- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:16.133-16.136
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ヨアサフは真理を説く者が他にいないかを問い、老人は父王の迫害と世界の現状を語った上で、王の善導を狙う賢明な顧問官が貧しい夫婦の歓楽を通じて王に現世の虚しさを悟らせた譬え話を語り始める。
Λέγει δὲ ὁ Ἰωάσαφ πρὸς τὸν γέροντα· Εἰσὶν οὖν καὶ ἕτεροί τινες νῦν οἱ κατὰ ταῦτα κηρύττοντες ὥσπερ σύ; ἢ μόνος εἶ σήμερον ὁ ταῦτα διδάσκων καὶ οὕτως μισητὸν τὸν παρόντα βίον διηγούμενος;
ヨアサフは老人に言った。「それでは、あなたのようにこれらに従っていま宣べ伝えている者たちが、他にも誰かいるのですか。それとも、今日これらを教え、この世の生をこのように憎むべきものとして語っているのは、あなた一人だけなのですか」。
Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἐν τῇ καθ’ ὑμᾶς δυστυχεστάτῃ χώρᾳ ταύτῃ οὐδένα γινώσκω. ἡ γὰρ τοῦ σοῦ πατρὸς τυραννὶς μυρίοις τούτους θανάτοις περιέβαλε, καὶ ἔργον ἔθετο μὴ τὸ σύνολον ἀκούεσθαι ἐν ὑμῖν τὸ τῆς θεογνωσίας κήρυγμα. ἐν πάσαις δὲ ταῖς λοιπαῖς γλώσσαις ᾅδεται ταῦτα καὶ δοξάζεται, οἷς μὲν ὀρθοτάτῳ λόγῳ, ἄλλοις δὲ διεστραμμένως, τοῦ πολεμίου τῶν ἡμετέρων ψυχῶν ἐκκλίνειν αὐτοὺς τῆς εὐθείας ποιησαμένου καὶ ἀλλοτρίαις καταμερισαμένου δόξαις, καὶ ῥήσεις τινὰς τῶν Γραφῶν ἄλλως καὶ οὐ κατὰ τὸν ἐγκείμενον νοῦν μεθερμηνεύειν διδάξαντος.1 μία δέ ἐστιν ἡ ἀλήθεια, ἡ κηρυχθεῖσα διὰ τῶν ἐνδόξων ἀποστόλων καὶ τῶν θεοφόρων πατέρων, καὶ ἐν τῇ καθολικῇ Ἐκκλησίᾳ τῇ ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης ἡλίου φαιδρότερον διαλάμπουσα, ἧσπερ ἐγὼ κήρυξ καὶ διδάσκαλος ἀπεστάλην σοι. Εἶπε δὲ ὁ Ἰωάσαφ πρὸς αὐτόν· Οὐδὲν οὖν τούτων ὁ ἐμὸς μεμάθηκε πατήρ; Καί φησιν ὁ γέρων· Τρανῶς μὲν καὶ προσηκόντως οὐδὲν μεμάθηκε· βύων γὰρ τὰς αἰσθήσεις, τὸ ἀγαθὸν ἑκὼν οὐ προσδέχεται, πρὸς τὸ κακὸν αὐτοπροαιρέτως τὴν ῥοπὴν κεκτημένος. Ἀλλ’ ἤθελον, φησὶν ὁ Ἰωάσαφ, κἀκεῖνον ταῦτα μυηθῆναι. Ὁ δὲ γέρων· Τὰ παρὰ ἀνθρώποις, εἶπεν, ἀδύνατα, παρὰ τῷ Θεῷ πάντα δυνατά ἐστι. τί γὰρ οἶδας εἰ σὺ σώσεις τὸν πατέρα σου, καὶ τρόπῳ θαυμασίῳ γεννήτωρ τοῦ σοῦ χρηματίσεις2 γεννήτορος;
