← スミュルナのクイントス

ホメロス後日譚

§9.67-9.134

デーイポボスの鼓舞とトロイア軍の出撃

夜が明けてアカイア勢が城外へと進軍すると、トロイア勢は恐怖に包まれるが、デーイポボスが祖国と家族のために戦うべきことを説いて兵士たちを鼓舞し、家族に見送られて武装したトロイア軍も城外へ出撃して両軍の激戦が始まる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
67

οἱ δʼ ἄρα δορπήσαντες ἕλονθʼ ὕπνον· ἔγρετο δʼ Ἠώς.

彼らは夕餉をとって眠りに就いた。やがて暁が目覚めた。

Ἀργεῖοι δʼ ἄρʼ ἔδυσαν ἐν ἔντεσι· τῆλε δʼ ἀπʼ αὐτῶν

アルゴス勢は武具を身にまとった。

αἴγλη μαρμαίρεσκεν ἐς αἰθέρα μέχρις ἰοῦσα·

彼らから放たれる輝きは遠く上空にまで達して燦然と光った。

70

καί ῥα θοῶς ἔκτοσθε πυλάων ἐσσεύοντο

そして彼らは、

πανσυδίῃ νιφάδεσσιν ἐοικότες, αἵ τε φέρονται

厳冬の季節に雲から稠密に舞い降りる雪片に似て、

ταρφέες ἐκ νεφέων κρυερῇ ὑπὸ χείματος ὥρῃ·

全軍一斉に門の外へと素早く突進した。

ὣς οἵ γʼ ἐξεχέοντο πρὸ τείχεος, ὦρτο δʼ ἀϋτὴ

このように彼らは城壁の前へと押し寄せ、

σμερδαλέη· μέγα δʼ αἶα περιστεναχίζετʼ ἰόντων.

恐るべき喊声が沸き起こり、進軍する足取りの下で大地は激しく轟いた。

75

Τρῶες δʼ εὖτʼ ἐπύθοντο βοὴν καὶ λαὸν ἴδοντο,

トロイア勢は叫び声を聞き、軍勢を目にするや、

θάμβησαν· πᾶσιν δὲ κατεκλάσθη κέαρ ἔνδον

驚愕した。そして自らの破滅を予期して、

πότμον ὀϊομένων·1 περὶ γὰρ νέφος ὣς ἐφαάνθη

皆の胸の内で心は打ちひしがれた。 敵の軍勢は雲のように現れ、

λαὸς δυσμενέων· κανάχιζε δὲ τεύχεα φωτῶν

動く男たちの武具は鳴り響き、

κινυμένων· ἄμοτον δὲ κονίσαλος ὦρτο ποδοῖιν.

足元からは激しい砂煙が舞い上がったからである。

80

καὶ τότʼ ἄρʼ ἠὲ θεῶν τις ὑπὸ φρένας ἔμβαλε θάρσοςΔηιφόβῳ καὶ θῆκε μάλʼ ἄτρομον, ἠὲ καὶ αὐτοῦ

そのとき、神々の誰かがデーイポボスの胸の内に勇気を与えてまったく恐れなき者としたのか、

θυμὸς ἐποτρύνεσκε ποτὶ κλόνον, ὄφρʼ ἀπὸ πάτρης

あるいは彼自身の心が、

δυσμενέων ἀλεγεινὸν ὑπʼ ἔγχεϊ λαὸν ἐλάσσῃ·

敵の苦難に満ちた軍勢を槍によって祖国から駆逐せんとして戦乱へと駆り立てたのであろうか。

θαρσαλέον δʼ ἄρα μῦθον ἐνὶ Τρώεσσιν ἔειπεν·

彼はトロイア勢の中で雄々しい言葉を語った。

85

ὦ φίλοι, εἰ δʼ ἄγε2 θυμὸν ἀρήιον ἐν φρεσὶ θέσθε

「友らよ、さあ、

μνησάμενοι, στονόεντος ὅσα πτολέμοιο τελευτὴ

戦争の悲惨な結末が槍に屈した人々の上にどれほどの苦患をもたらすかを思い起こし、

ἄλγεʼ ἐπʼ ἀνθρώποισι δορυκτήτοισι τίθησιν·

胸の内に戦士の心を抱け。

οὐ γὰρ Ἀλεξάνδροιο πέλει πέρι μοῦνον ἄεθλος

なぜなら、戦いはアレクサンドロスやヘレネーのためだけにあるのではなく、

οὐδʼ Ἑλένης, ἀλλʼ ἔστι περὶ πτόλιός τε καὶ αὐτῶν

都のため、我ら自身のため、

90

ἠδʼ ἀλόχων τεκέων τε φίλων γεραρῶν τε τοκήων

そして妻や愛する子供たちや尊敬すべき親たちのため、

πάσης τʼ ἀγλαΐης καὶ κτήσιος ἠδʼ ἐρατεινῆς

あらゆる栄光と財産のため、そして愛しい大地のためでもあるのだ。

γαίης, ἥ με δαμέντα κατὰ κλόνον ἀμφικαλύψοιμᾶλλον, ἢ ἀθρήσαιμι3 φίλην ὑπὸ δούρασι πάτρην

