← スミュルナのクイントス

ホメロス後日譚

§2.293-2.363

メムノーンの情けとネストールの退却

メムノーンはアンティロコスの武具を剥ぎ取り、助太刀に現れた老ネストールに対して父の面影を重ねて退去を促す。ネストールは衰えた身を嘆きつつ遺体を残して退き、勢いづいたメムノーンはギリシア勢を海岸へと猛追する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
293

Φηρεὺς ὀβριμόθυμος, ὁ δʼ ἔκτανε Λαομέδοντα

勇猛なるペーレウスが、そして兄弟の死に激怒したネストールの勇猛な息子がラオメドーンを討ち取った。

Νέστορος ὄβριμος υἱὸς ἀδελφειοῖο χολωθείς,1

その兄弟をメムノーンが戦の中で討ち倒し、

295

ὃν Μέμνων ἐδάϊξε κατὰ μόθον, ἀμφὶ δʼ ἄρʼ αὐτῷ

トラシュメーデースの力も高貴なペーレウスの武勇もものともせず、

χερσὶν ὑπʼ ἀκαμάτῃσι λύεν παγχάλκεα τεύχηοὔτε βίην ἀλέγων Θρασυμήδεος οὔτε μὲν ἐσθλοῦ

遥かに優れていたがゆえに、

Φηρέος, οὕνεκα πολλὸν ὑπείροχος. οἱ δʼ ἅτε θῶε

疲れることを知らぬ両手で遺体から青銅の武具を剥ぎ取っていたのである。

ἀμφʼ ἔλαφον βεβαῶτα μέγαν φοβέοντο λέοντα

二人はあたかも鹿の死骸の上に跨がる巨大な獅子を恐れるジャッカルのように、

300

οὔτι πρόσω μεμαῶτες ἔτʼ ἐλθέμεν· αἰνὰ δὲ Νέστωρ

それ以上前に進む勇気もなく立ちすくんだ。

ἐγγύθεν εἰσορόων ὀλοφύρετο, κέκλετο δʼ ἄλλους

近くからこれを見ていたネストールは激しく悲嘆し、

σφοὺς ἑτάρους δηίοισιν ἐπελθέμεν· ἂν δὲ καὶ αὐτὸς

敵に向かって進むよう他の味方たちに叫んだ。

ὥρμαινεν πονέεσθαι ἀφʼ ἅρματος, οὕνεκʼ ἄρʼ αὐτὸν

そして自らも戦車の上から戦おうと決意した。

παιδὸς ἀποφθιμένοιο ποθὴ ποτὶ μῶλον ἄγεσκε

亡き子への追慕が、

305

πὰρ δύναμιν· μέλλεν δὲ φίλῳ περὶ παιδὶ καὶ αὐτὸς

力量を超えて彼を戦塵へと駆り立てていたからである。そして、勇猛なるメムノーンが進み出るネストールに対し、

κεῖσθαι ὁμῶς κταμένοις ἐναρίθμιος, εἰ μὴ ἄρʼ αὐτὸν

我が父と同齢であることに胸中で敬意を払い、

Μέμνων ὀβριμόθυμος ἐπεσσύμενον προσέειπεν2

声をかけていなければ、彼自身も愛する我が子の傍らで倒れ、

αἰδεσθεὶς ἀνὰ θυμὸν ὁμήλικα πατρὸς ἑοῖο·

討たれた者たちの一人に数えられるところであった。

ὧ γέρον, οὔ μοι ἔοικε καταντία σεῖο μάχεσθαι

「老人よ、分別ある私には、

310

πρεσβυτέροιο γεγῶτος, ἐπεί γʼ εὖ οἶδα νοῆσαι·

齢を重ねたそなたと刃を交えるのは相応しくないと思われる。

ἦ γὰρ ἔγωγʼ ἐφάμην σε νέον καὶ ἀρήιον ἄνδραἀντιάαν δηίοισι· θρασὺς δέ μοι ἔλπετο θυμὸς

誠に私は、敵に向かい来るそなたが若く武勇ある戦士であると思い、

χειρὸς ἐμῆς καὶ δουρὸς ἐπάξιον ἔμμεναι ἔργον.

我が手と槍に値する獲物であろうと奮い立つ心で期待していたのだ。

ἀλλʼ ἀναχάζεο τῆλε μόθου στυγεροῦ τε φόνοιο,

しかし、忌まわしき戦いと惨い殺戮から遠く退くがよい。

315

χάζεο, μή σε βάλοιμι καὶ οὐκ ἐθέλων περ ἀνάγκῃ,

退かれよ、そなたを望みもしないのに余儀なく討ち倒してしまわぬように。

μηδὲ τεῷ περὶ παιδὶ πέσῃς μέγʼ ἀμείνονι φωτὶμαρνάμενος, μὴ δή σε καὶ ἄφρονα μυθήσωνται

そなたより遥かに優れた男と戦って我が子の傍らに倒れ、

ἀνέρες· οὐ γὰρ ἔοικεν ὑπερτέρῳ ἀντιάασθαι.

