← スミュルナのクイントス

ホメロス後日譚

§8.1-8.75

夜明けの出陣と平原での両軍の激突

夜が明けると両軍は武具を固めて出陣し、ネオプトレモスとエウリュピュロスが兵たちを奮い立たせる。父アキレウスの武具と神馬を駆るネオプトレモス率いるアカイア勢とトロイア勢は平原で激突し、激しい総力戦に突入する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
1

ἦμος δʼ ἠελίοιο φάος περικίδνατο γαῖαν

太陽が東の果て、早起きの女神エーオースの洞窟がある処から昇り、

ἐκ περάτων ἀνιόντος, ὅθι σπέος Ἠριγενείης,

その光を地上にあまねく散らす頃、

δὴ τότε που Τρῶες καὶ Ἀχαιῶν ὄβριμοι υἷες

トロイア勢とアカイアの強大なる息子たちは、

θωρήσσονθʼ ἑκάτερθεν ἐπειγόμενοι ποτὶ δῆριν·

いずれも戦いを急ぎつつ武具を固めた。

5

καὶ τοὺς μὲν πάϊς ἐσθλὸς Ἀχιλλέος ὀτρύνεσκεν

そして一方の軍勢をアキレウスの気高き息子が、

ἀντιάαν Τρώεσσιν ἀταρβέα θυμὸν ἔχοντας,

トロイア勢に対し恐れを知らぬ心を抱くよう励ませば、

τοὺς δʼ ἄρα Τηλεφίδαο μέγα σθένος· ἦ γὰρ ἐώλπει

他方の軍勢をテレポスの息子の強大な勇力が鼓舞した。実に彼は、

τεῖχος μὲν χαμάδις βαλέειν νῆάς τʼ ἀμαθῦναι

防壁を粉々に打ち砕き、恐るべき炎で軍船を焼き滅ぼし、

ἐν πυρὶ λευγαλέῳ, λαοὺς δʼ ὑπὸ χερσὶ δαΐξαι.

自らの手で軍勢を皆殺しにすることを期待していたのだ。

10

ἀλλά οἱ ἐλπωρὴ μὲν ἔην ἐναλίγκιος αὔρῃ

しかし彼の希望は空しい微風に似ており、

μαψιδίῃ· κῆρες δὲ μάλα σχεδὸν ἑστηυῖαι

間近に迫った運命の女神たちは、

πολλὸν καγχαλάασκον ἐτώσια μητιόωντι.

空しき思いをめぐらす彼を激しく嘲笑っていた。

καὶ τότε Μυρμιδόνεσσιν Ἀχιλλέος ἄτρομος υἱὸς

その時、アキレウスの恐れを知らぬ息子はミュルミドーン勢に対し、

θαρσαλέον φάτο μῦθον ἐποτρύνων πονέεσθαι·

戦いに精を出すよう奮い立たせ、力強い言葉を語った。

15

κέκλυτέ μευ, θεράποντες, ἀρήϊον ἐν φρεσὶ θυμὸν

「我が従士たちよ、痛ましき戦いにおいてアルゴス勢には救いとなり、

θέντες, ἵνʼ Ἀργείοισιν ἄκος πολέμου ἀλεγεινοῦ

敵にとっては災いとなるよう、

δυσμενέεσσι δὲ πῆμα γενώμεθα· μηδέ τις ἡμέων

戦いの気概を胸に抱いて我が言葉を聞け。

ταρβείτω· κρατερὴ γὰρ ἄδην ἐκ θάρσεος ἀλκὴ

我らのうち誰も恐れを抱いてはならぬ。人間にとっては、

γίνεται ἀνθρώποισι· δέος δὲ βίην ἀμαθύνει

勇気からこそ有り余るほどの屈強な力が生じるのだ。

20

καὶ νόον· ἀλλʼ ἄγε πάντες ἐς Ἄρεα καρτύνασθε,

恐れは武勇と知慮を損なう。さあ、皆でアレースの戦いに向けて力を奮い起こせ。

ὄφρα μὴ ἀμπνεύσῃ Τρώων στρατός, ἀλλʼ Ἀχιλῆα

トロイアの軍勢に息継ぎの暇を与えず、

φαίη ἔτι ζώοντα μετέμμεναι Ἀργείοισιν.1

アキレウスが今なお生きてアルゴス勢とともにあると誰しもが言うようにせよ」

ὣς εἰπὼν ὤμοισι πατρώια δύσατο τεύχη

こう語ると、

πάντοθε μαρμαίροντα· Θέτις δʼ ἠγάλλετο θυμῷ

彼は四方に眩い輝きを放つ父の武具を両肩にまとった。

25

ἐξ ἁλὸς εἰσορόωσα μέγα σθένος υἱωνοῖο.

