← スミュルナのクイントス

ホメロス後日譚

§14.439-14.512

神々の嵐とカペーレウス沖の災禍

アテーナーの訴えに応えてゼウスは雷と武具を貸し与え、女神はアイギスを纏って暴風を準備し、風神アイオロスに命じて大嵐を解き放たせる。カペーレウス沖で凄まじい嵐がアカイア艦隊を襲い、ゼウス、ポセイドーン、アテーナーの三神が連携してギリシア勢を破滅的な苦境に陥れる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
439

ᾐδέσατʼ ἀθανάτην, ἀλλʼ ἄσχετον ἔργον ἔρεξε.

不死の女神を畏れ敬うこともなく、途方もない暴挙を働いたのです。

440

τῷ νύ μοι ἀμβροσίῃσι περὶ φρεσὶ μή τι μεγήρῃς

それゆえ、他の若者たちも神々の明白な怒りを恐れるようになるためにも、

ῥέξαι,1 ὅπως μοι θυμὸς ἐέλδεται, ὄφρα καὶ ἄλλοι

我が心が望むままに成すことを、

αἰζηοὶ τρομέωσι θεῶν ἀρίδηλον ὁμοκλήν.

あなたの神聖なる胸のうちでどうか惜しまないでください」

ὣς φαμένην προσέειπε πατὴρ ἀγανοῖς ἐπέεσσιν·

こう語る彼女に、父は穏やかな言葉で応えた。

ὦ τέκος, οὔτι ἔγωγʼ ἀνθίσταμαι εἵνεκʼ Ἀχαιῶν,

「我が子よ、アカイア勢のために私が反対することなど決してない。

445

ἀλλὰ καὶ ἔντεα πάντα, τά μοι πάρος ἦρα φέροντες

それどころか、

χερσὶν ὑπʼ ἀκαμάτῃσιν ἐτεκτήναντο Κύκλωπες2

かつてキュクロープスたちが私への忠誠として弛まぬ両手で鍛え上げたあらゆる武具を、

δώσω ἐελδομένῃ· σὺ δὲ σῷ κρατερόφρονι θυμῷ

それを望むそなたに与えよう。そなたはそなたの剛毅な心をもって自ら、

αὐτὴ χεῖμʼ ἀλεγεινὸν ἐπʼ Ἀργείοισιν ὄρινον.

アルゴス勢の上に厳しい嵐を巻き起こすがよい」

ὣς εἰπὼν στεροπήν τε θοὴν ὀλοόν τε κεραυνὸν

こう言って、

450

καὶ βροντὴν στονόεσσαν ἀταρβέος ἀγχόθι κούρης

彼は俊敏な稲妻と破滅をもたらす雷と轟く雷鳴を、

θήκατο· τῆς δʼ ἄρα θυμὸς ὑπὸ κραδίῃ μέγʼ ἰάνθη.

恐れを知らぬ娘の傍らに置いた。すると彼女の胸の内で心は深く喜んだ。

αὐτίκα δʼ αἰγίδα θοῦριν ἐδύσατο παμφανόωσαν,

彼女は直ちに、輝きわたる激しいアイギスを身にまとった。

ἄρρηκτον βριαρήν τε καὶ ἀθανάτοισιν ἀγητήν·

それは断ち切られることなく堅固で、不死の神々にとっても驚異の武具であった。

ἐν γάρ οἱ πεπόνητο κάρη βλοσυροῖο Μεδούσηςσμερδαλέον· κρατεροὶ δὲ καὶ ἀκαμάτου πυρὸς ὁρμὴν

その上には恐ろしいメドゥーサの不気味な頭が細工され、

λάβρον ἀποπνείοντες ἔσαν καθύπερθε δράκοντες·

その上端には激しく燃え盛る火の勢いを凄まじく吹き出す屈強な蛇たちがついていた。

ἔβραχε δʼ αἰγὶς ἅπασα περὶ στήθεσσιν ἀνάσσης,

王女の胸の周りでアイギス全体が轟音を立てたが、

οἷον ὅτε στεροπῇσιν ἐπιβρέμει ἄσπετος αἰθήρ.

