← スミュルナのクイントス

ホメロス後日譚

§7.516-7.589

エウリュピュロスの挑発とネオプトレモスの猛攻

エウリュピュロスは防壁内に籠もるギリシア軍を挑発するが、ネオプトレモスは猛攻を続けてトロイア軍に恐怖を植え付け、援軍の女神アテーナーも見守る中、圧倒的な武勇で敵を打ち崩す。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
516

νῦν δέ μοι εὖτε λέοντι κύνες πτώσσοντες ἐν ὕλῃ1

だが今、お前たちは森の中で獅子に縮こまる犬らのように、

μάρνασθʼ ἔνδον ἐόντες ἀλευόμενοι φόνον αἰπύν·

内にとどまったまま、峻烈なる死を避けて私と戦っている。

ἤν δέ ποτʼ ἐκ νηῶν ἐς Τρώιον οὖδας ἵκησθε,

もしお前たちがいつか船から離れてトロイアの土を踏み、

ὡς τὸ πάρος μεμαῶτες ἐπὶ μόθον, οὔ νύ τις ὑμέας

かつてのように戦いへと逸るなら、

520

ῥύσεται ἐκ θανάτοιο δυσηχέος, ἀλλʼ ἅμα πάντες

悲痛な死からお前たちを救う者など一人もおらず、皆一様に我が手によって屠られ、

κείσεσθʼ ἐν κονίῃσιν ἐμεῦ ὕπο δῃωθέντες.

粉塵の中に横たわることになるのだ」。

ὣς ἔφατʼ ἀκράαντον ἱεὶς ἔπος· οὐδέ τι ᾔδη

彼はそのように成し遂げられぬ言葉を放って言った。

ὅττι ῥά οἱ μέγα πῆμα κυλίνδετο βαιὸν ἄπωθεν

彼は、ほんの少し離れたところで、

χερσὶ Νεοπτολέμοιο θρασύφρονος, ὅς μιν ἔμελλε

剛胆なネオプトレモスの手によって大いなる破滅が自分へと転がり寄せており、

525

δάμνασθʼ οὐ μετὰ δηρὸν ὑπʼ ἔγχεϊ μαιμώωντι

熱り立つ槍によって彼自身が間もなく倒される運命にあることなど、露ほども知らなかった。

οὐδὲ μὲν οὐδὲ τότʼ ἔσκεν ἄτερ κρατεροῖο πόνοιο,

しかもその時でさえ、ネオプトレモスは激しい労苦なしにいたわけではなく、

ἀλλʼ ἄρα Τρῶας ἔναιρεν ἀφʼ ἕρκεος· οἱ δʼ ἐφέβοντο

防壁の上からトロイア勢を討ち取っていた。

βαλλόμενοι καθύπερθε· περικλονέοντο δʼ ἀνάγκῃ

トロイア兵らは頭上から投げつけられて逃げ惑い、

Εὐρυπύλῳ· πάντας γὰρ ἀνιηρὸν δέος ᾕρει·

必然の力によってエウリュピュロスの周りへと押し寄せられた。苛烈な恐怖が彼ら全員を捕らえていたからである。

530

ὡς δʼ ὅτε νηπίαχοι περὶ γούνασι πατρὸς ἑοῖο

それはあたかも、大いなるゼウスの雷鳴が雲の間で引き裂かれ、

πτώσσουσι βροντὴν μεγάλου Διὸς ἀμφὶ νέφεσσι

大気が恐ろしく鳴り響くとき、

ῥηγνυμένην, ὅτε δεινὸν ἐπιστοναχίζεται αἰθήρ·

幼子たちが父の膝のまわりに縮こまるようなものであった。

ὣς ἄρα Τρώιοι υἷες ἐν ἀνδράσι Κητείοισιν

そのように、トロイアの子らはケテイオス勢の男たちの只中で、

ἀμφὶ μέγαν βασιλῆα Νεοπτόλεμον φοβέοντο

偉大なる王ネオプトレモスと、

535

πᾶν θʼ ὅ τι χερσὶν ἕηκεν· ἐς ἰθὺ γὰρ ἔπτατο πῆμα,

彼がその両手から放つあらゆるものに恐れおののいた。破滅は真っ直ぐに飛び、

δυσμενέων κεφαλῇσι φέρον πολύδακρυν Ἅρηα.

