← スミュルナのクイントス

ホメロス後日譚

§9.410-9.479

ピロクテテスの帰陣とポダレイリオスによる治癒

オデュッセウスとディオメーデースはピロクテテスを説得して怒りを解かせ、船に乗せてトロイアの陣営へと連れ帰る。陣営で彼はポダレイリオスの手厚い治療を受け、傷は瞬く間に癒えてかつての壮健な肉体を取り戻す。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
410

οἱ δέ ἑ θαρσύνεσκον· ἔφαντο δέ οἱ λυγρὸν ἕλκοςἐξ ὀλοοῖο μόγοιο καὶ ἄλγεος ἰήσασθαι,1

二人は彼を元気づけた。もしアカイア勢の陣営に赴くならば、

ἢν στρατὸν εἰσαφίκηται Ἀχαιικόν, ὅν ῥα καὶ αὐτὸν

破滅的な労苦と激痛からその痛ましい傷は癒やされるであろうと語った。

φάντο μέγʼ ἀσχαλάαν παρὰ νήεσιν ἠδὲ καὶ αὐτοὺς

軍勢そのものも船団の傍らで激しく悲嘆に暮れており、

Ἀτρείδας ἅμα τοῖσι· κακῶν δέ οἱ οὔτινʼ Ἀχαιῶν

アトレウスの子らも彼らとともに悲しんでいると告げた。また陣営においてアカイア勢の誰も彼の禍いの原因ではなく、

415

αἴτιον ἔμμενʼ ἔφαντο κατὰ στρατόν, ἀλλʼ ἀλεγεινὰς

過酷な運命こそが原因であると語った。

μοίρας, ὧν ἑκὰς οὔτις ἀνὴρ ἐπινίσσεται αἶαν,2

何人たりとも運命から逃れて地上を歩むことはできず、

ἀλλʼ αἰεὶ μογεροῖσιν ἐπʼ ἀνδράσιν ἀπροτίοπτοιστρωφῶντʼ ἤματα πάντα, βροτῶν γένος ἄλλοτε μέν που

運命は目に見えぬまま常に苦難に満ちた人々の頭上を日夜巡り、

βλάπτουσαι κατὰ θυμὸν ἀμείλιχον, ἄλλοτε δʼ αὖτε

あるときは無慈悲な意向によって人間の一族を損ない、

420

ἔκποθι κυδαίνουσαι· ἐπεὶ μάλα πάντα βροτοῖσι

またあるときは不意に栄光を与える。悲痛なことも穏やかなことも、

κεῖναι καὶ στονόεντα καὶ ἤπια μηχανόωνται

人間に関わる一切のことは、

αὐταὶ ὅπως ἐθέλουσιν. ὁ δʼ εἰσαΐων Ὀδυσῆος

運命が自ら望むままに仕組むからである。

ἠδὲ καὶ ἀντιθέου Διομήδεος αὐτίκα θυμὸν

オデュッセウスと神にも等しいディオメーデースの言葉を聞くと、

ῥηιδίως κατέπαυσεν ἀνιηροῖο χόλοιο,

彼はかつて自らが耐え忍んだ災厄のために途方もなく激怒していたものの、

425

ἔκπαγλον τὸ πάροιθε χολούμενος, ὅσσʼ ἐπεπόνθει.

直ちにその辛い怒りから心を容易に解き放った。

οἱ δέ μιν αἶψʼ ἐπὶ νῆα καὶ ἠιόνας βαρυδούπους

二人は彼を、その武具とともに歓喜しつつ、

καγχαλόωντες ἔνεικαν ὁμῶς σφετέροισι βελέμνοις·

速やかに船と轟音とどろく浜辺へと運んだ。

καί ῥά οἱ ἀμφεμάσαντο δέμας καὶ ἀμείλιχον ἕλκος

そして孔の整った海綿で彼の身体と無慈悲な傷を拭い、

σπόγγῳ ἐϋτρήτῳ, κατὰ δʼ ἔκλυσαν ὕδατι πολλῷ.

