← スミュルナのクイントス

ホメロス後日譚

§4.521-4.595

競馬競技のアガメムノーンの優勝と負傷したオデュッセウスの無念

戦車競走はアトレウスの子が制し、敗傷者が手当てされた後、続いて行われた単騎競馬でもアガメムノーンが制御を欠いたステネロスを技術で退けて優勝する。入賞者たちに豪華な武具や酒杯が授与される一方、負傷のため不参加となったオデュッセウスは無念に沈む。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
521

χείματος ἐγρομένου, ὁπότʼ οὔρεα δεύεται ὄμβρῳ.

冬が目覚め、山々が雨に濡れるときのようであった。

ἵπποι δʼ Εὐμήλοιο μέγʼ ἔκθορον, οἱ δʼ ἐφέποντο

エウメーロスの馬たちが大いに飛び出し、

ἀντιθέοιο Θόαντος· ἐπʼ ἄλλῳ δʼ ἄλλος ἀΰτει

神のごときトアースの馬たちがこれに続いた。戦車に乗った者たちが次々に叫び声を上げ、

ἅρματι· τοὶ δʼ ἐφέροντο διʼ εὐρυχόρου πεδίοιο

彼らは広々とした平野を駆け抜けた。

Ἤλιδος ἐκ δίης,1 ἐπεὶ ἦ μέγα ἔργον ἔρεξε

聖なるエーリスから。

παρφθάμενος θοὸν ἅρμα κακόφρονος Οἰνομάοιο,

邪悪な心をもつオイノマオスの素早い戦車を追い抜いて偉大な功業を成し遂げたからであり、

ὅς ῥα τότʼ ἠιθέοισιν ἀνηλέα τεῦχεν ὄλεθρον

その者は当時、賢明なる乙女ヒッポダメイアとの婚姻をめぐり、

κούρης ἀμφὶ γάμοιο περίφρονος Ἱπποδαμείης·

若者たちに残忍な破滅をもたらしていたのである。

530

ἀλλʼ οὐ μὰν κεῖνός γε καὶ ἱππασίῃσι μεμηλὼς

しかし、かの男もまた馬術に心を配ってはいたものの、

ἵππους ὠκύποδας τοίους ἔχεν, ἀλλʼ ἄρα πολλὸν

これほど俊足の馬は持っておらず、

ποσσὶν ἀφαυροτέρους· οἱ γάρ ῥʼ εἴδοντʼ ἀνέμοισιν.ἦ μέγα κυδαίνων ἵππων μένος ἠδὲ καὶ αὐτὸν

その足はずっと劣っていた。かの馬たちは風に似ていたからである。

Ἀτρείδην· ὁ γὰρ ἧσι περὶ φρεσὶ γήθεε θυμῷ.τοὺς δὲ μέγʼ ἀσθμαίνοντας ἄφαρ θεράποντες ἔλυσαν

馬たちの力とアトレウスの息子自身を大いに称えながら。彼は心のうちで胸を躍らせていたからである。

ζεύγλης· οἱ δὲ καὶ αὐτοὶ ἀελλόποδας λύον ἵππους

ひどく息を切らす馬たちを従者たちが直ちに軛から解いた。そして競走の争覇に加わった者たちも皆、

πάντες, ὅσοις ἐν ἀγῶνι δρόμου πέρι δῆρις ἐτύχθη.

自ら嵐の足をもつ馬たちを解いた。

ἀντίθεον δὲ Θόαντα καὶ Εὐρύπυλον μενεχάρμην

神のごときトアースと戦いに踏み止まるエウリュピュロスが、

ἠκέσατʼ ἐσσυμένως Ποδαλείριος ἕλκεα πάντα,

戦車から落ちて擦りむいたすべての傷を、

540

ὅσσα περιδρύφθησαν ἀπὲκ δίφροιο πεσόντες.

ポダレイリオスが素早く治療した。

Ἀτρείδης δʼ ἀλίαστον ἐγήθεεν εἵνεκα νίκης·

アトレウスの子は勝利ゆえに限りなく喜んだ。

καί οἱ ἐϋπλόκαμος Θέτις ὤπασε καλὸν ἄλεισονχρύσεον, ἀντιθέοιο μέγα κτέαρ Ἠετίωνος,

美しき髪のテティスは彼に、アキレウスがテーベーの名高き都を略奪する以前の、

πρὶν Θήβης κλυτὸν ἄστυ διαπραθέειν Ἀχιλῆα.

