- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:8.150-8.220
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ネオプトレモスが己と神馬、そして父アキレウスの槍の素性を語った後、両者は激しい一騎打ちに突入し、互角の攻防の末にネオプトレモスがエウリュピュロスを討ち取って武具を剥ぎ取る。
υἱὸς Ἀχιλλῆος κρατερόφρονος, ὅς τε τοκῆα
私は剛毅なアキレウスの息子である。
σεῖο πάροιθʼ ἐφόβησε βαλὼν περιμήκεϊ δουρί·
父はかつて長槍でお前の父を撃ち、敗走させたのだ。
καί νύ κέ μιν θανάτοιο κακαὶ περὶ Κῆρες ἔμαρψαν,
もし父がお前の父の嘆かわしい破滅を速やかに癒やしてやらなかったなら、
εἰ μή οἱ στονόεντα θοῶς ἰήσατʼ ὄλεθρον.1
邪悪な死の女神たちがいまごろ彼を捕らえていたであろう。
ἵπποι δʼ, οἳ φορέουσιν, ἐμοῦ πατρὸς ἀντιθέοιο,
また私を運ぶ馬たちは、我が神のごとき父のものであり、
οὓς τέκεθʼ Ἅρπυια Ζεφύρῳ πάρος εὐνηθεῖσα,
かつてハルピュイアが西風ゼピュロスと交わって産んだ馬たちである。
οἵ τε καὶ ἀτρύγετον πέλαγος διὰ ποσσὶ θέουσιν
彼らは不毛の海の上をも足の先で触れながら疾走し、
ἀκρονυχὶ ψαύοντες, ἴσον δʼ ἀνέμοισι φέρονται.
風と同じ速さで駆ける。
νῦν δʼ ἐπεὶ οὖν γενεὴν ἐδάη ἵππων τε καὶ αὐτοῦ,2
だが今や、お前は馬たちと私自身の素性を知ったのだから、
καὶ δόρατος πείρησαι ἀτειρέος ἡμετέροιο
我が不屈の槍を味わって、
γνώμεναι ἄντα βίην· γενεὴ δέ οἱ ἐν κορυφῇσι
正面からその威力を知るがよい。槍の生まれは険峻なペーリオン山の頂にあり、
Πηλίου αἰπεινοῖο τομὴν ὅθι λεῖπε καὶ ὕλην.
そこで切り株と森を後にしたのだ」
ἦ ῥα καὶ ἐξ ἵππων χαμάδις θόρε κύδιμος ἀνήρ
そう語ると、名高き勇士は長大な槍を揺らしながら戦車から地上へ飛び降りた。
πάλλων ἐγχείην περιμήκετον· ὃς δʼ ἑτέρωθενχερσὶν ὑπὸ κρατερῇσιν ἀπειρεσίην λάβε πέτρην,
他方、エウリュピュロスは力強い手で巨大な石を掴み取り、
καί ῥα Νεοπτολέμοιο κατʼ ἀσπίδος ἧκε φέρεσθαι
ネオプトレモスの黄金の盾に向かって投げ放った。
χρυσείης. τὸν δʼ οὔτι προσεσσυμένη στυφέλιξεν,
だが飛来した巨石も彼をまったく揺るがすことはなかった。
ἀλλʼ ἅτε πρὼν εἱστήκει ἀπείριτος οὔρεϊ μακρῷ,τόν ῥα διιπετέων ποταμῶν μένος οὐδʼ ἅμα πάντων
天より降り注ぐすべての河川の激流が合わさっても押し戻すことができず、
ἄψ ὦσαι δύναται, ὁ γὰρ ἔμπεδον ἐρρίζωται·
堅固に根を張っている高山の大いなる巨岩のごとく、
ὣς μένεν ἄτρομος αἰὲν Ἀχιλλέος ὄβριμος υἱός.