敵たちの頭上に多くの涙をもたらす軍神を運んだからである。

οἱ δʼ ἄρʼ ἀμηχανὶῃ βεβολημένοι ἔνδοθεν ἦτορΤρῶες ἔφαντʼ Ἀχιλῆα πελώριον εἰσοράασθαι

心の内側を途方に暮れる思いで撃たれたトロイア兵らは、

αὐτὸν ὁμῶς τεύχεσσι· καὶ ἀμφασίην ἀλεγεινὴνκεῦθον ὑπὸ κραδίῃ, ἵνα μὴ δέος αἰνὸν ἵκηται2

巨大なアキレウス本人が武具とともに見えているのだと言い合った。そして彼らは痛ましい沈黙を胸の底に秘めた。

ἐς φρένα Κητείων μηδʼ Εὐρυπύλοιο ἄνακτος·

恐ろしい恐怖がケテイオス勢や主君エウリュピュロスの心に及ばぬようにするためである。

αὐτοῦ δʼ ἄλλοθεν ἄλλος ἀπειρέσιον τρομέοντες

彼らはその場で思い思いに果てしなく震え、

μεσσηγὺς κακότητος ἔσαν κρυεροῦ τε φόβοιο·

破滅と身も凍る恐怖の狭間に立たされていた。

αἰδὼς γὰρ κατέρυκεν ὁμῶς καὶ δεῖμʼ ἀλεγεινόν.

恥の念と痛ましい恐怖とが、ともに彼らを引き留めていたからである。

545

ὡς δʼ ὅτε παιπαλόεσσαν ὁδὸν κάτα ποσσὶν ἰόντες

それはあたかも、険しい山道をつたって歩む男たちが、

ἀνέρες ἀθρήσωσιν ἀπʼ οὔρεος ἀΐσσοντα

山から突進してくる濁流を認め、

χείμαρρον, καναχὴ δὲ περιβρομέει περὶ πέτρῃ,

轟音が巨石の周りで鳴り響くとき、

οὐδʼ ἔτι οἱ μεμάασιν ἀνὰ ῥόον ἠχὴεντα

もはや急ぎ足でその騒ぎ立つ流れへと踏み入ろうとはせず、

δύμεναι ἐγκονέοντες, ἐπεὶ παρὰ ποσσὶν ὄλεθρον

足元に見える破滅を見て慄き、

550

δερκόμενοι τρομέουσι καὶ οὐκ ἀλέγουσι κελεύθου·

行く手の道を顧みなくなるようなものであった。

ὣς ἅρα Τρῶες ἔμιμνον ἐελδόμενοί περ ἀλύξαι

そのようにトロイア兵らは逃れたいと願いながらも、

τεῖχος ὔπʼ Ἀργείων· τοὺς δʼ Εὐρύπυλος θεοειδὴς

アルゴス勢の城壁の下に留まっていた。しかし神に等しきエウリュピュロスは、

αἰὲν ἐποτρύνεσκε ποτὶ κλόνον· ἦ γὰρ ἐώλπειπολλοὺς δηϊόωντα πελώριον ἐν δαῒ φῶτα

常に彼らを戦火へと駆り立てていた。というのも彼は、

555

χεῖρα καμεῖν καὶ κάρτος· ὁ δʼ οὐκ ἀπέληγε μόθοιο.

