← スミュルナのクイントス

ホメロス後日譚

§5.298-5.370

オデュッセウスの勝利と狂気に陥るアイアース

トロイアの捕虜たちによって武具がオデュッセウスに与えられると、激しい精神錯乱に陥ったアイアスは味方を襲撃しようとするが、アテナが彼に狂気を吹き込んでアルゴス勢から逸らせる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
298

χήνεσιν ἢ γεράνοισιν ἐοικότες, οἷς ἐπορούσῃ

(訳文では前段に統合)

αἰετὸς1 ἠιόεν πεδίον κάτα βοσκομένοισιν·2

――砂浜の野原で餌をあさるガチョウや鶴の群れに鷲が襲いかかった時のように。

300

ὣς Τρῶες πτώσσοντες ἐμὸν δόρυ καὶ θοὸν ἆορ

そのようにトロイア兵らは我が槍と素早い剣に恐れ慄き、

Ἴλιον ἐς κατέδυσαν ἀλευάμενοι μέγα πῆμα.

大いなる破滅を逃れてイリオスの中へと逃げ込んだのだ。

σοὶ δὲ καὶ εἰ τότε κάρτος ἐπήλυθεν, οὔτι μευ ἄγχι

そなたにたとえその時膂力が湧き起こっていたとしても、

μάρναο δυσμενέεσσιν, ἑκὰς δέ που ἦσθα καὶ αὐτὸς

私の間近で敵と戦っていたわけでは断じてなく、

ἀμφʼ ἄλλῃσι φάλαγξι πονεύμενος, οὐ περὶ νεκρῷ

おそらくそなた自身も他の戦列のあたりで奮闘し、激しい戦いが巻き起こっていた神の如きアキレウスの遺骸の周りにはいなかったのだ」

305

ἀντιθέου Ἀχιλῆος, ὅπου μάλα δῆρις ὀρώρει.

彼がこう語ると、

ὣς φάτο· τὸν δʼ Ὀδυσῆος ἀμείβετο κερδαλέον κῆρ·

抜け目のない思慮深きオデュッセウスの心が言い返した。

Αἶαν, ἐγὼν οὐ σεῖο κακώτερος ἔλπομαι εἶναι

「アイアスよ、そなたがどれほど輝かしい勇士であろうとも、

οὐ νόον οὐδὲ βίην,3 εἰ καὶ μάλα φαίδιμος ἐσσί·

知慮においても武勇においても、私がそなたに劣っているとは思わぬ。

ἀλλὰ νόῳ μὲν ἔγωγε πολὺ προφερέστερός εἰμι

それどころか知慮において私はアルゴス陣営にあってそなたより遥かに勝っており、

310

σεῖο μετʼ Ἀργείοισι, βίῃ δέ τοι ἀμφήριστος

武勇においてもそなたと互角、

ἢ καὶ ἀγαυότερος· τὸ δέ που καὶ Τρῶες ἴσασιν,

あるいはそれ以上に秀でている。そのことはトロイア兵らもきっと知っているはずだ。

οἵ με μέγα τρομέουσι καὶ ἢν ἀπάτερθεν ἴδωνται.

彼らは遠くから私を見かけただけで大いに震え上がるのだから。

καὶ δʼ αὐτὸς σάφα οἶδας ἐμὸν μένος ἠδὲ καὶ ἄλλοι

そなた自身も、そして他の者たちも、

ἀμφὶ παλαισμοσύνῃ πολυτειρέϊ πολλὰ μογήσας,4

心身を苦しめる相撲の勝負で大いに骨を折った折に、我が力量をしかと知ったはずだ。

315

ὁππότε δὴ περὶ σῆμα δαϊκταμένου Πατρόκλοιο

討たれたパトロクロスの塚の傍らで、

Πηλείδης ἐρίθυμος ἀγακλυτὰ θῆκεν ἄεθλα.

勇猛なペレウスの子が見事な競技の賞品を置いたあの時に」

ὣς φάτο Λαέρταο κλυτὸς πάϊς ἀντιθέοιο.