老人は答えて言った。「あなたがたのこのきわめて不幸な国にあっては、私は誰も知らない。というのも、あなたの父の暴政が彼らを無数の死に追いやり、神を知ることの宣教があなたがたの間でまったく聞かれないようにすることを使命としたからだ。しかし、他のあらゆる言語においては、これらは歌われ、讃えられている。ある者たちにおいてはもっとも正統な言葉によって、また別の者たちにおいては歪められた形で。我らの魂の敵が彼らをまっすぐな道から逸れさせ、異端の教説によって分断し、聖書のいくつかの言葉を本来の意図にしたがわずに曲解して解釈するよう教えたからである。しかし真理は一つであり、栄光ある使徒たちや神を宿す教父たちを通して宣べ伝えられ、地の果てから果てにいたる普遍の教会において太陽よりも明るく輝き渡っている。私はその真理の使者かつ教師として、あなたのもとに遣わされたのである」。 ヨアサフは彼に言った。「それでは、私の父はこれらのことを何も学んでいないのですか」。老人は言った。「明瞭かつ適切には何も学んでいない。感覚を塞ぎ、あえて善を受け入れず、自らの意志によって悪へと傾きを持っているからだ」。「しかし、父もこれらの秘儀を授けられればよいのに」とヨアサフは言った。老人は言った。「人間のもとでは不可能なことも、神のもとではすべて可能である。あなたが自分の父を救い、驚くべき仕方であなたを生んだ者の生みの親と呼ばれることになるかどうか、誰にわかるだろうか。
Ἀκήκοα γὰρ βασιλέα τινὰ γεγονέναι πάνυ καλῶς τὴν ἑαυτοῦ οἰκονομοῦντα βασιλείαν. πράως τε καὶ ἠπίως τῷ ὑπ’ αὐτὸν κεχρημένον λαῷ, ἐν τούτῳ δὲ μόνῳ σφαλλόμενον, τῷ μὴ πλουτεῖν τὸν τῆς θεογνωσίας φωτισμόν, ἀλλὰ τῇ πλάνῃ τῶν εἰδώλων κατέχεσθαι. εἶχε δέ τινα σύμβουλον ἀγαθὸν καὶ παντοίως κεκοσμημένον τῇ τε πρὸς τὸν Θεὸν εὐσεβείᾳ καὶ τῇ λοιπῇ πάσῃ ἐναρέτῳ σοφίᾳ· ὅς, ἀχθόμενος καὶ δυσχεραίνων ἐπὶ τῇ πλάνῃ τοῦ βασιλέως καὶ βουλόμενος αὐτὸν περὶ τούτου ἐλέγξαι, ἀνεχαιτίζετο τῆς ὁρμῆς, δεδοικὼς μὴ κακῶν πρόξενος ἑαυτῷ τε καὶ τοῖς αὑτοῦ ἑταίροις γένοιτο καὶ τὴν γινομένην δι᾽ αὐτοῦ πολλῶν ὠφέλειαν περικόψειεν. ἐζήτει δὲ ὅμως καιρὸν εὔθετον τοῦ ἑλκύσαι αὐτὸν πρὸς τὸ ἀγαθόν. φησὶν οὖν ἐν μιᾷ νυκτὶ πρὸς αὐτὸν ὁ βασιλεύς· Δεῦρο δή, ἐξέλθωμεν καὶ ἐμπεριπατήσωμεν τὴν πόλιν, εἴ πού τι τῶν ὠφελούντων ὀψόμεθα. ἐμπεριπατούντων δὲ αὐτῶν τὴν πόλιν, εἶδον φωτὸς αὐγὴν ἀπό τινος τρυμαλιᾶς λάμπουσαν· καί, ταύτῃ τοὺς ὀφθαλμοὺς ἐπιβαλόντες, βλέπουσιν ὑπόγειόν τι ἀντρῶδες οἴκημα, ἐν ᾧ προὐκαθέζετο ἀνὴρ ἐσχάτῃ συζῶν πενίᾳ καὶ εὐτελῆ τινα περικείμενος ῥάκια. παρίστατο δὲ ἡ γυνὴ αὐτοῦ οἶνον κιρνῶσα. τοῦ δὲ ἀνδρὸς τὴν κύλικα ἐπὶ χεῖρας λαβόντος, λιγυρὸν ᾅδουσα μέλος ἐκείνη τέρψιν αὐτῷ ἐνεποίει ὀρχουμένη καὶ τὸν ἄνδρα ἐγκωμίοις καταθέλγουσα. οἱ περὶ τὸν βασιλέα3 τοίνυν, ἐπὶ ὥραν ἱκανὴν ταῦτα κατανοοῦντες, ἐθαύμαζον ὅτι, τοιαύτῃ πιεζόμενοι πενίᾳ ὡς μήτε οἴκου εὐπορεῖν μήτ’ ἐσθῆτος, οὕτως εὐθύμως τὸν βίον διῆγον·