戦いの中で多くの敵を屠るあの巨人が腕と力とを疲れ果てさせるだろうと期待していたからである。だがネオプトレモスは決して戦いを止めなかった。

τῶν δʼ ἄρʼ Ἀθηναίη κρατερὸν πόνον εἰσορόωσα

その激しい労苦を見つめていたアテーナーは、

κάλλιπεν Οὐλύμποιο θυωδέος αἰπὰ μέλαθρα·

香気に満ちたオリュンポスの高き館を後にした。

βῆ δʼ ἄρʼ ὑπὲρ κορυφὰς ὀρέων· οὐδʼ ἴχνεσι γαίης

そして山々の峰々を越えて進み、

ψαῦε μέγʼ ἐγκονέουσα· φέρεν δέ μιν ἱερὸς ἀὴρ

大いに急ぐあまりその足跡は大地に触れもしなかった。神聖な大気が彼女を雲に似た姿で、

560

εἰδομένην νεφέεσσιν, ἐλαφροτέρην δʼ ἀνέμοιο.

風よりも軽やかに運んだ。

Τροίην δʼ αἶψʼ ἀφίκανε, πόδας δʼ ἐπέθηκε κολώνῃ

彼女はすみやかにトロイアへと至り、

Σιγέου ἠνεμόεντος· ἐδέρκετο δʼ ἔνθεν ἀϋτὴν

風吹くシゲイオンの丘に降り立った。そこから彼女は近接戦を挑む男たちの叫び声を見渡し、

ἀγχεμάχων ἀνδρῶν, κύδαινε δὲ πολλὸν Ἀχαιούς.

アカイア勢に大いに栄光を与えた。

υἱὸς δʼ αὖτʼ Ἀχιλῆος ἔχεν πολὺ φέρτατον ἄλλων

他方、

565

θάρσος ὁμοῦ καὶ κάρτος, ἅ τʼ ἀνδράσιν εἰς ἕν ἰόντα

アキレウスの息子は他の誰よりも遥かに優れた勇気と膂力を兼ね備えていた。

τεύχουσιν μέγα κῦδος· ὁ δʼ ἀμφοτέροισι κέκαστο,

これら二つが合わさる時、男たちに大いなる栄光をもたらすのである。彼はゼウスの血筋であり、

οὕνεκʼ ἔην Διὸς αἷμα, φίλῳ δʼ ἤικτο τοκῆι·

愛する父に似ていたゆえに、その双方において秀でていた。

τῷ καὶ ἄτρεστος ἐὼν πολέας κτάνεν ἀγχόθι πύργων.