敵の槍の下に愛する祖国を見るくらいなら、

δυσμενέων· οὐ γάρ τι κακώτερον ἔλπομαι ἄλλο

戦乱の中で斃れた私をむしろ大地が覆い隠してくれた方がましだ。 惨めな人間たちの中で、

95

πῆμα μετʼ ἀνθρώποισιν ὀϊζυροῖσι τετύχθαι.

これ以上に過酷な災厄が起こるとは私は思わないからだ。

τοὔνεκʼ ἀπωσάμενοι στυγερὸν δέος ἀμφʼ ἐμὲ πάντες

それゆえ、忌まわしい恐れを払いのけ、皆私の周りに集い、

καρτύνασθʼ ἐπὶ δῆριν ἀμείλιχον· οὐ γὰρ Ἀχιλλεὺς

容赦なき戦いに向けて自らを奮い立たせよ。

ζωὸς ἔθʼ ἡμῖν ἄντα μαχήσεται, οὕνεκʼ ἄρʼ αὐτὸν

アキレウスが生きて再び我らに立ち向かって戦うことはないのだ。

πῦρ ὀλοὸν κατέδαψε· πέλει δέ τις ἄλλος Ἀχαιῶν,

破滅の火が彼を焼き尽くしたのだから。

100

ὃς νῦν λαὸν ἔγειρεν, ἔοικε δὲ μήτʼ Ἀχιλῆαμήτε τινʼ ἄλλον Ἀχαιὸν ὑποτρομέειν περὶ πάτρης

いま軍勢を奮い立たせているのは他のいずれかのアカイア人であり、祖国のために戦う者たちが、

μαρναμένους·4 τῷ μή τι φεβώμεθα μῶλον Ἄρηος,

アキレウスをも他のいかなるアカイア人をも恐れる筋合いはない。 それゆえ、これまで多くの苦難に耐えてきたとしても、

εἰ καὶ πολλὰ πάροιθεν ἀνέτλημεν μογέοντες·

アレースの激戦を決して恐れてはならない。

ἢ οὔπω τόδε οἴδατʼ ἀνὰ φρένας, ὡς ἀλεγεινοῖς

それとも、苦しむ人間には労苦の末にこそ歓喜と繁栄が訪れるということを、

105

ἀνδράσιν ἐκ καμάτοιο πέλει θαλίη τε καὶ ὄλβος,

まだ心の中で知らないのか。

ἐκ δʼ ἄρα λευγαλέων ἀνέμων καὶ χείματος αἰνοῦ

不吉な嵐と恐ろしい冬の後にこそ、

Ζεὺς ἐπάγει μερόπεσσι διʼ ἠέρος εὔδιον ἦμαρ,

ゼウスは人間のために大気を通じて晴天をもたらし、

ἔκ τʼ ὀλοῆς νούσοιο πέλει σθένος, ἔκ τε μόθοιο

破滅的な病の後に力強さが、

εἰρήνη; τὰ δὲ πάντα χρόνῳ μεταμείβεται ἔργα.

戦乱の後に平和が訪れるのだ。 これらすべての物事は時とともに移り変わるのだ。」

110

ὣς φάτο· τοὶ δʼ ἐς Ἄρηα μεμαότες ἐντύναντο

彼がこう語ると、

ἐσσυμένως· καναχὴ δὲ κατὰ πτόλιν ἔπλετο πάντῃ

戦いを切望していた者たちは速やかに身支度を整えた。

μῶλον ἐς ἀλγινόεντα κορυσσομένων αἰζηῶν.

苦難に満ちた激戦へと武装する若者たちのざわめきが都の至るところに満ちた。

ἔνθʼ ἄρα τῷ μὲν ἄκοιτις ὑποτρομέουσα κυδοιμὸν

ある者には、戦乱に怯える妻が涙を流しながら出陣する夫に武具を運び、

ἔντεʼ ἀποιχομένῳ παρενήνεε δακρυχέουσα·

ある者には、

115

τῷ δʼ ἄρα νήπιοι υἷες ἐπειγόμενοι περὶ πατρὶ

幼い息子たちが父の周りに集まり、

τεύχεα πάντα φέρεσκον· ὁ δέ σφισιν ἄλλοτε μέν πουἄχνυτʼ ὀδυρομένοις, ὁτὲ δʼ ἔμπαλι μειδιάασκε

