλαμβανόντων. Προσκύνει πιστῶς τιμῶν καὶ ἀσπαζόμενος τὸ σεβάσμιον ἐκτύπωμα τοῦ Δεσποτικοῦ χαρακτῆρος τοῦ δι’ ἡμᾶς ἐνανθρωπήσαντος Θεοῦ Λόγου, αὐτὸν δοκῶν τὸν Κτίστην ὁρᾶν ἐν τῇ εἰκόνι. Ἡ τιμὴ γὰρ τῆς εἰκόνος, φησί τις τῶν ἁγίων, ἐπὶ τὸ πρωτότυπον διαβαίνει· πρωτότυπον δέ ἐστι τὸ εἰκονιζόμενον, ἐξ οὗ τὸ παράγωγον γίνεται. τὴν γὰρ ἐν εἰκόνι βλέποντες γραφήν, τοῖς τοῦ νοὸς ὀφθαλμοῖς πρὸς τὴν ἀληθινὴν διαβαίνομεν ἰδέαν οὗ ἐστιν ἡ εἰκών, εὐσεβῶς προσκυνοῦντες τὴν τοῦ δι’ ἡμᾶς σαρκωθέντος μορφήν, οὐ θεοποιούμενοι, ἀλλ’ ὡς εἰκόνα τοῦ σαρκωθέντος Θεοῦ κατασπαζόμενοι,4 πόθῳ καὶ ἀγάπῃ τοῦ κενώσαντος ἑαυτὸν δι’ ἡμᾶς μέχρι καὶ δούλου μορφῆς· ὁμοίως καὶ τῆς ἀχράντου Μητρὸς αὐτοῦ καὶ πάντων τῶν ἁγίων τὰ ἐκτυπώματα τούτῳ τῷ λόγῳ περιπτυσσόμενοι. ὡσαύτως δὲ καὶ τὸν τύπον τοῦ ζωοποιοῦ καὶ σεβασμίου σταυροῦ πίστει προσκυνῶν κατασπάζου διὰ τὸν κρεμασθέντα ἐν αὐτῷ σαρκὶ ἐπὶ σωτηρίᾳ τοῦ γένους

これをわたしの記念として行いなさい」。それゆえ、生きて働き、その力によって万物を造る神のロゴスご自身が、聖霊の降臨によって、神的な働きを通じて奉献のパンと葡萄酒をご自身の肉と血へと造り変え、熱望をもって拝領する者たちの聖化と照明のためとされるのである。我らのために受肉された神なるロゴスの、主たる面影の尊ぶべき刻印を、信仰をもって敬い口づけしながら拝みなさい。そのイコンの中に創造主ご自身を見ていると信じながら。なぜなら、聖人の一人が言うように、「イコンへの敬意はその原型へと移行する」からである。原型とは描かれる対象であり、そこから模倣された像が生じる。我らはイコンにおける描写を見つつ、知性の目によってイコンが指し示す方の真の姿へと移行し、我らのために肉体を取られた方の姿を敬虔に拝むのであり、神格化するのではなく、肉体を取られた神のイコンとして、我らのために僕の姿に至るまでご自身を低くされた方への思慕と愛をもって口づけするのである。同様に、その汚れなき母やすべての聖人たちの似姿をもこの理法に従って抱擁するのである。同様にまた、生命を与える尊ぶべき十字架の形をも、信仰をもって拝み口づけしなさい。人類の救いのためにその上で肉体において掛けられた方のゆえに。

構文注4 件
  1. 19.164αἱμάτων ἀσπόρως τε καὶ ἀφθάρτως

    直前の箇所の末尾にある πῶς ἑαυτὸν ἐκένωσεν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ ἄνθρωπος γέγονεν ἐκ παρθενικῶν に続く部分であり、παρθενικῶν と αἱμάτων が結びつく(「処女性の血から」)。直前の節の終結部とこの箇所冒頭の統語的連続性を示す。

  2. 19.164Πίστευε τὸν Υἱὸν τοῦ Θεοῦ ... ἀναδέξασθαι ... καὶ ἥξειν ... καὶ ἀποδώσειν

    命令法動詞 Πίστευε に導かれる対格不定詞構文。主節の目的語かつ不定詞の意味上の主語である τὸν Υἱὸν τοῦ Θεοῦ に対し、アオリスト不定詞 ἀναδέξασθαι、未来不定詞 ἥξειν、ἀποδώσειν が並列して係っている。途中の括弧で括られた叙述や γινώσκομεν 以下の節は挿入的補足。

  3. 19.165ἄπαγε τῆς ἀτοπίας

    命令形副詞・間投詞的に用いられる ἄπαγε(動詞 ἀπάγω の2人称単数現在命令法)に、離脱・分離の属格 τῆς ἀτοπίας が後続する慣用句。「そんな不条理・不合理な考えは退けよ」の意を表す。

  4. 19.166οὐ θεοποιούμενοι, ἀλλ’ ὡς εἰκόνα τοῦ σαρκωθέντος Θεοῦ κατασπαζόμενοι

    主動詞 διαβαίνομεν に対する分詞(1人称複数主格)。θεοποιούμενοι は中動態で「(像そのものを)神格化する/神とみなす」の意。イコンを直接神として偶像視するのではなく(οὐ θεοποιούμενοι)、受肉した神の似姿として敬愛・口づけする(κατασπαζόμενοι)という、イコン敬愛(プロスキネーシス)と神固有の礼拝(ラトレイア)の区別を示す教理的構文。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:19.164-19.166