というのも、私はある王がいたと聞いたことがある。彼は自らの王国をきわめて立派に治め、自らの支配下にある民に穏やかかつ優しく接していたが、ただこの一点においてのみ過ちを犯していた。すなわち、神を知る照明に富んでおらず、偶像の迷妄に囚われていたことである。彼は一人の善良な顧問官を持っていたが、その者は神に対する敬虔と他のあらゆる徳ある知恵とによって全方位に身を飾っていた。彼は王の迷妄を悲しみ憤り、このことについて王を戒めたいと望みながらも、衝動を抑えていた。自分自身や仲間たちにとって災いをもたらす因となり、自らを通じて多くの者にもたらされていた益を損なうことになりはしないかと恐れたからである。それでも彼は、王を善へと導く好機を探し求めていた。さて、ある夜、王が彼に言った。『さあ、町へ出て巡回しよう。有益な何かを目にすることがあるかもしれないから』。彼らが町を巡回していると、ある隙間から放たれる光の輝きが見えた。そこに目を向けると、洞窟のような地下の住居が見え、そこでは極貧のなかで生き、粗末な襤褸切れをまとった一人の男が座っていた。その傍らには彼の妻が立ってぶどう酒を注ぎ交ぜていた。男が盃を手にとると、妻は澄んだ調べを歌い、踊りながら夫を楽しませ、称賛の言葉で彼を魅了していた。そこで王とその一行は、これをかなりの時間見つめ、家も衣服も十分に持てぬほどの貧しさに圧迫されながら、彼らがこれほど朗らかに暮らしていることに驚嘆した。
καί φησιν ὁ βασιλεὺς τῷ πρωτοσυμβούλῳ αὐτοῦ· Ὦ τοῦ θαύματος,4 φίλε, ὅτι ἐμοί τε καὶ σοὶ οὐδὲ οὕτως ὁ καθ’ ἡμᾶς ποτε ἤρεσε βίος, τοσαύτῃ δόξῃ καὶ τρυφῇ περ διαλάμπων, ὡς ἡ εὐτελῆς αὕτη καὶ ταλαίπωρος ζωὴ τούτους δὴ τοὺς ἀνοήτους τέρπει, καὶ ἡδύνει λεῖος αὐτοῖς καὶ προσηνὴς ὁ τραχὺς οὗτος καὶ ἀπευκταῖος βίος καταφαινόμενος. εὐκαίρου δὲ δραξάμενος ὁ πρωτοσύμβουλος ὥρας, ἔφη· Ἀλλὰ σοί γε, βασιλεῦ, πῶς ἡ τούτων φαίνεται βιοτή; Πάντων, φησὶν ὁ βασιλεύς, ὧν πώποτε ἑώρακα ἀηδεστάτη καὶ δυστυχεστάτη, βδελυκτή τε καὶ ἀποτρόπαιος. τότε λέγει πρὸς αὐτὸν ὁ πρωτοσύμβουλος, Οὕτω, οὖν, εὖ ἴσθι, βασιλεῦ, καὶ πολλῷ χαλεπώτερος ὁ καθ’ ἡμᾶς λελόγισται βίος τοῖς ἐπόπταις καὶ μύσταις τῆς ἀϊδίου δόξης ἐκείνης καὶ τῶν πάντα νοῦν ὑπερβαινόντων ἀγαθῶν· αἵ τε χρυσῷ καταστίλβουσαι οἰκίαι καὶ τὰ λαμπρὰ ταῦτα ἐνδύματα, καὶ ἡ λοιπὴ τοῦ βίου τούτου τρυφή, σκυβάλων τε καὶ ἀμαυρῶν εἰσιν ἀηδέστερα τοῖς ὀφθαλμοῖς τῶν εἰδότων τὰ ἀνεκδιήγητα κάλλη τῶν ἐν οὐρανοῖς ἀχειροτεύκτων σκηνωμάτων, τῆς θεοϋφάντου τε στολῆς καὶ τῶν ἀφθάρτων διαδημάτων, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν, ὁ πάντων Δημιουργὸς καὶ Κύριος.