夥しい水で洗い流した。

430

ἀμπνύνθη δʼ ἄρα τυτθόν· ἄφαρ δέ οἱ ἐγκονέοντες

すると彼はいくらか息を吹き返した。彼らは急ぎ立ち働いて、

δόρπον ἐῢν τεύξαντο μεμαότι· σὺν δὲ καὶ αὐτοὶ

食を望む彼のためにすぐさま立派な夕餉を用意した。

δαίνυντʼ ἔνδοθι νηός. ἐπήλυθε δʼ ἀμβροσίη νύξ,

そして彼ら自身も船内でともに食事をとった。やがて神聖な夜が訪れ、

τοῖσι δʼ ἐφʼ ὕπνος ὄρουσε· μένον δʼ ἄχρις Ἠριγενείης

彼らの上に眠りが襲いかかった。彼らは海に囲まれたレムノスの岸辺で、

ἀμφιάλου Λήμνοιο παρʼ ᾐόσιν· αὐτὰρ ἅμʼ ἠοῖ

黎明の女神を待った。そして夜明けとともに、

435

πείσμαθʼ ὁμῶς εὐνῇσιν ἐϋγνάμπτοισιν ἄειραν

外側で急ぎ立ち働きながら、

ἔκτοθεν ἐγκονέοντες· ἐπιπροέηκε δʼ Ἀθήνη

碇綱を屈曲した碇石とともに引き揚げた。アテーナーが、

ἐξόπιθεν πνείοντα τανυπρώρου νεὸς οὖρον.

舳先の長い船の背後から吹く順風を送り出した。

ἱστία δʼ αἶψʼ ἐτάνυσσαν ὑπʼ ἀμφοτέροισι πόδεσσι,

彼らは直ちに両方の帆脚綱を引いて帆を張り、

νῆα κατιθύνοντες ἐΰζυγον· ἡ δʼ ὑπʼ ἰωῇ

漕ぎ座の整った船を真っ直ぐに進めた。

440

ἔσσυτʼ ἐπὶ πλατὺ χεῦμα· μέλαν δʼ ἀμφέστενε κῦμα

船は風の唸りに乗って広大な潮の上へと疾走した。砕け散る黒い波は周囲で轟き、

ῥηγνύμενον· πολιὸς δὲ περίζεε πάντοθεν ἀφρός·

白い泡が四方で沸き立った。

ἀμφὶ δέ οἱ δελφῖνες ἀολλέες ἐσσεύοντο

船の周りにはイルカの群れが集まり、

ῥίμφα διαπρήσσοντες ἁλὸς πολιοῖο κέλευθα.

白波立つ海の道を軽やかに駆け抜けた。

οἱ δʼ ἄφαρ Ἑλλήσποντον ἐπʼ ἰχθυόεντʼ ἀφίκοντο,

彼らはやがて、

445

ᾗχι καὶ ἄλλαι νῆες ἔσαν· κεχάροντο δʼ Ἀχαιοί,

他の船団が停泊している魚豊かなヘレースポントスへと到着した。アカイア勢は、

ὡς ἴδον οὓς ποθέεσκον ἀνὰ στρατόν. οἱ δʼ ἄρα νηὸς

陣営の中で待ち望んでいた者たちを目にして歓喜した。

ἀσπασίως ἀπέβησαν· ἔχεν δʼ ἄρα χεῖρας ἀραιὰς

彼らは喜びに満ちて船から降り立った。

Ποίαντος θρασὺς υἱὸς ἐπʼ ἀνέρας, οἵ ῥά μιν ἄμφω

勇猛なるポイアースの子は細く衰えた両手を二人の男の肩に掛け、

λυγρὸν ἐπισκάζοντα ποτὶ χθόνα δῖαν ἄγεσκον

二人は痛ましげに足を引きずる彼を、

450

ἀμφοτέρων κρατερῇσιν ἐπικλινθέντα χέρεσσιν·

強き両手で支えながら神聖な大地へと導いた。

ἠΰτʼ ἐνὶ ξυλόχοισιν ἐς ἥμισυ μέχρι κοπεῖσαν

あたかも木立ちの中で、

φηγὸν ὑφʼ ὑλοτόμοιο βίης ἤ πίονα πεύκην3τυτθὸν ἔθʼ ἑστηυῖαν, ὅσον λίπε δρυτόμος ἀνὴρ