人々に愚か者であったと語り草にされぬように。勝る者に立ち向かうのは道理に合わぬことなのだから。」

ὣς φάτο· τὸν δʼ ἑτέρωθι γέρων ἠμείβετο μύθῳ·

彼がこう語ると、対する老人は言葉を返した。

320

ὦ Μέμνον, τὰ μὲν ἄρ που ἐτώσια πάντʼ ἀγορεύεις·

「メムノーンよ、そなたの語る言葉はおそらくすべて空しいものだ。

οὐ μὲν γὰρ δηίοισι πονεύμενον εἵνεκα παιδὸς

我が子のために敵と戦い、

ἀφραίνειν ἐρέει τις ἀνηλέα παιδοφονῆα

無慈悲な子の仇を戦の中で遺骸から遠く追い払おうとする者が狂気にあるなどと、

νεκροῦ ἑκὰς σεύοντα κατὰ μόθον·3 ὡς ὄφελόν μοι

誰が言おうか。

ἀλκὴ ἔτʼ ἔμπεδος ἦεν, ἵνα γνώῃς ἐμὸν ἔγχος·

我が腕に今なお揺るぎなき武勇が残っていれば、そなたも我が槍の味を知ったものを。

325

νῦν δὲ σὺ μὲν μάλα πάγχυ μέγʼ εὔχεαι, οὕνεκα θυμὸς

しかし今そなたは、若き男の心は大胆でありながら思慮が軽薄であるがゆえに、

θαρσαλέος νέου ἀνδρὸς ἐλαφρότερον δὲ νόημα·

ひどく高慢に誇り、

τῷ ῥα καὶ ὑψηλὰ φρονέων ἀποφώλια βάζεις.

それゆえに傲慢な心を抱いて無益な放言を弄しているのだ。

εἰ δέ μοι ἡβώωντι καταντίον εἰληλούθεις,

もし我が若き日に私と相見えていたならば、

οὐκ ἄν τοι κεχάροντο φίλοι κρατερῷ περ ἐόντι·

そなたがいかに強大であろうとも、そなたの味方が喜ぶことはなかったであろう。

330

νῦν δʼ ὥς τίς τε λέων ὑπὸ γήραος ἄχθομαι αἰνοῦ,ὅν τε κύων σταθμοῖο πολυρρήνοιο δίηται

だが今や私は、羊の群れ豊かな囲い場の犬に大胆にも追い立てられながら、

θαρσαλέως, ὁ δʼ ἄρʼ οὔτι λιλαιόμενός περ ἀμύνει

自らの歯も力ももはや頑健でなく、強壮な心も歳月によって衰えているために、

οἷ αὐτῷ, οὐ γάρ οἱ ἔτʼ ἔμπεδοί εἰσιν ὀδόντες

望みつつも身を護ることすらできぬ、

οὐδὲ βίη, κρατερὸν δὲ χρόνῳ ἀμαθύνεται ἦτορ·ὣς ἐμοὶ οὐκέτι κάρτος ἐνὶ στήθεσσιν ὄρωρεν,

凄まじい老齢の重荷に苦しむ獅子のようだ。

οἷόν. περ τὸ πάροιθεν· ὅμως δʼ ἔτι φέρτερός εἰμι

このように我が胸にもはや以前のような力は湧き上がらぬ。それでも私はなお多くの男たちより優れており、

πολλῶν ἀνθρώπων, παύροισι δέ γῆρας ὑπείκει

我が老境が屈するのは、

ἡμέτερον, τοῖς κάρτος ὁμῶς πέλει ἠδὲ καὶ ἥβη.

力と若さを兼ね備えたわずかな者たちだけなのだ。」

ὣς εἰπὼν ἀπὸ βαιὸν ἐχάσσατο· λεῖπε δʼ ἄρʼ υἷα

こう言ってネストールはわずかに退いた。

κείμενον ἐν κονίῃσιν, ἐπεί νύ οἱ οὐκέτι πάμπαν

そしてしなやかな四肢にはもはや以前のような力が全く残っておらず、

340

γναμπτοῖς ἐν μελέεσσι πέλε σθένος ὡς τὸ πάροιθεν·

耐え難い老苦に重く圧し潰されていたため、

γήραϊ γὰρ καθύπερθε πολυτλήτῳ βεβάρητο.

粉塵の中に横たわる我が子を後に残した。

ὣς δʼ αὕτως ἀπόρουσεν ἑϋμμελίης Θρασυμήδης

同じように、槍の名手トラシュメーデースも、

Φηρεύς τʼ ὀβριμόθυμος ἰδʼ ἄλλοι πάντες ἑταῖροι

勇猛なるペーレウスも、

δειδιότες· μάλα γάρ σφιν ἐπῴχετο λοίγιος ἀνήρ.