アキレウスの勇壮な息子は常に揺るぎなく立ち尽くした。
ἀλλʼ οὐδʼ ὣς τάρβησε θρασὺ σθένος Εὐρυπύλοιοἄσχετον υἷʼ Ἀχιλῆος, ἐπεί ῥά μιν ὀτρύνεσκε
しかしそれでも、エウリュピュロスの猛々しい力は、抑えがたいアキレウスの息子を恐れなかった。
θάρσος ἐὸν καὶ κῆρες· ὑπὸ κραδίῃσι δὲ θυμὸςἔζεεν ἀμφοτέροισι· περὶ σφίσι δʼ αἰόλα τεύχη
彼自身の勇気と運命の女神たちが彼を駆り立てていたからである。二人の心臓の下で闘志が沸き立ち、
ἔβραχεν· οἱ δʼ ἅτε θῆρες ἐπῄεσαν ἀλλήλοισι
身にまとう煌めく武具が鳴り響いた。彼らは恐るべき野獣のように互いに突進した。
σμερδαλέοι, τοῖσίν τε κατʼ οὔρεα δῆρις ἀέξει,
凄まじい飢えに胸を苛まれ、斃れた牛または鹿を巡って二頭とも猛り狂いながら争うとき、
ὁππότε λευγαλέῳ λιμῷ βεβολημένοι ἦτορ
山々で〔野獣たちの〕闘争は激しさを増し、
ἢ βοὸς ἢ ἐλάφοιο περὶ κταμένου πονέωνται
戦う彼らによって谷々が鳴り響く――ちょうどそのように、
ἄμφω παιφάσσοντες, ἐπικτυπέουσι δὲ βῆσσαι
彼らは互いに激突し、
μαρναμένων· ὣς οἴ γε συνῄεσαν ἀλλήλοισι
情け容赦なき戦いを交えた。
δῆριν συμφορέοντες ἀμείλιχον. ἀμφὶ δὲ μακραὶλαῶν ἀμφοτέρωθεν ἄσην πονέοντο φάλαγγες
彼らの周囲では両軍の長い隊列が激闘の中で戦い、
ἐς μόθον· ἀργαλέη δὲ περὶ σφίσι δῆρις ὀρώρει.οἱ δʼ ἀνέμων ῥιπῇσιν ἐοικότες αἰψηρῇσισύν ῥʼ ἔβαλον μελίῃσι μεμαότες αἷμα κεδάσσαι
凄惨な争いが彼らの周りで巻き起こった。彼らは素早い風の突風のごとく、
ἀλλήλων· τοὺς δʼ αἰὲν ἐποτρύνεσκεν Ἐνυὼ
互いの血を流そうと熱望してトネリコの槍を打ち合わせた。
ἐγγύθεν ἱσταμένη· τοὶ δʼ οὐκ ἀπέληγον ὀμοκλῆς,
近くに立つエニュオーが絶えず彼らを奮い立たせていた。彼らは喚声をやめることなく、
ἀλλά σφεας ἐδάϊζον ἐς ἀσπίδας, ἄλλοτε δʼ αὖτε
盾に向かって互いを切りつけ、
οὔταζον κνημῖδας ἰδʼ ὑψιλόφους τρυφαλείας·
あるいは脛当てや高いたてがみの兜を突き刺し、
καί τις καὶ χροὸς ἥψατʼ ἐπεὶ πόνος αἰνὸς ἔπειγε
過酷な激闘が勇敢な英雄たちを追い立てるなか、
θαρσαλέους ἥρωας· ἔρις δʼ ἐπετέρπετο θυμῷ
槍先は肉体にも触れた。
κείνους εἰσορόωσα· πολὺς δʼ ἐξέρρεεν ἱδρὼς
争いの女神は彼らを見つめて心楽しんでいた。両者から大量の汗が流れ出たが、
ἀμφοτέρων· οἱ δʼ αἰὲν ἐκαρτύνοντο μένοντες·
彼らは踏みとどまって絶えず力を奮い起こした。
ἄμφω γὰρ μακάρων ἔσαν αἵματος· οἱ δʼ ἀπʼ Ὀλύμπου—
二人とも至福の神々の血筋を引いていたからである。
οἱ μὲν γὰρ κύδαινον Ἀχιλλέος ὄβριμον υἷα,
オリュンポスからの神々も――ある神々はアキレウスの勇壮な息子を称え、
οἱ δʼ αὖτʼ Εὐρύπυλον θεοειδέα· τοὶ δʼ ἑκάτερθεν
ある神々は神のごときエウリュピュロスを称えた。彼らは双方から、
μάρναντʼ ἀκμήτοισιν ἐειδόμενοι σκοπέλοισινἠλιβάτων ὀρέων· μέγα δʼ ἔβραχον ἀμφοτέρωθεν
険峻な山々の揺るぎない岩峰に似て戦い、
θεινόμεναι μελίῃσι θάμʼ ἀσπίδες· ὀψὲ δὲ μακρὴ
トネリコの槍に幾度も打ち据えられた盾が両側で大音響を立てた。
Πηλιὰς Εὐρυπύλοιο διήλυθεν ἀνθερεῶνος
やがて長いペーリオンの槍が、激しい苦闘の末に、
πολλὰ πονησαμένη· τοῦ δʼ ἔκχυτο φοίνιον αἷμα
エウリュピュロスの顎を貫いた。深紅の血が激しく噴き出し、
ἐσσυμένως· ψυχὴ δὲ διʼ ἕλκεος ἐξεποτήθη
魂は傷口を通って四肢から飛び去り、
ἐκ μελέων ὀλοὴ δὲ κατʼ ὀφθαλμῶν πέσεν ὄρφνη.