木こりの膂力によって半ばまで断ち切られた樫の木や脂の乗った松が、

πρέμνον ὑποτμήγων λιπαρόν, δάος ὄφρα πέληταιπίσσα πυρὶ δμηθεῖσα κατʼ οὔρεα, τὴν δʼ ἀλεγεινῶς

山中で火に制せられた松脂が松明となるよう木こりが豊かな幹の根元を削り取って僅かに残した分だけかろうじて立っているところへ、

ἀχθομένην ἄνεμός τε καὶ ἀδρανίη ποτικλίνῃ

重荷に耐えかねたその木を風と衰弱が繁茂する若枝へと倒しかけ、

ἔρνεσιν εὐθαλέεσσι, φέρουσι δέ μιν βαρέουσαν·

若枝が重い幹を支えているかのように、

ὣς ἄρʼ ὑπʼ ἀτλήτῳ βεβαρημένον ἄλγεϊ φῶτα

そのように耐えがたき苦痛に打ちひしがれた男を、

θαρσαλέοι ἥρωες ἐπικλινθέντα φέρεσκον

勇敢な英雄たちが身を預けられながら、

Ἀργείων ἐς ὅμιλον ἀρήιον· οἱ δʼ ἐσιδόντεςᾤκτειραν μάλα πάντες ἑκηβόλον ἀνέρα λυγρῷ

アルゴス勢の好戦的な群衆の中へと運んでいった。見守る者らは皆、

ἕλκεϊ τειρόμενον· τὸν δὲ στερεὸν καὶ ἄνουσον

痛ましい傷に苦しめられる弓の名手を深く憐れんだ。 天上の神々に等しいポダレイリオスは、

ὠκύτερον ποίησε νοήματος αἰψηροῖο

傷口の上に多くの薬草を巧みに散じ、

ἶσος ἐπουρανίοις Ποδαλείριος, εὖ μὲν ὕπερθεπάσσων φάρμακα πολλὰ καθʼ ἕλκεος, εὖ δὲ κικλήσκων

自らの父の名を敬虔に呼びながら、

465

οὔνομα πατρὸς ἑοῖο· θοῶς δʼ ἰάχησαν Ἀχαιοὶ

飛び交う思考よりも素早く彼を頑健で病なき身体へと戻した。アカイア勢は皆、

πάντες κυδαίνοντες ὁμῶς Ἀσκληπιοῦ υἷα.

速やかに一斉に声を上げてアスクレーピオスの子を称え称賛した。

καί μιν φαιδρύναντο καὶ ἀμφί ἑ χρῖσαν ἐλαίῳ

彼らは心を込めて彼を洗い清め、

προφρονέως· ὀλοὴ δὲ κατηφείη καὶ ὀϊζὺς

身体に油を塗りたくった。破滅的な憔悴と悲惨は、

ἀθανάτων ἰότητι κατέφθιτο· τοὶ δʼ ἀνὰ θυμὸν

不死なる神々の御心によって消え去った。

470

τέρποντʼ εἰσορόωντες· ὁ δʼ ἄμπνυεν ἐκ κακότητος·

人々はその姿を眺めて心のうちに歓喜し、彼自身も惨状から息を吹き返した。

ἀχροίῃ δʼ ἄρʼ ἔρευθος ἐπήλυθεν, ἀργαλέῃ δὲ

蒼白な顔には血色が戻り、

ἀδρανίῃ μέγα κάρτος· ἀέξετο δʼ ἅψεα πάντα.