そして他のすべての戦友たちも恐れをなして退却した。破滅をもたらす男が凄まじい勢いで彼らに迫っていたからである。

345

Ὡς δʼ ὅτʼ ἀπὸ μεγάλων ὀρέων ποταμὸς βαθυδίνης

巨大な山々から深い渦を巻く河川が、

καχλάζων φορέηται ἀπειρεσίῳ ὀρυμαγδῷὁππότε συννεφὲς ἦμαρ ἐπʼ ἀνθρώποισι τανύσσῃ

ゼウスが荒れ狂う嵐を吹き荒らして人々の上に曇天を広げ、

Ζεὺς κλονέων μέγα χεῖμα, περικτυπέουσι δὲ πάντῃ

神聖なる雲が集まり雷鳴と稲妻が四方に轟き渡り、

βρονταὶ ὁμῶς στεροπῇσιν ἄδην νεφέων συνιόντων

窪んだ耕地が激しい豪雨に呑まれ、

350

θεσπεσίων, κοῖλαι δὲ περικλύζονται ἄρουραι

山々の長い渓谷のすべてが周囲で凄まじく鳴動する折、

ὄμβρου ἐπεσσυμένοιο δυσηχέος, ἀμφὶ δὲ μακραὶσμερδαλέον βοόωσι κατʼ οὔρεα πάντα χαράδραι·

途方もない轟音とともに泡立ち逆巻いて流れるかのごとく、

ὣς Μέμνων σεύεσκεν ἐπʼ ᾐόνας Ἑλλησπόντου

メムノーンはアルゴス勢をヘレースポントスの岸辺へと追い散らした。

Ἀργείους· μετόπισθε δʼ ἐπισπόμενος κεράϊζε·

彼は背後から追撃して打ち倒した。

355

πολλοὶ δʼ ἐν κονίῃσι καὶ αἵματι θυμὸν ἔλειπον

エチオピア勢の手にかかり、

Αἰθιόπων ὑπὸ χερσί· λύθρῳ δʼ ἐφορύνετο γαῖα

多くの者が粉塵と血潮の中で命を落とした。

ὀλλυμένων Δαναῶν. μέγα δʼ ἐν φρεσὶ γήθεε Μέμνων

大地は滅びゆくダナオス勢の血糊で汚された。

αἰὲν ἐπεσσύμενος δηίων στίχας· ἀμφὶ δὲ νεκρῶν

メムノーンは敵の隊列へと絶え間なく突進しつつ胸中深く歓喜した。

στείνετο Τρώιον οὖδας· ὁ δʼ οὐκ ἀπέληγε κυδοιμοῦ·

トロイアの大地は死骸で埋め尽くされたが、彼は乱戦を止めようとはしなかった。

360

ἔλπετο γὰρ Τρώεσσι φάος, Δαναοῖσι δὲ πῆμα

トロイア勢には光明となり、

ἔσσεσθʼ· ἀλλά ἑ Μοῖρα πολύστονος ἠπερόπευεν

ダナオス勢には災厄となると期待していたからである。しかし、多くの嘆きをもたらす運命の女神が彼の傍らに立ち、

ἐγγύθεν ἱσταμένη καὶ ἐπὶ κλόνον ὀτρύνουσα.

乱戦の中へと駆り立てつつ、彼を欺いていた。

ἀμφὶ δὲ οἱ θεράποντες ἐϋσθενέες πονέοντο,

その周囲では、彼の強壮なる従卒たちが奮闘していた。

構文注3 件
  1. 2.294ἀδελφειοῖο χολωθείς

    χολωθείς(怒った)に伴う原因の属格。直前でメムノーンによって討ち取られた実兄アンティロコスの死に怒りを燃やすトラシュメーデースの心情を示す。

  2. 2.305μέλλεν δὲ φίλῳ περὶ παιδὶ καὶ αὐτὸς κεῖσθαι ὁμῶς κταμένοις ἐναρίθμιος, εἰ μὴ ἄρʼ αὐτὸν Μέμνων ὀβριμόθυμος ἐπεσσύμενον προσέειπεν

    叙事詩における不成就・反実仮想構文。帰結節は μέλλεν+不定詞(κεῖσθαι)により「〜するところであった」という切迫した事態を表し、条件小辞 ἄν を欠いたまま、直説法過去の条件節(εἰ μὴ... προσέειπεν)と呼応して反実過去の条件関係を形成している。

  3. 2.321οὐ μὲν γὰρ δηίοισι πονεύμενον εἵνεκα παιδὸς ἀφραίνειν ἐρέει τις ἀνηλέα παιδοφονῆα νεκροῦ ἑκὰς σεύοντα κατὰ μόθον

    主動詞 ἐρέει(未来形)が対格不定詞構文(τις が主語、ἀφραίνειν が不定詞)を支配する。不定詞 ἀφραίνειν の意味上の主語は文脈上ネストール自身であり、それに一致する対格現在分詞 πονεύμενον(敵と戦う)および σεύοντα(追いやる)が置かれている。δηίοισι は「敵に対して」という不利の与格、ἀνηλέα παιδοφονῆα は σεύοντα の直接目的語(対格)である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:2.293-2.363