← ダマスコスのイオアン

バルラームとヨアサフ

§12.108-12.110

修道者の福相と人を欺く世俗の虚しさ

語り手は、世を離れて心を清め、天使のような境地に達した聖人たちの福相を讃え、自身らは不十分ながらもその修道の生き方に従っていると語る。続いて、一時の甘美さで人を欺き破滅へと突き落とす世俗の虚しさと不実さを痛烈に告発する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§12.108

σκήνωμα γεγόνασι τοῦ ἁγίου Πνεύματος τῇ καθαρότητι τῆς καρδίας, καθὼς γέγραπται· Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω· ἐσταύρωσαν ἑαυτοὺς τῷ κόσμῳ, ἵν’ ἐκ δεξιῶν τοῦ σταυρωθέντος σταθῶσι· περιεζώσαντο τὰς ὀσφύας αὐτῶν ἐν ἀληθείᾳ, καὶ ἑτοίμους ἔσχον ἀεὶ τὰς λαμπάδας, προσδοκῶντες τὴν ἔλευσιν τοῦ ἀθανάτου νυμφίου. νοεροὺς γὰρ κτησάμενοι ὀφθαλμούς, προεώρων διηνεκῶς τὴν φρικτὴν ὥραν ἐκείνην, τήν τε θεωρίαν τῶν μελλόντων ἀγαθῶν καὶ τῆς αἰωνίου κολάσεως ἀχώριστον τῆς ἑαυτῶν ἔσχον καρδίας·1 καὶ ἐσπούδασαν καμεῖν, ἵνα τῆς ἀϊδίου δόξης μὴ ἀποτύχωσι. γεγόνασιν ἀπαθεῖς ὥσπερ ἄγγελοι· καὶ νῦν μετ’ ἐκείνων χορεύουσιν, ὧν καὶ τὸν βίον ἐμιμήσαντο. μακάριοι οὗτοι καὶ τρισμακάριοι, ὅτι ἀπλανέσι τοῖς τοῦ νοὸς ὀφθαλμοῖς κατενόησαν τὴν τῶν παρόντων ματαιότητα, καὶ τῆς ἀνθρωπίνης εὐπραγίας τὸ ἄστατον καὶ ἀνώμαλον, καί, ταύτην ἀπαρνησάμενοι, τὰ αἰώνια ἑαυτοῖς ἐθησαύρισαν ἀγαθά, καὶ τῆς μηδέποτε διαπιπτούσης μήτε θανάτῳ διακοπτομένης ἐπελάβοντο ζωῆς. Τούτους οὖν τοὺς θαυμασίους καὶ ὁσίους ἄνδρας καὶ ἡμεῖς οἱ εὐτελεῖς καὶ ἀνάξιοι μιμεῖσθαι σπουδάζομεν, οὐκ ἐφικνούμεθα δὲ τῷ ὕψει τῆς οὐρανοπολίτου αὐτῶν διαγωγῆς· ἀλλά, κατὰ τὸ ἐνὸν τῆς ἀσθενοῦς ἡμῶν καὶ ταλαιπώρου δυνάμεως,2 τὸν βίον αὐτῶν χαρακτηρίζομεν καὶ τὸ σχῆμα περιβεβλήμεθα, κἂν τῶν ἔργων διαμαρτάνωμεν. πρόξενον γὰρ ἀναμαρτησίας τὸ θεῖον ἐπάγγελμα τοῦτο καὶ συνεργὸν τῆς ἐκ τοῦ θείου βαπτίσματος δοθείσης ἡμῖν ἀφθαρσίας ἐπιστάμεθα. καί, τοῖς λόγοις ἑπόμενοι τῶν μακαρίων ἐκείνων, πάνυ καταγινώσκομεν τῶν φθαρτῶν τούτων καὶ ἐπικήρων τοῦ βίου πραγμάτων, ἐν οἷς οὐδὲν ἔστιν εὑρεῖν βέβαιον, οὐδὲ ὁμαλόν, οὐδὲ ἐπὶ τῶν αὐτῶν ἱστάμενον· ἀλλὰ ματαιότης ἐστὶ τὰ πάντα καὶ προαίρεσις πνεύματος,3 πολλὰς ἐν ἀτόμῳ φέροντα τὰς μεταβολάς· ὀνείρων γὰρ καὶ σκιᾶς, καὶ αὔρας κατὰ τὸν ἀέρα πνεούσης, εἰσὶν ἀσθενέστερα· μικρὰ καὶ πρὸς ὀλίγον ἡ χάρις, καὶ οὐδὲ χάρις· ἀλλὰ πλάνη τις καὶ ἀπάτη τῆς τοῦ κόσμου κακίας, ὅνπερ μὴ ἀγαπᾶν ὅλως, μισεῖν δὲ μᾶλλον ἐκ καρδίας δεδιδάγμεθα. καὶ ἔστι γε κατὰ ἀλήθειαν μισητὸς οὗτος καὶ ἀπευκταῖος· ὅσα γὰρ δωρεῖται τοῖς φίλοις αὐτοῦ, μετ’ ὀργῆς αὖθις αὐτὰ ἀφαρπάζει, γυμνοὺς δὲ παντὸς ἀγαθοῦ καὶ αἰσχύνην ἠμφιεσμένους, φορτία τε περικειμένους βαρέα, τῇ αἰωνίᾳ παραπέμψει θλίψει·