神の如きラエルテスの名高き子がこう語った。

καὶ τότε Τρώιοι υἷες ἔριν δικάσαντʼ ἀλεγεινὴν

そしてその時、

αἰζηῶν· νίκην δὲ καὶ ἄμβροτα τεύχεα δῶκαν

トロイアの子らが勇士たちの手強い争いに裁定を下した。彼らは皆一致して、

320

πάντες ὁμοφρονέοντες ἐϋπτολέμῳ Ὀδυσῆι·

戦に長けたオデュッセウスに勝利と不死の武具を授けた。

τοῦ δʼ ἄμοτον γήθησε νόος· στονάχησε δὲ λαός.

オデュッセウスの心は限りなく歓喜したが、軍勢は嘆息した。

παχνώθη δʼ Αἴαντος ἐῢ σθένος· αἶψα δʼ ἄρʼ αὐτῷ

アイアスの雄々しい気力は凍りつき、

ἄτη ἀνιηρὴ περικάππεσε· πὰν δέ οἱ εἴσω

直ちに耐えがたい破滅の狂乱が彼を覆い包んだ。

ἔζεσε φοίνιον αἷμα· χολὴ δʼ ὑπερέβλυσεν αἰνή·

全身の内で赤黒い血が沸騰し、恐ろしい胆汁が溢れ出た。

325

ἥπατι δʼ ἔγκατʼ ἔμικτο·5 περὶ κραδίην δʼ ἀλεγεινὸν

肝臓に内臓が圧迫されて入り乱れ、

ἷξεν ἄχος, καὶ δριμὺ διʼ ἐγκεφάλοιο θεμέθλων

心臓の周りには耐えがたい苦痛が押し寄せ、

ἐσσύμενον μήνιγγας ἄδην ἀμφήλυθεν ἄλγος,

脳の根底から突き抜ける激痛が髄膜を容赦なく包み込み、

σὺν δʼ ἔχεεν νόον ἀνδρός· ἐπὶ χθονὶ δʼ ὄμματα πήξας

この男の正気を乱してかき乱した。彼は大地に目を据え、

ἔστη ἀκινήτῳ ἐναλίγκιος· ἀμφὶ δʼ ἑταῖροι

石像のように微動だにせず立ち尽くした。周りの戦友たちは深く嘆き、

330

ἀχνύμενοί μιν ἄγεσκον ἐϋπρώρους ἐπὶ νῆας

多くの慰めの言葉をかけながら、

πολλὰ παρηγορέοντες· ὁ δʼ ὑστατίην ποσὶν οἶμον

美しい舳先の船団へと彼を連れて行った。

ἤιεν οὐκ ἐθέλων· σχεδόθεν δέ οἱ ἕσπετο Μοῖρα.

彼は不本意ながら自らの足で最期の歩みを進めた。そのすぐ傍らに運命が付き従っていた。

ἀλλʼ ὅτε δὴ κατὰ νῆας ἔβαν καὶ ἀπείρονα πόντον,

しかし彼らが船団と果てしない海へと戻り、

Ἀργεῖοι δόρποιο μεμαότες ἠδὲ καὶ ὕπνου,

アルゴス勢が夕餉と眠りを切望したその時、

335

καὶ τότʼ ἔσω μεγάλοιο Θέτις κατεδύσατο πόντου·

テティスは広大なる海の底へと身を沈めた。

σὺν δέ οἱ ἄλλαι ἴσαν Νηρηίδες· ἀμφὶ δʼ ἄρα σφι

他のネレイスたちも彼女とともに進んだ。そして彼女たちの周りを、

νήχετο κήτεα πολλά, τά τε τρέφει ἁλμυρὸν οἶδμα.

塩の満ち潮が育む多くの巨魚が泳ぎ回った。

αἱ δὲ μέγα σκύζοντο Προμηθέϊ μητιόεντι

彼女たちは、かつて知謀のプロメテウスの神託により、

μνώμεναι, ὡς κείνοιο θεοπροπίῃσι Κρονίων

クロノスの子が望まぬテティスをペレウスの妻として連れ去らせたことを思い起こし、

340

δῶκε Θέτιν Πηλῆι καὶ οὐκ ἐθέλουσαν ἄγεσθαι.

