← ダマスコスのイオアン

バルラームとヨアサフ

§13.113-13.115

三人の友の譬えと最初の二人の冷淡な拒絶

ヨアサフの求めに応じ、老人は三人の友を持つ男の譬えを語り始め、負債の清算を迫られた男が第一・第二の友に助けを求めるも冷淡に拒まれる場面を描く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§13.113

Ταύτην ὁ Ἰωάσαφ λίαν ἀποδεξάμενος τὴν παραβολήν, ἔφη· Ὡς ἀληθὴς ὁ λόγος οὗτος καὶ πάνυ ἁρμοδιώτατος. μὴ οὖν ὀκνήσῃς τοιούτους ἀεί μοι τύπους ὑποδεικνύειν, ἵνα γνῶ ἀκριβῶς ὁποῖος ὑπάρχει ὁ καθ’ ἡμᾶς βίος, καὶ τίνων τοῖς ἑαυτοῦ φίλοις πρόξενος γίνεται. Ὁ δὲ γέρων εἶπεν· Ὅμοιοι αὖθίς εἰσιν οἱ ἐρασθέντες τῶν τοῦ βίου τερπνῶν καὶ τῇ τούτου γλυκανθέντες ἡδύτητι, τῶν μελλόντων τε καὶ μὴ σαλευομένων τὰ ῥευστὰ καὶ ἀσθενῆ προτιμήσαντες, ἀνθρώπῳ τινὶ τρεῖς ἐσχηκότι φίλους, ὧν τοὺς μὲν δύο περιπαθῶς ἐτίμα, καὶ σφοδρῶς τῆς αὐτῶν ἀγάπης ἀντείχετο, μέχρι θανάτου ὑπὲρ αὐτῶν ἀγωνιζόμενος καὶ προκινδυνεύειν αἱρούμενος· πρὸς δὲ τὸν τρίτον πολλῇ ἐφέρετο καταφρονήσει, μήτε τιμῆς, μήτε τῆς προσηκούσης αὐτὸν πώποτε ἀξιώσας ἀγάπης, ἀλλ’ ἢ1 μικράν τινα καὶ οὐδαμινὴν εἰς αὐτὸν προσποιούμενος φιλίαν. καταλαμβάνουσιν οὖν ἐν μιᾷ φοβεροί τινες καὶ ἐξαίσιοι στρατιῶται, σπεύδοντες ταχύτητι πολλῇ πρὸς τὸν βασιλέα τοῦτον ἀγαγεῖν, λόγον ἀποδώσοντα2 ὑπὲρ ὀφειλῆς μυρίων ταλάντων. στενοχωρούμενος δὲ ἐκεῖνος ἐζήτει βοηθόν, τὸν συναντιλαβέσθαι αὐτῷ ἐν τῷ φρικτῷ τοῦ βασιλέως λογοθεσίῳ δυνάμενον. δραμὼν οὖν πρὸς τὸν πρῶτον αὐτοῦ καὶ πάντων γνησιώτατον φίλον, λέγει. Οἶδας, ὦ φίλε, ὡς ἀεὶ ἐθέμην τὴν ψυχήν μου ὑπὲρ σοῦ· νυνὶ δὲ χρῄζω βοηθείας ἐν τῇ ἡμέρᾳ ταύτῃ τῆς κατεχούσης με ἀνάγκης.

(訳文では前段に統合)
§13.115

πόσων οὖν ἐπαγγέλλῃ συναντιλαβέσθαι μοι νῦν;3 καὶ τίς ἡ παρὰ σοῦ προσγινομένη μοι ἐλπίς, προσφιλέστατε; ἀποκριθεὶς οὖν ἐκεῖνος ἔφη· Οὐκ εἰμί σου φίλος, ἄνθρωπε· οὐκ ἐπίσταμαι τίς εἶ. ἄλλους γὰρ ἔχω προσφιλεῖς, μεθ’ ὧν δεῖ με σήμερον εὐφραίνεσθαι, καὶ φίλους αὐτοὺς εἰς τὸ ἑξῆς κτήσασθαι. παρέχω δέ σοι ἰδοὺ ῥάκια δύο, τοῦ ἔχειν σε ταῦτα4 ἐν τῇ ὁδῷ ᾗ πορεύῃ, ἅτινα οὐδέν σε τὸ παράπαν ὠφελήσουσι. καὶ μηδεμίαν ἄλλην παρ’ ἐμοῦ προσδοκήσῃς ἐλπίδα. τούτων ἀκούσας ἐκεῖνος καὶ ἀπογνοὺς ἣν ἐξ αὐτοῦ βοήθειαν ἤλπιζε, πρὸς τὸν ἕτερον πορεύεται φίλον, καί φησι· Μέμνησαι, ὦ ἑταῖρε, ὅσης ἀπήλαυσας παρ’ ἐμοῦ τιμῆς καὶ εὐγνωμοσύνης· σήμερον δέ, θλίψει περιπεσὼν καὶ συμφορᾷ μεγίστῃ, χρῄζω συνεργοῦ. πόσον οὖν ἰσχύεις μοι συγκοπιάσαι; ἐξ αὐτῆς γνώρισόν μοι. ὁ δέ φησιν· Οὐ σχολάζω σήμερον συναγωνίσασθαί σοι· μερίμναις γὰρ κἀγὼ καὶ περιστάσεσι περιπεσὼν ἐν θλίψει εἰμί. μικρὸν δ’ ὅμως συνοδεύσω σοι, κἂν μηδὲν ὠφελήσω σε· καί, θᾶττον ὑποστρέψας οἴκαδε, ταῖς ἰδίαις ἔσομαι ἀσχολούμενος μερίμναις. κεναῖς οὖν κἀκεῖθεν ὑποστρέψας χερσὶν ὁ ἄνθρωπος καὶ πάντοθεν ἀπορούμενος, ἐταλάνιζεν ἑαυτὸν τῆς ματαίας ἐλπίδος5 τῶν ἀγνωμόνων αὐτοῦ φίλων, καὶ τῶν ἀνονήτων ταλαιπωριῶν ὧν ὑπὲρ τῆς ἐκείνων ἀγάπης ὑπέστη. ἀπέρχεται λοιπὸν πρὸς τὸν τρίτον φίλον αὐτοῦ,