海の深みから孫の強大なる勇気を見つめていたテティスは、胸の内で歓喜した。

καί ῥα θοῶς οἴμησε πρὸ τείχεος αἰπεινοῖο

そして彼は父の不死の馬たちに乗り、

ἐμβεβαὼς ἵπποισιν ἑοῦ πατρὸς ἀθανάτοισιν·

峻険な城壁の前へと素早く突進した。

οἷος δʼ ἐκ περάτων ἀναφαίνεται ὠκεανοῖο

東の果ての大洋から太陽が、

ἠέλιος θηητὸν ἐπὶ χθόνα πῦρ ἀμαρύσσων,

見るも目覚ましい火を大地へと放ちながら現れ出でるかのようであった。

30

πῦρ, ὅτε οἱ πώλοισι καὶ ἅρματι συμφέρετʼ ἀστὴρ

それは、死すべき人々に悲痛な病をもたらすシリウスの星が、

Σείριος, ὅς τε βροτοῖσι φέρει πολυκηδέα νοῦσον·

その駿馬と戦車とともに巡る時の火のごとくであった。

τοῖος ἐπὶ Τρώων στρατὸν ἤιεν ὄβριμος ἥρως

アキレウスの息子である強大なる英雄は、

υἱὸς Ἀχιλλῆος· φόρεον δέ μιν ἄμβροτοι ἵπποι,τούς οἱ ἐελδομένῳ νηῶν ἄπο λαὸν ἐλάσσαι

そのようにトロイアの軍勢へと進軍した。軍船から軍勢を駆り立てることを熱望する彼に、

35

ὤπασεν Αὐτομέδων· ὃς γάρ σφεας ἡνιόχευεν·

アウトメドーンが授けた不死の馬たちが彼を乗せて走った。アウトメドーンがそれらの手綱を執っていたからである。

ἵπποι δʼ αὖτʼ ἐχάρησαν ἑὸν φορέοντες ἄνακτα

馬たちもまた、アイアコスの一族の英雄に酷似した自らの主を乗せて喜び、

εἴκελον Αἰακίδῃ· τῶν δʼ ἄφθιτον ἦτορ ἐώλπει

彼らの不滅の心は、

ἔμμεναι ἀνέρα κεῖνον Ἀχιλλέος οὔτι χερείω.

あの男が決してアキレウスに劣らぬ人物であると信じた。

ὣς δὲ καὶ Ἀργεῖοι μέγα καγχαλόωντες ἄγερθεν

アルゴス勢もまた大いに歓声を上げ、ネオプトレモスの勇武の周囲に集まり、

40

ἀμφὶ Νεοπτολέμοιο βίην ἄμοτον μεμαῶτες

恐るべきスズメバチのように激しい闘志を燃やした。

λευγαλέοις σφήκεσσιν ἐοικότες, οὕς τε κλονήσῃ2

何かが巣を揺るがすと穴から飛び立ち、

χηραμοῦ ἐκποτέονται, ἐελδόμενοι χρόα θεῖναι

人間の肌を刺そうと望み、住処の周りに群がって、

ἀνδρόμεον, πάντες δὲ περὶ στέγος ὁρμαίνοντες

通りすがる人々に大いなる災いをもたらすスズメバチのように、

τεύχουσιν μέγα πῆμα παρεσσυμένοισι βροτοῖσινὣς οἵ γʼ ἐκ νηῶν καὶ τείχεος ἐξεχέοντο

彼らは戦いを渇望して軍船や防壁から溢れ出た。

μαιμώωντες Ἄρηι· πολὺς δʼ ἐστείνετο χῶρος.

広大な平原が狭く感じられるほどであった。

πᾶν πεδίον δʼ ἀπάνευθεν ἐλάμπετο τεύχεσι φωτῶν

頭上から太陽が無辺の輝きを放つ中、

ἠελίου καθύπερθεν ἀπείριτα μαρμαίροντος·

平原の全土は遠くまで勇士たちの武具で煌めいていた。

οἷον δὲ νέφος εἶσι διʼ ἠέρος ἀπλήτοιο

吹雪が吹き荒れ、厳しい冬の季節が訪れ、

50

πνοιῇσιν μεγάλῃσιν ἐλαυνόμενον Βορέαο,

暗闇が空を一面に取り囲む時に、

ἦμος δὴ νιφετός τε πέλει καὶ χείματος ὥρηἀργαλέη, πάντῃ δὲ περιστέφει οὐρανὸν ὄρφνη·

吹き募る北風の大いなる突風に駆られて底知れぬ天空を渡る雲のように、

ὣς τῶν πλήθετο γαῖα συνερχομένων ἑκάτερθε

軍船から少し離れた地で両軍が合流するにつれ、

νηῶν βαιὸν ἄπωθε· κόνις δʼ εἰς οὐρανὸν εὐρὺνπέπτατʼ ἀειρομένη· κανάχιζε δὲ τεύχεα φωτῶν,

大地は彼らで埋め尽くされた。 巻き上がった塵煙は広大な天空へと広がり、

σὺν δὲ καὶ ἅρματα πολλά· διεσσύμενοι δʼ ἐπὶ μῶλον

勇士たちの武具や数多の戦車が轟音を立てた。戦場へと駆け抜ける馬たちはいななき、

ἵπποι ἐπεχρεμέτιζον· ἐὴ δʼ ἐκέλευεν ἕκαστον

各自の勇気は彼らに命じ、

ἀλκὴ3 ἀνιηρὴν ἐς φύλοπιν ὀτρύνουσα.