プロメテウスに激しい怒りを抱いていた。

Κυμοθόη δʼ ἐν τῇσι μέγʼ ἀσχαλόωσʼ ἀγόρευεν·

その中でキュモトエが激しく嘆いてこう語った。

ὤ πόποι, ὡς ὅ γε λυγρὸς ἐπάξια πήμαθʼ ὑπέτλη

「ああ、なんということか、あの忌まわしき男が、

δεσμῷ ἐν ἀρρήκτῳ, ὅτε οἱ μέγας αἰετὸς ἧπαρ

決して砕けぬ枷につながれ、巨大な鷲が腹の内に入り込んで増大する肝臓を食いちぎった時、

κεῖρεν ἀεξόμενον κατὰ νηδύος ἔνδοθι δύνων.

どれほど相応の苦難を耐え忍んだことか」

345

ὣς φάτο Κυμοθόη κυανοπλοκάμοις ἁλίῃσιν.

キュモトエは青黒い髪の海の女神たちの中でこう語った。

ἠέλιος δʼ ἀπόρουσεν, ἐπεσκιόωντο δʼ ἀλωαὶ

日は落ち、夜が迫るにつれて果樹園の野は影に覆われ、

νυκτὸς ἐπεσσυμένης, ἐπεκίδνατο δʼ οὐρανὸν ἄστρα.

天には星々が散り散りに広がった。

Ἀργεῖοι δʼ ἐπὶ νηυσὶ τανυπρώροισιν ἴαυον

アルゴス勢は長い舳先の船の傍らで、

ὕπνῳ ὑπʼ ἀμβροσίῳ δεδμημένοι ἠδὲ καὶ οἴνῳ

神聖なる眠りと心地よい酒に屈服して横たわっていた。

350

ἡδέϊ, τὸν Κρήτηθε παρʼ Ἰδομενῆος ἀγαυοῦ

その酒は高貴なイドメネウスのもとから、

ναῦται ὑπὲρ πόντοιο πολυκλύστοιο φέρεσκον.

水夫たちが荒波逆巻く海を越えてクレタから運んできたものであった。

Αἴας δʼ Ἀργείοισι χολούμενος οὔτʼ ἄρα δόρπου

だがアイアスはアルゴス勢に憤るあまり、

μνήσατʼ ἐνὶ κλισίῃ μελιηδέος, οὔτε μιν ὕπνος

幕舎にあって蜜のように甘い夕餉を思い出すこともなく、眠りが彼を捉えることもなかった。

ἄμφεχεν, ἀλλʼ ὅ γʼ ἑοῖσιν ἐν ἔντεσι δύσατο θύων·

それどころか彼は狂い猛りつつ自らの武具を身に纏った。

355

εἵλετο δὲ ξίφος ὀξύ, καὶ ἄσπετα πορφύρεσκεν,ἢ ὅ γʼ ἐνιπρήσῃ νῆας καὶ πάντας ὀλέσσῃ

そして鋭い剣を手に取り、船団に火を放ってアルゴス兵を皆殺しにすべきか、

Ἀργείους, ἢ μοῦνον ὑπὸ ξίφεϊ στονόεντι

あるいは嘆きをもたらす剣で悪知恵に満ちたオデュッセウスただ一人を素早く手足ごとに切り刻むべきかと、

δῃώσῃ μελεϊστὶ θοῶς δολόεντʼ Ὀδυσῆα.