それはあたかも無辺の天空が稲妻とともに轟くかのようであった。

λάζετο δʼ ἔντεα πατρός, ἅπερ θεὸς οὔτις ἀείρει

彼女は父の武具を手に取ったが、

460

νόσφι Διὸς μεγάλοιο· τίναξε δὲ μακρὸν Ὄλυμπον·

それは偉大なるゼウスのほかにはいかなる神も持ち上げ得ぬものであった。彼女は高大なるオリュンポスを震わせ、

σὺν δʼ ἔχεεν νεφέλας τε καὶ ἠέρα πᾶσαν ὕπερθε·

上空の雲と空気のすべてをかき乱して一つに合わせた。

νὺξ δʼ ἐχύθη περὶ γαῖαν, ἐπήχλυσεν δὲ θάλασσα·

夜の闇が大地を覆い、海は暗く翳った。

Ζεὺς δὲ μέγʼ εἰσορόων ἐπετέρπετο· κίνυτο δʼ εὐρὺς

ゼウスはこれを眺めて大いに喜び、

οὐρανὸς ἀμφὶ πόδεσσι θεῆς· περὶ δʼ ἔβραχεν αἰθήρ,

広大な天は女神の足もとに揺れ動き、たゆまぬゼウスが戦いの混乱へと逸り立つ時のように、

465

ὡς Διὸς ἀκαμάτοιο ποτὶ κλόνον ἐμμεμαῶτος.

天空が周囲で鳴り響いた。

ἡ δʼ ἄφαρ ἠερόεντος ὑπὲρ πόντοιο φέρεσθαι

女神は直ちに、天空から暗い海原の上を飛んでアイオロスのもとへと向かうよう、

οὐρανόθεν προέηκεν ἐς Αἴολον ἄμβροτον Ἶριν,

不死のイーリスを遣わした。

ὄφρʼ ἀνέμους ἅμα πάντας ἐπιβρίσαντας ἰάλλῃ

それは、アイオロスが一斉に重くのしかかる風を解き放ち、

ἐλθέμεναι κραναοῖο Καφηρέος ἐγγύθεν ἄκρωννωλεμέως χριμφθέντας, ἀνοιδῆναί τε θάλασσαν,3

険阻なカペーレウスの岬の近くに絶え間なく押し寄せさせて海を沸き立たせ、

λευγαλέῃς ῥιπῇσι μεμηνότας. ἡ δʼ ἀΐουσα

凄まじい突風で猛威を振るわせるためであった。

ἐσσυμένως οἴμησε περιγναμφθεῖσα νέφεσσι·

イーリスはこれを聞き、雲に身を包んで速やかに翔け抜けた。

φαίης κεν πῦρ ἔμμεν ἅμʼ ἠέρι καὶ μέλαν ὕδωρ.

あたかも火と空気と黒い水が一体となったかのようであった。

ἵκετο δʼ Αἰολίην, ἀνέμων ὅθι λάβρον ἀέντων

彼女はアイオリア島へと至った。

475

ἄντρα πέλει στυφελῇσιν ἀρηράμενʼ ἀμφὶ πέτρῃσι

そこには吹き荒れる風の、切り立った険しい岩に囲まれた、

κοῖλα καὶ ἠχήεντα· δόμοι δʼ ἄγχιστα πέλονται

空洞で音の反響する洞窟があり、

Αἰόλου Ἱπποτάδαο. κίχεν δέ μιν ἔνδον ἐόντα

ヒッポテースの子アイオロスの館がそのすぐ傍らにあった。

σύν τʼ ἀλόχῳ καὶ παισὶ δυώδεκα· καί οἱ ἔειπεν,

彼女は彼が館の中で妻と十二人の子供たちとともにいるのを見出し、

ὁππόσʼ Ἀθηναίη Δαναῶν ἐπεμήδετο νόστῳ.

