← スミュルナのクイントス

ホメロス後日譚

§4.224-4.296

レスリングの引き分けとイドメネウスの拳闘勝利

アイアスとディオメーデースの激しいレスリングは勝敗がつかず、ネーストールの仲裁により引き分けとなって褒賞の女奴隷が分かち合われ、続く拳闘では長老イドメネウスが不戦勝で賞品を獲得する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
224

ὥς οἵ γʼ ἶσον ἔχον κρατερὸν μένος. ὀψὲ δʼ ἄρʼ Αἴας

このように彼らは互角の剛勇を保っていた。しかしついにアイアスが、

225

Τυδείδην συνέμαρψεν ὑπὸ στιβαρῇσι χέρεσσιν

組み伏せて倒そうと焦りつつ、

ἆξαι ἐπειγόμενος. ὁ δʼ ἄρʼ ἰδρείῃ τε καὶ ἀλκῇπλευρὸν ὑποκλίνας Τελαμώνιον ὄβριμον υἷα

強靭な両手でテュデウスの子を捕らえた。だが彼は知略と武勇とをもって身をかわし、

ἐσσυμένως ἀνάειρεν ὑπὸ μυῶνος ἐρείσας

大男たるテラモーンの子の筋肉の張った脇の下に肩を当てて一気に担ぎ上げ、

ὦμον, καὶ ποδὶ μηρὸν ὑποπλίξας ἑτέρωσε1

足を相手の腿の裏に差し入れて掛け倒し、

230

κάββαλεν ὄβριμον ἄνδρα κατὰ χθονός· ἀμφὶ δʼ ἄρʼ αὐτῷ

豪勇の男を大地に投げ倒した。そしてその上に跨がって腰を下ろすと、

ἕζετο· τοὶ δʼ ὁμάδησαν. ὁ δʼ ἀσχαλόων ἐνὶ θυμῷ

見守る人々からどよめきが起こった。

Αἴας ὀβριμόθυμος ἀνίστατο δεύτερον αὖθις

心に憤りを覚えた猛きアイアスは再び立ち上がり、

ὁρμαίνων ἐς δῆριν ἀμείλιχον· αἶψα δὲ χερσὶ

容赦なき戦いに身を投じようとした。

σμερδαλέῃσι κόνιν κατεχεύατο, καὶ μέγα θύων

たちまち恐るべき両手で身に砂塵を振りかけ、

235

Τυδείδην ἐς μέσσον ἀΰτεεν· ὅς δέ μιν οὔτι

激しく荒れ狂いながらテュデウスの子を中央へ呼び戻した。

ταρβήσας οἴμησε καταντίον· ἀμφὶ δὲ πολλὴ

相手も微塵も恐れることなく向かい合って突進した。

ποσσὶν ὕπʼ ἀμφοτέρων κόνις ὤρνυτο· τοὶ δʼ ἑκάτερθε

両者の足下からは濛々と土煙が立ち上った。

ταῦροι ὅπως συνόρουσαν ἀταρβέες, οἵ τʼ ἐν ὄρεσσι

それは山中で自らの猛々しい気力を試さんと互いに進み出て、

θαρσαλέου μένεος πειρώμενοι εἰς ἕν ἵκωνται2

足で土を蹴立て、

240

ποσσὶ κονιόμενοι, περὶ δὲ βρομέουσι κολῶναι

両者の激しい咆哮に丘々が鳴り響く中、

βρυχῇ ὕπʼ ἀμφοτέρων, τοὶ δʼ ἄσχετα μαιμώωντες

激しく昂ぶって撓まぬ頭をぶつけ合い、

κράατα συμφορέουσιν ἀτειρέα καὶ μέγα κάρτος

強大な力で久しくせめぎ合い、

δηρόν ἐπʼ ἀλλήλοισι πονεύμενοι, ἐκ δὲ μόγοιο

過酷な疲労から荒く息を吐きながら容赦なく争い、

λάβρον ἀνασθμαίνοντες ἀμείλιχα δηριόωνται,

口からは夥しい泡を大地へ垂れ流す、

245

πουλὺς δʼ ἐκ στομάτων χαμάδις καταχεύεται ἀφρός·

恐れを知らぬ二頭の雄牛の激突のようであった。

ὥς οἵ γε στιβαρῇσιν ἄδην πονέοντο χέρεσσιν.

このように彼らもまた頑健な両手をもって激しく組み合った。

ἀμφοτέρων δʼ ἄρα νῶτα καὶ αὐχένες ἀλκήεντεςχερσὶ περικτυπέοντο τετριγότες, εὖτʼ ἐν ὄρεσσι

山中で木々が生い茂る枝を互いにぶつけ合う時のように、

δένδρεʼ ἐπʼ ἀλλήλοισι βαλόντʼ ἐριθηλέας ὄζους.