それゆえに彼は恐れることなく、塔の近くで数多の敵を討ち倒した。

ὡς δʼ ἁλιεὺς κατὰ πόντον ἀνὴρ λελιημένος ἄγρης

それはあたかも、海上で獲物を渇望する漁師が、

570

τεύχων ἰχθύσι πῆμα φέρει μένος Ἡφαίστοιο

魚たちに破滅をもたらそうと、

νηὸς ἑῆς ἔντοσθε, διεγρομένῃ δʼ ὑπʼ ἀϋτμῇ

自らの船の内にヘーパイストスの猛威を携え、

μαρμαίρει περὶ νῆα πυρὸς σέλας, οἱ δὲ κελαίνης

煽られる気流のもとで火の輝きが船の周りで煌めき、

ἐξ ἁλὸς ἀΐσσουσι μεμαότες ὕστατον αἴγλην

魚たちが深き黒潮の中から最後の光を見ようと逸って躍り出てくるところを、

εἰσιδέειν, τοὺς γάρ ῥα τανυγλώχινι τριαίνῃ

突進してくる彼らを尖った三叉の矛で突き殺し、

575

κτείνει ἑπεσσυμένους, γάνυται δέ οἱ ἦτορ ἐπʼ ἄγρῃ·

その獲物に胸を躍らせるようなものであった。

ὣς ἄρα κύδιμος υἱὸς ἐϋπτολέμου Ἀχιλῆος

そのように、戦上手なアキレウスの誉れある息子は、

λαΐνεον περὶ τεῖχος ἐδάμνατο δήϊα φῦλα

石造りの城壁の周りで、突進してくる敵の軍勢を討ち滅ぼした。

ἀντἲ ἐπεσσυμένων· πονέοντο δὲ πάντες Ἀχαιοὶ

他のアカイア兵たちも皆、

ἄλλοι ὁμῶς ἄλλῃσιν ἐπάλξεσιν· ἔβραχε δʼ εὐρὺς

思い思いの胸壁で奮戦した。

580

αἰγιαλὸς καὶ νῆες, ἐπεστενάχοντο δὲ μακρὰ

広大な浜辺と船々は鳴動し、

τείχεα βαλλομένων. κάματος δʼ ὑπεδάμνατο λαοὺςἄσπετος ἀμφοτέρωθε, λύοντο δὲ γυῖα καὶ ἀλκὴ

投擲を受ける長大な城壁は唸りを上げた。底知れぬ疲労が双方の軍勢を圧倒し、

αἰζηῶν· ἀλλʼ οὔτι μενεπτολέμου Ἀχιλῆος

若武者たちの四肢と武勇は衰えていった。

ἄμφεχεν υἱέα δῖον,3 ἐπεὶ δέ οἱ ὄβριμον ἦτορ

しかしそれは戦に揺るがぬアキレウスの神のごとき息子を包み込むことは決してなかった。

585

πάμπαν ἔην ἄτρυτον, ἀνιηρὸν δέος οὔτι

彼の剛勇な心は完全に不屈であり、

ἥψατο μαρναμένοιο· μένος δʼ ἀκάμαντι ἐῴκει

戦う彼に苛烈な恐れが触れることは少しもなかったからである。

ἀενάῳ ποταμῷ, τὸν ἀπειρεσίη πυρὸς ὁρμὴ

その力は絶え間なく流れる不撓の河川に似ていた。

οὔποτʼ ἰοῦσʼ ἐφόβησε, καὶ εἰ μέγα μαίνετʼ ἀήτης

いかに風が荒れ狂いヘーパイストスの聖なる猛威を煽り立てようとも、

Ἡφαίστου κλονέων ἱερὸν μένος, ἤν γὰρ ἵκηται

押し寄せる無尽の炎の勢いもその川を脅かすことが決してないように。

構文注3 件
  1. 7.516νῦν δέ μοι εὖτε λέοντι κύνες πτώσσοντες ἐν ὕλῃ

    与格 μοι は比喩表現 εὖτε λέοντι(獅子に対するように)と呼応しつつ、次行の主動詞 μάρνασθʼ(戦う)に係る交戦相手の与格(「私と」)として機能し、πτώσσοντες(縮こまる、恐れて身を潜める)は主語に添えられた状況分詞である。全体として「森の中で獅子を前に身を縮める犬のように、今お前たちは(内に留まったまま)私と戦っている」という構文をなす。

  2. 7.539ἀμφασίην ἀλεγεινὴν / κεῦθον ὑπὸ κραδίῃ, ἵνα μὴ δέος αἰνὸν ἵκηται

    動詞 κεῦθον の目的語 ἀμφασίην は文字通りには「言葉が出ないこと、沈黙」を意味し、「言葉を失った狼狽ぶりを胸中に秘めた」の意。続く ἵνα μὴ 節(接続法 ἵκηται)は目的を表し、「ケテイオス勢や主君エウリュピュロスの心に恐怖が波及しないように」という彼らの沈黙の意図を示す。

  3. 7.583ἀλλʼ οὔτι μενεπτολέμου Ἀχιλῆος / ἄμφεχεν υἱέα δῖον

    主語は前行の κάματος ἄσπετος(底知れぬ疲労)。動詞 ἄμφεχεν(ἀμφέχω の未完了過去)は対格 υἱέα δῖον(神のごとき息子=ネオプトレモス)を目的語に取り、「しかし底知れぬ疲労は、アキレウスの息子を包み込む(圧倒する)ことは決してなかった」という主節の骨格をなす。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:7.516-7.589