アテーナーがダナオス勢の帰郷に対して企てている事のすべてを告げた。

480

αὐτὰρ ὅ γʼ οὐκ ἀπίθησε, μολὼν δʼ ἔκτοσθε μελάθρων

アイオロスは背くことなく、館の外へ進み出ると、

χερσὶν ὑπʼ ἀκαμάτῃσιν ὄρος μέγα τύψε τριαίνῃ,

弛まぬ両手で三叉の矛を執って巨大な山を打ち据えた。

ἔνθʼ ἄνεμοι κελαδεινὰ δυσηχέες ηὐλίζοντο

そこでは風たちが、

ἐν κενεῷ κευθμῶνι· περίαχε δʼ αἰὲν ἰωὴ

虚ろな洞窟の中で轟々と不快な唸り声を立てて籠もっていた。その叫び声は常に周囲で苦しげに轟いていたが、

βρυχομένη ἀλεγεινά· βίῃ δʼ ἔρρηξε κολώνην.

彼は力任せに山塊を打ち砕いた。

485

οἱ δʼ ἄφαρ ἐξεχέοντο· κέλευσε δὲ πάντας ἐρεμνὴν

風たちは直ちになだれ出た。彼は、

λαίλαπα συμφορέοντας ἀήμεναι, ὄφρʼ ἀλεγεινὸν

巻き起こる海の険しい大波がカペーレウスの突角を覆い尽くすよう、

ὀρνυμένης ἁλὸς οἶδμα Καφηρέος ἄκρα καλύψῃ.οἱ δὲ θοῶς ὤρνυντο πάρος βασιλῆος ἀκοῦσαι

暗き暴風を共に巻き起こして吹き荒れよと風のすべてに命じた。

πᾶν ἔπος·4 ἐσσυμένοισι δʼ ἐπεστενάχιζε θάλασσαἄσχετον· ἠλιβάτοισι δʼ ἐοικότα κύματʼ ὄρεσσιν

風たちは王の言葉をすべて聞き終えぬうちに素早く飛び立った。突進する風に海は抑えがたく激しく呻き声を上げ、

ἄλλοθεν ἄλλα φέροντο. κατεκλάσθη δʼ ἄρʼ Ἀχαιῶν

聳え立つ山々にも似た波があちらからもこちらからも押し寄せた。

θυμὸς ἐνὶ στέρνοισιν, ἐπεὶ νέας ἄλλοτε μέν που

アカイア勢の胸の中の心は打ち砕かれた。

ὑψηλὴν φέρε κῦμα διʼ ἠέρος, ἄλλοτε δʼ αὖτεοἷα κατὰ κρημνοῖο κυλινδομένας φορέεσκε

波がある時は船を宙高く空中へと持ち上げ、

495

βυσσόν ἐς ἠερόεντα· βίη δέ τις ἄσχετος αἰεὶ

またある時はまるで絶壁を転がり落ちるかのように暗い深淵へと運んでいったからである。開いた波間からは、

ψάμμον ἀναβλύζεσκε διοιγομένοιο κλύδωνος.

ある抑えがたい力が絶えず海底の砂を噴き上げさせていた。

οἱ δʼ ἄρʼ ἀμηχανίῃ βεβολημένοι οὔτʼ ἐπʼ ἐρετμῷχεῖρα βαλεῖν ἐδύναντο τεθηπότες οὔτʼ ἄρα λαίφη

彼らは途方に暮れて怯え、櫂に手を掛けることもできず、

ἔσθενον ἀμφὶ κέρα λελιημένοι εἰρύσσασθαιῥηγνύμενʼ ἐξ ἀνέμων, οὐδʼ ἔμπαλιν ἰθύνασθαι

風によって引き裂かれていく帆を帆桁の周りに懸命に巻き取る力もなく、

ἐς πλόον· ἀργαλέαι γὰρ ἐπεκλονέοντο θύελλαι·

針路を戻して船を進めることもできなかった。厳しい嵐が激しく吹き荒れていたからである。

οὐδὲ κυβερνήτῃσι πέλεν μένος εἰσέτι νηῶν

もはや船の舵取りたちにも、

χερσὶν ἐπισταμένῃσι θοῶς οἰήϊα νωμᾶν·

熟練した両手で素早く舵を操る力は残されていなかった。

πάντα γὰρ ἄλλυδις ἄλλα κακαὶ διέχευον ἄελλαι.