彼らは心の清さによって聖霊の住まいとなりました。「私は彼らの内に住み、彼らの間を歩むであろう」と記されている通りです。彼らは十字架につけられた方の右に立つために、自らを世に対して十字架につけました。真理をもってその腰に帯を締め、不死の花婿の到来を待ち望みつつ、常にともし火を整えていました。霊的な目を獲得していた彼らは、かの恐るべき時を絶えず先に見据えており、来たるべき善きものと永遠の懲罰の観想を、自らの心から切り離すことのないものとして保ちました。そして、永遠の栄光を逃すことのないよう、骨折って苦労することに努めたのです。彼らは天使のように情念を脱した者となり、その生き方をも模倣したかの天使たちとともに、今や輪舞しています。心の曇りなき目によって現世の諸事の虚しさと、人間的な繁栄の定めのなさと不安定さを悟り、この世の繁栄を捨て去って、自らのために永遠の善きものを蓄え、決して尽きることなく死によって断たれることもない命を捉えたこれらの人々は幸いであり、この上なく幸いです。それゆえ、卑しく無価値な私たちも、これらの驚くべき聖なる人々に見倣おうと努めてはいますが、彼らの天の市民としての生活の高さには及ぶことができません。しかし、私たちの弱く惨めな力が許す限りにおいて、たとえその行いには達しないとしても、彼らの生き方を自らに刻み込み、その修道の衣を身にまとっています。というのも、この神聖なる誓願が罪なき状態をもたらす仲介者であり、神聖なる洗礼によって私たちに与えられた不朽性の協力者であることを心得ているからです。そして、かの祝福された方々の言葉に従い、この世の朽ちるべき束の間の事態を甚だしく見下げています。それらの内には確かなものも、平穏なものも、同一の状態にとどまるものも何一つ見出すことはできず、万物は虚栄であり、風を追うことであって、瞬く間に無数の変転をもたらすからです。それらは夢や影、大気の中を吹くそよ風よりも脆いものです。その恵みはわずかで束の間のものにすぎず、そもそも恵みですらありません。それは世の悪意による一種の迷妄と欺瞞にすぎず、私たちはこの〔世〕を決して愛さず、むしろ心から憎むようにと教えられてきました。そして実際、世は真に憎むべきものであり、忌避すべきものです。なぜなら、その友人たちに与えるすべてのものを、再び怒りをもって奪い去り、あらゆる善美を剥ぎ取られて恥辱をまとわされ、重荷を背負わされた彼らを、永遠の苦悶へと送り込むからです。