神のごときエーエティオーンの大いなる財宝であった美しい黄金の酒杯を授けた。

545

ἄλλοι δʼ αὖθʼ ἑτέρωθι μονάμπυκας ἔντυον ἵππους2

次いで別の場所で、他の者たちが単騎の馬に具足をつけ、

ἐς δρόμον ἰθύνοντες, ἕλοντο δὲ χερσὶ βοείας

走路へと向け、

μάστιγας, καὶ πάντες ἀναΐξαντες ἐφʼ ἵππων

手に牛革の鞭を取って、

ἕζονθʼ· οἱ δὲ χαλινὰ γενειάσιν ἀφρίζοντεςδάπτον, καὶ ποσὶ γαῖαν ἐπέκτυπον ἐγκονέοντες

皆が馬上に飛び乗った。馬たちは顎の周りに泡を立てながら轡を噛み、

550

ἐκθορέειν. τοῖς δʼ αἶψα τάθη δρόμος· οἱ δʼ ἀπὸ νύσσης

駆け出そうと急いて足で大地を踏み鳴らした。彼らにたちまち走路が開かれた。

καρπαλίμως οἴμησαν ἐριδμαίνειν μεμαῶτες,

彼らは競い合おうと熱望して出発線から素早く突進した。

εἴκελοι ἢ Βορέαο μέγα πνείοντος ἀέλλαις

それは激しく吹き荒れる北風の突風か、

ἠὲ Νότου κελάδοντος, ὅτʼ εὐρέα πόντον ὀρίνειλαίλαπι καὶ ῥιπῇσι, Θυτήριον εὖτʼ ἀλεγεινὸν

あるいは南風が轟き、大嵐と突風で広大なる海を掻き乱し、

555

ἀντέλλῃ ναύτῃσι φέρον πολύδακρυν ὀϊζύν·ὥς οἵ γʼ ἐσσεύοντο κόνιν ποσὶ καρπαλίμοισιν

船乗りたちに涙多き苦痛をもたらす禍々しい祭壇座が昇る時のようであった。

ἐν πεδίῳ κλονέοντες ἀπείριτον· οἱ δʼ ἐλατῆρες

そのように彼らは平原の果てしない砂塵を素早い足で巻き上げながら疾走した。

ἵπποις οἷσιν ἕκαστος ἐκέκλετο, τῇ μὲν ἱμάσθλην

乗り手たちはめいめい自分の馬に声をかけ、

ταρφέα πεπληγώς, ἑτέρῃ δʼ ἐνὶ χειρὶ τινάσσων

一方の手で鞭を激しく打ち、

560

νωλεμὲς ἀμφὶ γένυσσι μέγα κτυπέοντα χαλινόν.

もう一方の手で顎の周りで激しく鳴る轡を休むことなく揺すった。

ἵπποι δʼ ἐρρώοντο· βοὴ δʼ ἀνὰ λαὸν ὀρώρει

馬たちは疾走し、兵士たちの間には途方もない叫びが沸き起こり、

ἄσπετος· οἱ δʼ ἐπέτοντο διὰ πλατέος πεδίοιο.

彼らは広大な平原を飛ぶように駆けた。

καί νύ κεν ἐσσυμένως ἐξ Ἄργεος αἰόλος ἵπποςνίκησεν μάλα πολλὸν ἐφεζομένου Σθενέλοιο,

もし馬が走路を逸れて度々平原へと外れてしまわなければ、

565

εἰ μὴ ἄρʼ ἐξήρπαξε δρόμου,3 πεδίον δʼ ἀφίκανε

ステネロスが跨るアルゴス産のまだらの駿馬がたちまち大差で勝っていただろう。

πολλάκις· οὐδέ μιν ἐσθλὸς ἐὼν Καπανήιος υἱὸς

カパネウスの気高き息子も、

κάμψαι ἐπέσθενε χερσίν, ἐπεί ῥʼ ἔτι νῆις ἀέθλων

その手で馬の向きを変えることができなかった。

ἵππος ἔην· γενεῇ γε μὲν οὐ κακός, ἀλλὰ θοοῖο

馬がまだ競技の経験がなかったからである。血筋においては劣るどころか、

θεσπέσιον γένος ἔσκεν Ἀρίονος, ὃν τέκεν ἵππων

速きアリオーンの神聖な裔であり、ハルピュイアが激しく轟く西風に孕まされて産んだ、

570

Ἅρπυια Ζεφύρῳ πολυηχέϊ φέρτατον ἄλλων

他のどの馬よりも遥かに優れた馬であった。

πολλόν, ἐπεὶ ταχέεσσιν ἐριδμαίνεσκε πόδεσσι

その足の速さで父たる西風の素早い突風と競い合えるほどであり、

πατρὸς ἑοῖο θοῇσι καταιγίσι, καί μιν Ἄδρηστος

アドラストスが神々からの贈り物として得た馬で、

ἐκ μακάρων ἔχε δῶρον, ὅθεν γένος ἔπλετο κείνου·

そこからこの馬の血統が生じたのであった。

καί μιν Τυδέος υἱὸς ἑῷ πόρε δῶρον ἑταίρῳ

テュデウスの子が聖なるトロイアでこれを自らの戦友に贈り物として与え、

575

Τροίῃ ἐνὶ ζαθέῃ· ὁ δέ οἱ μέγα ποσσὶ πεποιθὼς

彼はその俊足を大いに頼みとし、

ὠκὺν ἐόντʼ ἐς ἀγῶνα καὶ εἰς ἔριν ἤγαγεν ἵππωναὐτὸς ἐνὶ πρώτοισιν ὀϊόμενος μέγα κῦδος