両者の背中とたくましい首筋は手で打たれて激しい音を立て、軋んだ。

250

πολλάκι δʼ Αἴαντος μεγάλου στιβαροὺς ὑπὸ μηροὺςκάββαλε Τυδείδης κρατερὰς χέρας, ἀλλά μιν οὔτι

しばしばテュデウスの子は巨躯のアイアスの頑強な腿の下へと力強い腕を差し入れたが、

ἄψ ὦσαι δύνατο στιβαροῖς ποσὶν ἐμβεβαῶτα·

逞しい足を踏ん張って立つ彼を押し戻すことはできなかった。

τὸν δʼ Αἴας καθύπερθεν ἐπεσσύμενος ποτὶ γαῖαν

一方アイアスは上からのしかかり、

ἐξ ὤμων ἐτίνασσε κατὰ χθονὸς οὖδας ἐρείδων·

相手の肩を揺さぶりつつ大地へと押し伏せようとした。

255

ἄλλοτε δʼ ἀλλοίως ὑπὸ χείρεσι δηριόωντο.

二人は手を交えながら様々に技を尽くして争い続けた。

λαοὶ δʼ ἔνθα καὶ ἔνθα μέγʼ ἴαχον εἰσορόωντες,

周りで見守る人々はあちこちで大声を上げ、

οἱ μὲν Τυδείδην ἐρικυδέα θαρσύνοντες,

ある者は誉れ高きテュデウスの子を励まし、

οἱ δὲ βίην Αἴαντος· ὁ δʼ ἄλκιμον ἄνδρα τινάξας

ある者はアイアスの武勇に声援を送った。アイアスはこの勇士を両肩から揺さぶり、

ἐξ ὤμων ἑκάτερθε, βαλὼν δʼ ὑπὸ νηδύα χεῖραςἐσσυμένως ἐφέηκε κατὰ χθονὸς ἠΰτε πέτρην

腹の下に腕を回すと、

ἀλκῇ ὑπὸ σθεναρῇ· μέγα δʼ ἴαχε Τρώιον οὖδας

強大な力をもって巨岩のように一気に地面へ投げ落とした。テュデウスの子が叩きつけられるとトロイアの大地が大きく鳴り響き、

Τυδείδαο πεσόντος· ἐπηΰτησε δὲ λαός.

軍勢は歓声を上げた。

ἀλλὰ καὶ ὥς ἀνόρουσεν ἐελδόμενος πονέεσθαι

しかしそれにも屈せず、

τὸ τρίτον ἀμφʼ Αἴαντα πελώριον· ἀλλʼ ἄρα Νέστωρ

彼は巨人のごときアイアスを相手に三度目の勝負に挑もうと跳び起きた。

265

ἔστη ἐνὶ μέσσοισι καὶ ἀμφοτέροισι μετηύδα·

だがネーストールが両者の間に立ち、二人に呼びかけた。

ἴσχεσθʼ, ἀγλαὰ τέκνα, παλαισμοσύνης ὑπερόπλου·

「もうやめよ、輝かしき息子たちよ、この過酷なレスリングを。

ἴδμεν γὰρ δὴ πάντες, ὅσον προφερέστεροί ἐστε

偉大なるアキレウスが身罷った今、汝ら二人がアルゴス勢の中で誰よりも抜きん出ていることは、

Ἀργείων μεγάλοιο καταφθιμένου Ἀχιλῆος.3

誰もが知るところなのだから。」

ὥς φάτο· τοὶ δʼ ἴσχοντο πονεύμενοι· ἐκ δὲ μετώπων

こう彼が言うと、二人は戦いをやめた。

270

χερσὶν ἄδην μόρξαντο κατεσσύμενόν περ ἱδρῶτα·

そして額から流れ落ちる汗を手で拭い去り、

κύσσαν δʼ ἀλλήλους, φιλότητι δὲ δῆριν ἔθεντο.

互いに口づけを交わし、友愛をもって争いを収めた。

τοῖς δʼ ἄρα ληιάδας πίσυρας πόρε πότνα θεάων

女神の中の貴婦人たる神聖なテティスは、

δῖα Θέτις· τὰς δʼ αὐτοὶ ἐθηήσαντο ἰδόντες

二人に四人の女奴隷を授けた。剛勇にして恐れを知らぬ英雄たち自身も、

ἥρωες κρατεροὶ καὶ ἀταρβέες, οὕνεκα πασέων

美しい髪のブリーセーイスを除けば、

275

ληιάδων προφέρεσκον ἐϋφροσύνῃ τε καὶ ἔργοιςνόσφιν ἐϋπλοκάμου Βρισηίδος, ἅς ποτʼ Ἀχιλλεὺς

その気立てのよさと家政の業においてあらゆる女捕虜に秀でていた彼女たちを見て感嘆した。

ληίσατʼ ἐκ Λέσβοιο, νόον δʼ ἐπετέρπετο τῇσι·

かつてアキレウスがレスボス島から奪い取って寵愛していた女たちであった。

καί ῥʼ ἡ μὲν δόρποιο πέλεν ταμίη καὶ ἐδωδῆς,

一人は夕餉の食事を差配する役を務め、

ἡ δʼ ἄρα δαινυμένοισι παροινοχόει μέθυ λαρόν,

いま一人は宴に集う者たちに甘美な美酒を注ぎ分け、

280

ἄλλη δʼ αὖ μετὰ δόρπον ὕδωρ ἐπέχευε χέρεσσιν

別の一人は食事の後に手洗い水を注ぎ、

ἡ δʼ ἑτέρη ἀπὸ δαιτὸς ἀεὶ φορέεσκε τράπεζας.