辛い脱力に代わって大いなる剛力が宿り、四肢のすべてが充実した。

ὡς δʼ ὁπότʼ ἀλδαίνηται ἐπὶ σταχύεσσιν ἄρουρα,

あたかも、

ἣν τὸ πάρος φθινύθουσαν ἐπέκλυσε χείματος αἰνοῦ

かつて衰えていたところへ恐ろしい冬の豪雨が重く降りかかって冠水させたものの、

475

ὄμβρος ἐπιβρίσας, ἡ δʼ ἀλδομένη ἀνέμοισι

風に育まれながら労苦を重ねた畑の中で豊かに穂を実らせて微笑む耕地のように、

μειδιάᾳ τεθαλυῖα πολυκμήτῳ ἐν ἀλωῇ·ὣς ἄρα τειρομένοιο Φιλοκτήταο πάροιθε

そのように、

πᾶν δέμας αἶψʼ ἀνέθηλεν· ἐϋτροχάλῳ δʼ ἐνὶ κοίλῃ

かつて苛まれていたピロクテテスの全身はたちまち息を吹き返した。そして、丸く穿たれた洞の内に、

κάλλιπε κήδεα πάντα,4 τά οἱ περιδάμνατο θυμόν.

かつて自らの心を打ちひしいでいたあらゆる憂患を残してきたのであった。

構文注4 件
  1. 9.410ἔφαντο δέ οἱ λυγρὸν ἕλκος / ἐξ ὀλοοῖο μόγοιο καὶ ἄλγεος ἰήσασθαι

    間接話法における不定詞 ἰήσασθαι(形式受動相動詞 ἰάομαι のアオリスト不定詞で、未来を表す用法)の意味上の主語は文脈上「陣営の医術者たち/アカイア勢」であり、対格 λυγρὸν ἕλκος はその目的語として取られている。他方で ἕλκος 自体を主語とする受動的表現(「傷が癒える」)と解する余地もあるが、ἰάομαι は通常他動詞として用いられるため、主語の省略を伴う能動/中動の他動構文として解釈するのが自然である。

  2. 9.416ὧν ἑκὰς οὔτις ἀνὴρ ἐπινίσσεται αἶαν

    関係代名詞属格 ὧν(先行詞は前行の ἀλεγεινὰς μοίρας)は、分離・離反を表す副詞 ἑκάς(「〜から遠く離れて」)に支配されている。文全体の骨格は οὔτις ἀνὴρ ἐπινίσσεται αἶαν(「いかなる人間も地上を歩むことはない」)であり、αἶαν は移動動詞 ἐπινίσσεται の空間的広がりを示す対格目的語である。

  3. 9.451ἠΰτʼ ἐνὶ ξυλόχοισιν ἐς ἥμισυ μέχρι κοπεῖσαν / φηγὸν ὑφʼ ὑλοτόμοιο βίης ἤ πίονα πεύκην

    ホメーロス風の長大な直喩の骨格。対格 φηγὸν ... ἤ ... πεύκην(修飾語 κοπεῖσαν, ἑστηυῖαν を伴う)は、後行する接続法動詞 ποτικλίνῃ の直接目的語であり、関係節や挿入句ののち τὴν δʼ ἀλεγεινῶς ἀχθομένην(「過酷に重荷を背負ったそれを」)によって対格照応代名詞として再導入されている。主語は ἄνεμός τε καὶ ἀδρανίη であり、倒置と離隔によって文が大きく拡張されている。

  4. 9.478ἐϋτροχάλῳ δʼ ἐνὶ κοίλῃ / κάλλιπε κήδεα πάντα

    ἐϋτροχάλῳ ... κοίλῃ の解釈。κοίλῃ は名詞省略の女性与格で、(1) 直前まで暮らしていたレムノス島の「丸く窪んだ洞窟(κοίλῃ [σπῆι / πέτρῃ])」を指し、長年の苦難の場を物理的に置き去りにしたとする解釈と、(2) 航行してきた「丸みのある窪んだ船(κοίλῃ [νηΐ])」の内部を指す解釈の二つが成り立ちうる。文脈上、レムノスを離れて陣営に到着した結末として、かつて心を砕いた苦悩を「洞窟の中に残してきた」と回顧的に総括する (1) の読みが詩的対比として最も優れている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:9.410-9.479