お前は今、どれほどのことで私を助け支えてくれると約束してくれるのか。最も親愛なる友よ、お前から私に寄せられる希望とはいかなるものか』。 するとかの友は答えて言いました。『人間よ、私はお前の友などではない。お前が誰なのかも知らぬ。私には他に親しい者たちがおり、今日彼らとともに喜び楽しみ、今後彼らを友としなければならないのだ。だが、見よ、お前が進み行く道中で携えるための二枚の襤褸切れをやろう。それとてお前に何ひとつ役には立たぬがな。これ以上の希望を私から期待するでない』。これを聞いて男は、彼から期待していた助けを断念し、もう一人の友のもとへと赴き、こう言いました。『友よ、お前が私からどれほど尊ばれ、恩顧を享けてきたかを覚えているだろう。今日、私は苦難と最大の災厄に陥り、助け手を必要としている。お前はどれほど私とともに骨折ってくれる力があるのか。直ちに私に知らせてくれ』。 するとかの友は言いました。『今日はお前とともに戦ってやる暇はない。私もまた心労と危機に陥って苦難の内にあるからだ。だが、お前に何ひとつ益とならないにせよ、わずかな間なら同行してやろう。そして直ちに家に引き返して、私自身の心労にかかりきりになるつもりだ』。こうして男はそこからも空手で引き返し、全方位に行き詰まって、恩知らずな友たちに寄せた虚しい希望と、彼らの愛のために忍んだ無益な労苦のゆえに、自らの身の不運を嘆きました。そしてついに、男は第三の友のもとへと赴きます。」

構文注5 件
  1. 13.114ἀλλ’ ἢ

    先行する二重の否定 μήτε τιμῆς, μήτε τῆς προσηκούσης αὐτὸν πώποτε ἀξιώσας ἀγάπης(尊厳も相応しい愛も決して与えようとせず)を受け、例外・除外を表す連語構文。「〜のほかには…ない」「〜を除いては」の意で、ここでは第三の友に対する表向きのわずかな友情の取り繕いのみを行っていたことを示す。

  2. 13.114λόγον ἀποδώσοντα

    未来能動態分詞(男性対格単数)であり、直前の目的語 τοῦτον(この男を)に一致して、兵士たちが男を連行する目的を表す(目的の未来分詞)。「一万タラントンの負債について申し開きをさせるために」と解する。

  3. 13.115πόσων οὖν ἐπαγγέλλῃ συναντιλαβέσθαι μοι νῦν;

    複合動詞 συναντιλαμβάνομαι は通常「(人:与格)を(事柄において:属格)助ける」という格支配をとる。ここでは πόσων がその事柄・程度の属格として機能しており、「いかほどの事柄において/どれほどの程度で今私を助けると約束してくれるのか」という意味をなす。

  4. 13.115τοῦ ἔχειν σε ταῦτα

    中性属格の定冠詞 τοῦ と不定詞 ἔχειν、その意味上の主語 σε(対格)からなる属格不定詞構文で、目的を表す(「お前が道中でこれらを携えるために」)。後続の関係代名詞 ἅτινα は先行詞 ῥάκια(襤褸布)を受けている。

  5. 13.115ἐταλάνιζεν ἑαυτὸν τῆς ματαίας ἐλπίδος

    動詞 ταλανίζω は「(対格の人を)(属格の理由のゆえに)惨め・不運と見なして嘆く、自他の不幸を憐れむ」という構文をとる。ἑαυτόν が直接目的語、τῆς ματαίας ἐλπίδος ... καὶ τῶν ἀνονήτων ταλαιπωριῶν が感情の原因を示す属格(原因の属格)。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:13.113-13.115