もう一人は食卓を片付ける役を務めていた。

τὰς δʼ ἄρα Τυδείδαο μένος καὶ ὑπέρβιος Αἴας

テュデウスの子の武勇と傲岸なるアイアスは、

δασσάμενοι προέηκαν ἐϋπρώρους ἐπὶ νῆας.

彼女たちを分け合って端麗な舳先の船営へと送り届けた。

ἀμφὶ δὲ πυγμαχίης πρῶτον σθένος Ἰδομενῆος

続いて拳闘をめぐり、まずイドメネウスの剛勇が立ち上がった。

285

ὤρνυτʼ, ἐπεί οἱ θυμὸς ἴδρις πέλε παντὸς ἀέθλου.

彼の心はあらゆる競技に通じていたからである。

τῷ δʼ οὔτις κατέναντα κίεν· μάλα γάρ μιν ἅπαντες

しかし彼に対抗して進み出る者は誰もいなかった。皆が彼を大いに敬い、

αἰδόμενοι ὑπόειξαν, ἐπεί ῥα γεραίτερος ἦεν.

彼が年長であったゆえに道を譲ったのである。

τῷ δʼ ἄρʼ ἐνὶ μέσσοισι Θέτις πόρεν ἅρμα καὶ ἵππους

テティスは競技場の中央で、彼に戦車と駿足の馬たちを授けた。

ὠκύποδας, τοὺς πρόσθε βίη μεγάλου Πατρόκλοιο

かつて大いなるパトロクロスの武勇が神のごときサルペードーンを討ち取り、

290

ἤλασεν ἐκ Τρώων Σαρπηδόνα δῖον ὀλέσσας·

トロイア勢から奪い取った馬たちであった。

καὶ τοὺς μὲν θεράποντι πόρεν ποτὶ νῆας ἄγεσθαι

イドメネウスはこれらを船営へ引いていくよう従臣に託し、

Ἰδομενεύς· αὐτὸς δὲ κλυτῷ ἐν ἀγῶνι μένεσκε.

自身は誉れ高き競技場に留まった。

Φοῖνιξ δʼ Ἀργείοισιν ἐϋσθενέεσσι μετηύδα·

するとポイニクスが強健なるアルゴス勢に向かって語りかけた。

νῦν μέν ἄρʼ Ἰδομενῆι θεοὶ δόσαν ἐσθλὸν ἄεθλον

「今や神々は、腕や肩の力によって何一つ労することのなかったイドメネウスに、

295

αὕτως, οὔτι καμόντι βίῃ καὶ χερσὶ καὶ ὤμοις,

血を流すこともなく年長者を尊んで、

ἀλλʼ ἄρʼ ἀναιμωτὶ προγενέστερον ἄνδρα τίοντες·

このように尊き賞品をお授けになったのだ。」

構文注3 件
  1. 4.229ποδὶ μηρὸν ὑποπλίξας ἑτέρωσε

    ὑποπλίξας(動詞 ὑποπλίσσω のアオリスト分詞)はレスリングの技法を表す稀少語。「足を相手の腿の裏に(あるいは交差させて)潜り込ませて引っ掛ける」動作を意味する。ἑτέρωσε(「他方へ、反対側へ」)は、片足を相手の反対側の腿の裏側に回し掛ける足払いや内掛け・外掛けの身のこなしを示す副詞。

  2. 4.238οἵ τʼ ἐν ὄρεσσι θαρσαλέου μένεος πειρώμενοι εἰς ἕν ἵκωνται

    直前の ταῦροι ὅπως(「雄牛たちのように」)に導かれる直喩の中の接続法節。関係代名詞 ὅς に接続法 ἵκωνται が ἄν を伴わずに直接結びついており、ホメーロス的な直喩における一般化・普遍的習性を表す構文である。εἰς ἕν(一つに、一箇所に)は「正面衝突する、相まみえる」の意。

  3. 4.267προφερέστεροί ἐστε Ἀργείων μεγάλοιο καταφθιμένου Ἀχιλῆος

    比較級 προφερέστεροι に続く二重の属格構造。Ἀργείων は比較の基準を示す属格(「他のアルゴス勢よりも優れている」)、一方の μεγάλοιο καταφθιμένου Ἀχιλῆος は時・状況を表す絶対属格(「偉大なアキレウスが身罷った今」)として機能している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:4.224-4.296