自ら先頭に立って競馬の偉大なる栄誉を勝ち取ろうと考えて、

ἱππασίης ἀνελέσθαι· ὁ δʼ οὔτι οἱ ἦτορ ἴηνεν

この俊足の馬を競技と争覇へと連れてきたのであった。しかしアキレウスの競技で奮闘したものの、

ἀμφʼ Ἀχιλῆος ἄεθλα πονεύμενος· ἦ γὰρ ἔμιμνεδεύτερος, Ἀτρείδης δὲ παρήλασεν ὠκὺν ἐόντα

馬は彼の心を喜ばせはしなかった。実際、彼は二着に甘んじ、

ἰδρείῃ. λαοὶ δʼ Ἀγαμέμνονα κυδαίνεσκον,

アトレウスの子がその巧みさによって俊足の〔その馬〕を追い抜いたのである。人々はアガメムノーンを称え、

ἵππον τε Σθενελοῖο θρασύφρονος ἠδὲ καὶ αὐτόν,

また勇壮なステネロスの馬と彼自身をも称えた。

οὕνεκα δεύτερος ἦλθε, καὶ εἰ μάλα πολλάκι νύσσης

度々標柱から外れながらも、

ἐξέθορεν, μεγάλῳ περὶ κάρτεϊ οἷς ποσὶ θύων.

自らの足に宿る偉大な力で猛り狂いながら二着に入ったからである。

585

καὶ τότʼ ἄρʼ Ἀτρείδῃ Θέτις ὤπασε καγχαλόωντι

その時、テティスは歓喜するアトレウスの子に、

ἀργύρεον θώρηκα θεηγενέος Πολυδώρου·

神より出でしポリュドーロスの銀の胸当てを授けた。

δῶκε δʼ ἄρα Σθενέλῳ βριαρὴν κόρυν Ἀστεροπαίου

またステネロスにはアステロパイオスの頑丈な青銅の兜と二本の槍、

χαλκείην καὶ δοῦρε δύω καὶ ἀτειρέα μίτρην.

そして破れぬ腹当てを与えた。

ἄλλοις δʼ ἱππήεσσι καὶ ὁππόσοι ἤματι κείνῳ

そして他の騎手たちにも、

590

ἦλθον ἀεθλεύσοντες Ἀχιλλῆος ποτὶ τύμβον,

またその日にアキレウスの塚のもとへ競技にやって来た者たちにも、

δῶρα πόρεν πάντεσσιν. ἐπὶ σφίσι δʼ ἄχνυτο θυμὸν

彼女はそのすべてに贈り物を与えた。しかし彼らの中で、

υἱὸς Λαέρταο δαΐφρονος, οὕνεκʼ ἄρʼ αὐτὸνἀλκῆς ἱέμενον κρατερῶν ἀπέρυξεν ἀέθλων

心猛きラーエルテースの息子だけは心に悲しみを抱いていた。

ἕλκος ἀνιηρόν, τό μιν οὔτασεν ὄβριμος Ἄλκων

剛勇なるアイアコスの裔の遺体をめぐって奮闘していた折に剛勇なるアルコーンが彼に負わせた辛い傷が、

595

ἀμφὶ νέκυν κρατεροῖο πονεύμενον Αἰακίδαο.

武勇を望む彼を力強き競技から遠ざけていたからである。

構文注3 件
  1. 4.526Ἤλιδος ἐκ δίης

    直前行との間にテクストの脱落(lacuna)が存在する。文脈上、エーリスにおけるペロプスとオイノマオスの戦車競走の故事、あるいはその血統を引く名馬の前歴への言及へと唐突に接続しており、前置詞句 Ἤλιδος ἐκ δίης は本来欠落した主節の動詞または名詞句に係っていたものと判断される。

  2. 4.545μονάμπυκας ἔντυον ἵππους

    直前の戦車競走(ἅρματα)に対し、単一の面繋・額飾り(ἄμπυξ)をつけた馬、すなわち騎手が一頭立てで騎乗する「単騎競走(競馬)」への移行を示す。ἔντυον は装具・手綱を整えることを意味する未完了過去。

  3. 4.563καί νύ κεν ἐσσυμένως ἐξ Ἄργεος αἰόλος ἴππος νίκησεν μάλα πολλὸν ἐφεζομένου Σθενέλοιο, εἰ μὴ ἄρʼ ἐξήρπαξε δρόμου

    過去の反実仮想条件文。主節は κεν(= ἄν)+直説法アオリスト νίκησεν で「大いに勝利したであろうに」を表し、条件節は εἰ μὴ +直説法アオリスト ἐξήρπαξε(自動詞的用法「逸脱した」)で「もしコースを逸脱しなかったならば」という過去の事実に反する仮定を表している。ἐφεζομένου Σθενέλοιο は属格独立構文。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:4.521-4.595