破滅の暗闇がその両眼の上に落ちた。
ἤριπε δʼ ἐν τεύχεσσι κατὰ χθονός, ἠΰτε βλωθρὴ
彼は武具をまとったまま地上へ崩れ落ちた。
ἢ πίτυς ἤ ἐλάτη κρυεροῦ Βορέαο βίηφιν
あたかも冷え冷えとした北風の威力によって根こそぎ倒れた丈高い松、
ἐκ ῥιζέων ἐριποῦσα· τόσην ἐπικάππεσε γαῖαν
あるいはモミの木のごとくであった。
Εὐρυπύλοιο δέμας· μέγα δʼ ἔβραχε Τρώιον οὖδας
エウリュピュロスの巨体はそれほど広大な大地の上に倒れ伏し、
καὶ πεδίον. Χλοερὴ δὲ θοῶς κατεχεύατο νεκρῷ
トロイアの大地と平原は大きく鳴動した。青ざめた死相が速やかに死骸の上に広がり、
ἀχροίη καὶ καλὸν ἀπημάλδυνεν ἔρευθος.
美しい赤みを消し去った。
τῷ δʼ ἐπικαγχαλόων μεγάλʼ εὔχετο καρτερός ἥρως·
彼の上に高笑いしながら、強大なる英雄は大声で勝ち誇って言った。
Εὐρύπυλʼ, ἦπου ἔφης Δαναῶν νέας ἠδὲ καὶ αὐτοὺςδῃώσειν καὶ πάντας ὀϊζυρῶς ἀπολέσσειν
「エウリュピュロスよ、お前はダナオス勢の船団と彼ら自身を滅ぼし、
ἡμέας· ἀλλὰ σοὶ οὔτι θεοὶ τελέεσκον ἐέλδωρ,
我らすべてを悲惨にも討ち果たすと言っていたのだろう。だが神々はお前の望みを決して叶えはしなかった。
ἀλλʼ ὑπʼ ἐμοί δʼ ἐδάμασσε καὶ ἀκάματόν περ ἐόντα
たといお前が不撓不屈であったとしても、我が手のもとで、我が父の偉大なる槍がお前を討ち倒したのだ。
πατρὸς ἐμοῖο μέγʼ ἔγχος,3 ὅπερ βροτὸς οὔτις ἀλύξει
我らに正面から立ち向かう人間で、この槍から逃れられる者は一人としていない、
ἡμῖν ἄντα μολὼν οὐδʼ εἰ παγχάλκεος ἦεν.ἦ ῥα καὶ ἐκ νέκυος περιμήκετον εἴρυσεν αἰχμὴν
たとえ全身が青銅であったとしてもだ」
ἐσσυμένως· Τρῶες δὲ μέγʼ ἔτρεσαν εἰσορόωντες
こう言って彼は死骸から長大な槍先を素早く引き抜いた。
ἀνέρα καρτερόθυμον· ὁ δʼ αὐτίκα τεύχεʼ ἀπούρας
トロイア勢は剛毅な勇士を見て大いに震え上がった。彼は直ちに武具を剥ぎ取り、
δῶκε θοοῖς ἑτάροισι φέρειν ποτὶ νῆας Ἀχαιῶν·
アカイア勢の船へと運ばせるために俊足の従士たちに手渡した。
- 8.153εἰ μή οἱ στονόεντα θοῶς ἰήσατʼ ὄλεθρον
直前の反実仮想帰結節 καί νύ κέ μιν... ἔμαρψαν(死の女神たちが彼を捕らえていただろう)に対する条件節(εἰ μή+直説法アオリスト)。動詞 ἰήσατο の主語は先行する文の主語であるアキレウス(ὅς)。テーレポスがトロイア遠征途上でアキレウスの槍によって負傷し、のちにアキレウス自身の槍の錆によって癒やされたという神話的逸話を踏まえている。代名詞 οἱ は与格で、テーレポスを指す関係(不利益・被害の対象あるいは所有)。
- 8.158νῦν δʼ ἐπεὶ οὖν γενεὴν ἐδάη ἵππων τε καὶ αὐτοῦ
接続詞 ἐπεί に導かれる時・理由節。動詞 ἐδάη は δαῆναι(知る、学ぶ)の受動語尾を持つ第2アオリスト形であるが、能動の意味を持つ。叙事詩における2人称単数形(語尾 -ς の脱落した形 ἐδάης > ἐδάη)として機能し、主語は対話相手のエウリュピュロスである。後続する主節の命令法 πείρησαι(2人称単数中動態アオリスト命令法)と呼応している。
- 8.214ἀλλʼ ὑπʼ ἐμοί δʼ ἐδάμασσε καὶ ἀκάματόν περ ἐόντα / πατρὸς ἐμοῖο μέγʼ ἔγχος
接続詞 ἀλλά に続く δέ は帰結のδέ(apodotic δέ)あるいは対比を強める重複。文の主語は2行目に置かれた名詞句 πατρὸς ἐμοῖο μέγʼ ἔγχος(我が父の偉大な槍)であり、動詞 ἐδάμασσε の目的語(エウリュピュロス)は省略されている。前置詞句 ὑπʼ ἐμοί は行為の担い手・支配(「私の手のもとで」)を示し、καὶ ἀκάματόν περ ἐόντα は譲歩の分詞句(「たとえ疲れを知らぬ者であったとしても」)として省略された目的語(σε)を修飾している。