そして王は主席顧問官に言った。『友よ、なんと不思議なことか。あれほどの大いなる栄光と贅沢のうちに輝いていながら、私にとってもあなたにとっても我らの生がこれほど気に入ったことはかつてなかったのに、この粗末で惨めな生活があの愚かな者たちを喜ばせ、この過酷で忌むべき生が彼らには滑らかで快いものに見え、楽しませているとは』。好機を捉えた主席顧問官は言った。『ところで王よ、あなたには彼らの暮らしがどのように見えますか』。『これまでに私が見たあらゆるもののなかで、もっとも不快で、もっとも不幸であり、忌まわしく嫌悪すべきものだ』と王は言った。そのとき、主席顧問官は王に言った。『王よ、それならばよく知っておいてください。あの永遠の栄光とあらゆる知性を超える善きものの目撃者にして秘儀に参入した者たちにとっては、我らの生も同様に、いやそれよりはるかに厳しいものと見なされているのです。黄金に輝く邸宅も、これらの煌びやかな衣服も、この生のその他の贅沢も、天にある人の手によらない幕屋の語り尽くせぬ美しさや、神が織られた衣、朽ちることのない冠を知る者たちの目には、糞尿や汚物よりも不快なものなのです。それらのものは、万物の創造主にして主であられる神が、ご自身を愛する者たちのために備えられたものなのです』」。
- 16.134τοῦ πολεμίου τῶν ἡμετέρων ψυχῶν ἐκκλίνειν αὐτοὺς τῆς εὐθείας ποιησαμένου καὶ ἀλλοτρίαις καταμερισαμένου δόξαις, καὶ ῥήσεις τινὰς τῶν Γραφῶν ἄλλως καὶ οὐ κατὰ τὸν ἐγκείμενον νοῦν μεθερμηνεύειν διδάξαντος
直前の ἄλλοις δὲ διεστραμμένως(他者においては歪んだ形で)の原因を述べる長大な属格絶対構文。意味上の主語 τοῦ πολεμίου に並列された分詞 ποιησαμένου, καταμερισαμένου, διδάξαντος が係り、ποιέω + 不定詞(使役「〜させた」)と διδάσκω + 不定詞(教習「〜するよう教えた」)が対比的に組み合わされている。
- 16.134χρηματίσεις
動詞 χρηματίζω はヘレニズム期の用法で、主格補語を伴って「〜と呼ばれる、〜という名・称号を帯びる」を意味する(古典期の「公務を行う、神託を授ける」ではない)。ここでは γεννήτωρ τοῦ σοῦ ... γεννήτορος(あなたの生みの親の生みの親)が主格補語となっている。
- 16.135οἱ περὶ τὸν βασιλέα
「王とその一行(従者・顧問官ら)」を指す慣用表現。後続する複数形動詞 ἐθαύμαζον の主語となっており、直後の王と首席顧問官の対話へと自然に接続する。
- 16.136Ὦ τοῦ θαύματος
間投詞 ὦ に原因・感情の対象を表す属格(感嘆の属格)が後続した構文で、「なんと不思議なことか」という強い驚きを表す。