§12.110

οὓς δ’ αὖ πάλιν ὑψοῖ, τῇ ἐσχάτῃ θᾶττον ταπεινοῖ ταλαιπωρίᾳ, ὑποποδίους αὐτοὺς τιθεὶς καὶ ἐπίχαρμα πάντων τῶν ἐχθρῶν αὐτῶν. τοιαῦται οὖν αἱ χάριτες αὐτοῦ· τοιαῦτα τὰ δωρήματα αὐτοῦ. ἐχθρὸς γάρ ἐστι τῶν φίλων αὐτοῦ, καὶ ἐπίβουλος πάντων τῶν ποιούντων αὐτοῦ τὰ θελήματα, καὶ καταράσσων δεινῶς τοὺς ἐπερειδομένους ἐπ’ αὐτόν, καὶ ἐκνευρίζων τοὺς ἐπ’ αὐτῷ πεποιθότας. συνθήκας τίθησι μετὰ τῶν ἀφρόνων καὶ ἐπαγγελείας ψευδεῖς, ἵνα μόνον αὐτοὺς ἐπισπάσηται· ἐκείνων δὲ ἀγνωμονησάντων,4 ἀγνώμων αὐτὸς καὶ ψευδὴς διαδείκνυται, μηδὲν ὧν συνέθετο ἀποπληρῶν. σήμερον γὰρ βρώμασιν ἡδέσι τὸν φάρυγγα αὐτῶν καταλεάνας, κατάβρωμα τοῖς ἐχθροῖς ὅλους αὐτοὺς αὔριον τίθησι. σήμερον βασιλέα τινὰ δείκνυσι, καὶ αὔριον δουλείᾳ τινὶ πονηρᾷ παραδίδωσι· σήμερον μυρίοις εὐθηνούμενον ἀγαθοῖς,

また世が引き上げる者たちを、最も極端な悲惨さをもってより速やかに貶め、彼らをすべての敵の足台とし嘲弄の的とします。それゆえ、世の恵みはそのようなものであり、世の贈り物もそのようなものなのです。世はその友人たちにとっての敵であり、その意向を行うすべての者に対する陰謀者であって、自らに寄り頼む者たちを激しく打ち砕き、自らを信頼する者たちの気力を挫くからです。世はただ愚者たちを引き寄せるためだけに、彼らと契約を結び偽りの約束をします。しかし、彼らが分別なく振る舞うやいなや、世自身も冷酷で偽り者であることを露わにし、取り決めたことの何一つとして果たしません。今日は甘美な食べ物で彼らの喉を滑らかにしておきながら、明日は彼らの全身を敵の餌食とするからです。今日はある者を王として示しながら、明日は邪悪な隷属へと引き渡し、今日は無数の善きものに恵まれて栄えている者を、

構文注4 件
  1. 12.108τήν τε θεωρίαν τῶν μελλόντων ἀγαθῶν καὶ τῆς αἰωνίου κολάσεως ἀχώριστον τῆς ἑαυτῶν ἔσχον καρδίας

    動詞 ἔσχον に直接目的語 τήν τε θεωρίαν ... と述語対格 ἀχώριστον が続く二重対格構文。「来たるべき善きものと永遠の刑罰の観想を、自らの心から切り離せないものとして保持した」の意。形容詞 ἀχώριστος は分離の属格(τῆς ἑαυτῶν ... καρδίας)を伴っている。

  2. 12.109κατὰ τὸ ἐνὸν τῆς ἀσθενοῦς ἡμῶν καὶ ταλαιπώρου δυνάμεως

    κατὰ τὸ ἐνόν は動詞 ἔνειμι の中性現在分詞を用いた慣用句で、「可能な限り」「力の及ぶ限り」を意味し、後続の属格句(τῆς ἀσθενοῦς ἡμῶν καὶ ταλαιπώρου δυνάμεως)によってその可能の限界・範囲が規定されている。

  3. 12.109προαίρεσις πνεύματος

    七十人訳聖書のコヘレト書(伝道者の書)に頻出する定型句(ヘブライ語 רְעוּת רוּחַ の訳)の踏襲。「風を追うこと」「気紛れな思い」を意味し、直前の ματαιότης(空しさ)と呼応して世俗の諸事の儚さと無益さを強調している。

  4. 12.110ἐκείνων δὲ ἀγνωμονησάντων

    属格独立構文(genitive absolute)。動詞 ἀγνωμονέω は「分別のない振る舞いをする」「恩を忘れる」「不誠実に行動する」を意味する。ここでは愚かな人々(ἐκείνων)が一度世の誘惑に乗ったものの、分別を失い軽率に振る舞った契機を時間的・条件的に表している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:12.108-12.110