痛ましき混戦へと駆り立てた。

ὡς δʼ ὅτε κύματα μακρὰ δύο κλονέουσιν ἀῆται

荒々しい冬の嵐が広大な海の深みで猛り狂い、

60

σμερδαλέον βρομέοντες ἀνὰ πλατὺ χεῦμα θαλάσσηςἔκποθεν ἀλλήλοισι περιρρηγνύντες ἀέλλας,

荒ぶるアムピトリーテーが恐るべき大波に唸り声を上げ、

ὁππότε χεῖμʼ ἀλεγεινὸν ἀνʼ εὐρέα βένθεα πόντου

高く聳える山々のような波があちこちから押し寄せ、

μαίνετʼ, ἀμαιμακέτη δὲ περιστένει Ἀμφιτρίτη

四方から湧き起こる波の悲痛な轟音が海原に満ちる時、

κύμασι λευγαλέοισι, τὰ δʼ ἄλλοθεν ἄλλα φέρονται

二つの風が長い大波をかき乱し、

65

οὔρεσιν ἠλιβάτοισιν ἐοικότα, τῶν δʼ ἀλεγεινὴ

広い大海の潮の上で恐ろしい唸り声を上げ、

ὀρνυμένων ἑκάτερθε πέλει κατὰ πόντον ἰωή·ὣς οἳ γʼ ἀμφοτέρωθεν ἐπʼ Ἄρεα συμφορέοντο

いずこからか互いに突風をぶつけ合うかのように、

σμερδαλέον μεμαῶτες· ἔρις δʼ ὀρόθυνε καὶ ἀλκὴ.

彼らもまた凄まじい気迫をもって双方からアレースの戦いへと殺到した。不和と勇気とが彼らを駆り立てた。

σὺν δʼ ἔβαλον βροντῇσιν ἐοικότες ἤ στεροπῇσιν,αἵ τε μέτα κτυπέουσι διʼ ἠέρος, ὁππότʼ ἀῆται

激しい風が競い合い、猛り狂って吹き荒れる風が、

λάβροι ἐριδμαίνωσι, καὶ ὁππότε λάβρον ἀέντες

尊き正義を越えて業をなす人間たちにゼウスが大いに怒るなか、

σὺν νέφεα ῥήξωσι Διὸς μέγα χωομένοιο

雲を引き裂く時に大気の中で鳴り響く雷鳴や稲妻のように、

ἀνδράσιν, οἵ τʼ ἐρίτιμον ὑπὲρ Θέμιν ἔργα κάμωνται·

彼らは激突した。

ὣς οἵ γʼ ἀλλήλοισιν ἐπέχραον· ἔγχεϊ δʼ ἔγχος

彼らはそのように互いに襲いかかった。槍と槍とがぶつかり合い、

75

συμφέρετʼ, ἀσπίδι δʼ ἀσπίς, ἐπʼ ἀνέρα δʼ ἤιεν ἀνὴρ.

盾と盾とが押し合い、男は男に向かって突進した。

構文注3 件
  1. 8.21ἀλλʼ Ἀχιλῆα φαίη ἔτι ζώοντα μετέμμεναι Ἀργείοισιν

    接続詞 ὄφρα(〜のために)に導かれる目的節内で、前半の接続法 ἀμπνεύσῃ から希求法 φαίη(不定の主語「誰かが言うように」)へと叙法が推移している。希望ないし可能性を含んだ従属節の構造である。

  2. 8.41οὕς τε κλονήσῃ

    直前の名詞 σφήκεσσιν(スズメバチ)を受ける関係代名詞 οὕς に叙述の小辞 τε が添えられ、接続小辞 ἄν なしでアオリスト接続法 κλονήσῃ が用いられている。これはホメーロス以来の叙事詩直喩における格言的接続法(gnomic subjunctive)の定型用法である。

  3. 8.57ἐὴ δʼ ἐκέλευεν ἕκαστον ἀλκὴ

    ἐή は三人称所有形容詞 ἑός(自身の)の叙事詩的女性単数主格形(ἑή)であり、主格名詞 ἀλκή と一致して文の主語をなす。「各人の勇気自身が彼を命じ/駆り立てた」の意で、対格 ἕκαστον を直接の目的語にとっている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:8.1-8.75