心の中で計り知れず思い巡らした。

καὶ τὰ μὲν ὥς ὥρμαινε, τὰ δὴ τάχα πάντʼ ἐτέλεσσεν,

彼がこのように思い巡らし、もしトリトニスが彼に抑えがたい狂気を吹き込まなかったなら、

360

εἰ μή οἱ Τριτωνὶς ἀάσχετον ἔμβαλε λύσσαν·6

これらすべての企ては直ちに成し遂げられていたであろう。

κήδετο γὰρ φρεσὶν ᾗσι πολυτλήτου Ὀδυσῆος

女神は心の中で耐え忍ぶオデュッセウスを気遣っており、

ἱρῶν μνωομένη, τά οἱ ἔμπεδα κεῖνος ἔρεξε·τοὔνεκα δὴ μεγάλοιο μένος Τελαμωνιάδαο

彼が女神に絶えず捧げてきた生贄のことを心に留めていたからである。

τρέψεν ἀπʼ Ἀργείων. ὁ δʼ ἄρʼ ἤιε λαίλαπι ἶσος

それゆえ女神はテラモンの偉大なる子の激昂をアルゴス勢から逸らせた。すると彼は、

365

σμερδαλέῃ στυγερῇσι καταιγίσι βεβριθυίῃ,

陰鬱な突風を孕んだ恐るべき疾風のように突進した。

ἥ τε φέρει ναύτῃσι τέρας κρυεροῖο φόβοιο,Πληιὰς εὖτʼ ἀκάμαντος ἐς ὠκεανοῖο ῥέεθρα

それは、疲れを知らぬオーケアノスの流れへとプレイアデスが名高きオリオンに怯えて沈み、

δύεθʼ ὑποπτώσσουσα περικλυτὸν Ὠρίωνα,

大気を激しく揺るがし、海が嵐に狂い立つとき、

ἠέρα συγκλονέουσα, μέμηνε δὲ χείματι πόντος·

船乗りたちに凍りつくような恐怖の凶兆をもたらす嵐に似ていた。

370

τῇ εἰκὼς οἴμησεν, ὅπῃ μιν γυῖα φέρεσκον.

その嵐の如く、彼は手足が自らを運ぶがままに突進していった。

構文注6 件
  1. 5.298οἷς ἐπορούσῃ αἰετὸς

    関係代名詞 οἷς は先行詞 χήνεσιν ἢ γεράνοισιν を受け、与格は動詞 ἐπορούω が取る間接目的語(「それらに襲いかかる」)。接続法 ἐπορούσῃ は接続詞なし(または ὅτʼ 等の含意)で一般習性・直喩を導く接続法用法(いわゆる接続法単独による直喩構文)。

  2. 5.299ἠιόεν πεδίον κάτα βοσκομένοισιν

    前置詞 κατά が名詞句 ἠιόεν πεδίον の後ろに後置(anastrophe)されており、対格支配で「海辺の平野を一面に」の意を表す。分詞 βοσκομένοισιν は οἷς と一致する与格現在分詞(「草を食んでいる間に」)。

  3. 5.308οὐ νόον οὐδὲ βίην

    二重否定(οὐ... οὐδέ)を伴う観点の対格(accusative of respect/specification)。「知謀に関しても、また腕力に関しても(劣っているとは思わぬ)」の意味で、比較級 κακώτερος の限定として機能している。

  4. 5.314πολλὰ μογήσας

    主語である σύ(二人称単数)に呼応する男性単数主格分詞。パトロクロスの追悼競技における相撲の試合で「多くの苦労を味わった」アイアス自身を指す譲歩あるいは時を示す付帯状況分詞。

  5. 5.325ἥπατι δʼ ἔγκατʼ ἔμικτο

    ἔμικτο は μίγνυμι の無媒介アオリスト受動/中動態三人称単数(または中性複数主語 ἔγκατα に対する単数動詞)。「内臓(ἔγκατα)が肝臓(ἥπατι)に押し寄せ混ざり合った」、すなわち激しい身体的苦悶・激怒による内臓の収縮・錯乱を生理学的に描写している。

  6. 5.359τὰ δὴ τάχα πάντʼ ἐτέλεσσεν, εἰ μή οἱ Τριτωνὶς ἀάσχετον ἔμβαλε λύσσαν

    直説法過去(ἐτέλεσσεν)と εἰ μή+直説法過去(ἔμβαλε)による反実仮想過去構文(ἄν なしは叙事詩において切迫した実現可能性を強調する慣用)。「もしトリトニスが彼に狂気を吹き込まなかったなら、彼はこれらすべてを直ちに成し遂げていただろう」。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:5.298-5.370