武具をことごとく運んできた。 父は泣き惑う子供たちを見て時には心を痛め、

παισὶν ἀγαλλόμενος· κραδίη δέ οἱ ἐν δαῒ μᾶλλον

時には逆に我が子を誇らしく思って微笑んだ。 そして彼の心は、

ὥρμαινεν πονέεσθαι ὑπὲρ τεκέων τε καὶ αὐτοῦ·

子供たちと自身のために戦乱の中で奮闘せんといっそう高鳴った。

120

ἄλλῳ δʼ αὖτε γεραιὸς ἐπισταμένῃς παλάμῃσιν

またある者には、

ἀμφετίθει μελέεσσι κακῆς ἀλκτήρια χάρμης

老いた父が巧みな手つきで無残な戦いを防ぐ防具をその身に帯びさせ、

πολλὰ παρηγορέων φίλον υἱέα, μηδενὶ εἴκειν

戦いにおいて何者にも屈するなと愛する息子を幾度も励まし、

ἐν πολέμῳ, καὶ στέρνα τετυμμένα δείκνυε παιδὶ

昔の戦闘の数多の傷跡をもつ、

ταρφέα σήματʼ ἔχοντα παλαιῆς δηιοτῆτος.

打ち傷を負った自身の胸を息子に見せた。

125

ἀλλʼ ὅτε δὴ μάλα πάντες ἐν ἔντεσι θωρήχθησαν,ἄστεος ἐξεχέοντο μέγʼ ἱέμενοι πολέμοιο

しかし、一同がすっかり武具で身を鎧うと、

λευγαλέου· ταχέεσσι δʼ ἐφʼ ἱππήεσσιν ὄρουσαν

悲惨な戦争を強く切望して都から繰り出していった。 素早い騎兵に対して騎兵が突撃し、

ἱππῆες· πεζοῖσι δʼ ἐπέχραον ἔθνεα πεζῶν·

歩兵の群れは歩兵に襲いかかり、

ἅρμασι δʼ ἅρμαθʼ ἵκοντο καταντίον· ἔβραχε δὲ χθὼν

戦車は戦車に対峙した。

130

ἐς μόθον ἐσσυμένων· ἐπαΰτεε δʼ οἷσιν ἕκαστος

激戦へと突進する者たちの下で大地は轟き、

κεκλόμενος· τοὶ δʼ αἶψα συνήιον· ἀμφὶ δʼ ἄρα σφι

各人は自らの兵に呼びかけて叫んだ。 彼らは直ちに衝突し、

τεύχεʼ ἐπεσμαράγησε· μίγη δʼ ἑκάτερθεν ἀϋτὴ

彼らの周りで武具が鳴り響き、

λευγαλέη· τὰ δὲ πολλὰ θοῶς ποτέοντο βέλεμνα

双方から恐るべき喊声が入り混じった。 無数の投射物が両軍から放たれて素早く飛び交い、

βαλλόμενʼ ἀμφοτέρωθεν· ὑπʼ ἔγχεσι δʼ ἀσπίδες ἀνδρῶν

男たちの盾は槍の下で

構文注4 件
  1. 9.77πότμον ὀϊομένων

    直前の主文 πᾶσιν δὲ κατεκλάσθη κέαρ ἔνδον に対し、与格 πᾶσιν を受けず属格複数分詞 ὀϊομένων となっている構文。文脈的に先行する意味上の主語(トロイア勢全体)に一致させた意味通りの属格(synesis)あるいは絶対属格的な用法として解釈される。

  2. 9.85εἰ δʼ ἄγε

    条件文を導く接続詞ではなく、ἄγε と結びついて相手の行動を促す定型的な間投詞的表現(「さあ」「いざ」)。後続する命令表現(ここでは勧告的な命令法の θέσθε)と結びついている。

  3. 9.92ἥ με δαμέντα κατὰ κλόνον ἀμφικαλύψοι μᾶλλον, ἢ ἀθρήσαιμι

    希求法(ἀμφικαλύψοι... ἢ ἀθρήσαιμι)に μᾶλλον ἤ が組み合わされた願望の比較構文。「〜を見るくらいなら、むしろ大地が私を覆わんことを(死なんことを)」という反語的・感情的願望を表す。

  4. 9.100ἔοικε δὲ μῆτʼ Ἀχιλῆα μήτε τινʼ ἄλλον Ἀχαιὸν ὑποτρομέειν περὶ πάτρης μαρναμένους

    非人称動詞 ἔοικε(「〜するのがふさわしい、当然である」)に対格不定詞構文(意味上の主語 μαρναμένους + 不定詞 ὑποτρομέειν)が続いている。否定詞 μήτε とともに「祖国のために戦う者たちがアキレウスをも他のいかなるアカイア人をも恐れることなどふさわしくない(あってはならない)」を意味する。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:9.67-9.134