邪悪な突風がすべてのものをあちこちに四散させていたからである。

505

οὐδέ τις ἐλπωρὴ βιότου πέλεν, οὕνεκʼ ἐρεμνὴνὺξ ἅμα καὶ μέγα χεῖμα καὶ ἀθανάτων χόλος αἰνὸς

暗き夜と大いなる嵐、そして不死なる神々の恐るべき怒りが同時に巻き起こったため、

ὦρτο· Ποσειδάων γὰρ ἀνηλέα πόντον ὄρινεν

生き延びる望みは露ほどもなかった。ポセイドーンが、

ἦρα κασιγνήτοιο φέρων ἐρικυδέϊ κούρῃ,5

兄弟の誉れある娘に加勢して無慈悲な海を揺り動かしていたからである。

ἥ ῥα καὶ αὐτὴ ὕπερθεν ἀμείλιχα μαιμώωσα

女神自身もまた上空で容赦なく猛り狂い、

510

θῦνε μετʼ ἀστεροπῇσιν· ἐπέκτυπε δʼ οὐρανόθεν Ζεὺς

稲妻とともに暴れ回っていた。

κυδαίνων ἀνὰ θυμὸν ἑὸν τέκος, ἀμφὶ δὲ πᾶσαι

ゼウスは心のうちで我が子を称えつつ天から雷鳴を轟かせ、

νῆσοί τʼ ἤπειροί τε κατεκλύζοντο θαλάσσῃ

周囲のすべての島々も大陸も海に呑み込まれていた。

構文注5 件
  1. 14.440τῷ νύ μοι ἀμβροσίῃσι περὶ φρεσὶ μή τι μεγήρῃς ῥέξαι

    接続詞的副詞 τῷ(「それゆえに」)に小辞 νυ が後続し、μή τι μεγήρῃς はアオリスト接続法による禁止表現(否定命令)である。動詞 μεγαίρω はここでは不定詞 ῥέξαι を目的語に取り、「〜することを拒む/惜しむ」の意味をなす。μοι は与格で「私に対して(私が成すことを)」を表す倫理的与格ないし関与の与格として機能している。

  2. 14.445τά μοι πάρος ἦρα φέροντες χερσὶν ὑπʼ ἀκαμάτῃσιν ἐτεκτήναντο Κύκλωπες

    関係代名詞 τά の先行詞は直前の ἔντεα πάντα。成句 ἦρα φέρω(通常は与格支配で「〜に奉仕する、〜の意にかなうことをする、満足を与える」)が用いられており、μοι に係って「かつて私に忠誠を尽くして/奉仕して」の意味を担う。分詞 φέροντες は主語 Κύκλωπες に一致する分詞主格複数男性形。

  3. 14.468ὄφρʼ ἀνέμους ἅμα πάντας ἐπιβρίσαντας ἰάλλῃ ἐλθέμεναι... ἀνοιδῆναί τε θάλασσαν

    目的節を導く ὄφρα に接続法 ἰάλλῃ(主語はアイオロス)が続く構文。動詞 ἰάλλῃ(「放つ、駆り立てる」)は不定詞 ἐλθέμεναι(叙事詩形アオリスト能動態不定詞)と対格 ἀνέμους を取って「風たちが赴くよう解き放つ」という使役的・衝動的構文を作る。後続の ἀνοιδῆναί τε θάλασσαν は不定詞が接続詞 τε で結ばれており、同じく ἰάλλῃ に従属して「(風が)海を膨れ上がらせるように(解き放つ)」、あるいは結果的な対格・不定詞構造として解釈される。

  4. 14.488πάρος βασιλῆος ἀκοῦσαι πᾶν ἔπος

    接続詞的副詞 πάρος がアオリスト不定詞 ἀκοῦσαι を伴い、「〜する前に」を表す時間節の役割を果たす(古典散文の πρίν + 不定詞構文に相当)。主語は風たちであり、「王の言葉をすべて聞き終える前に(素早く飛び立った)」という意味をなす。

  5. 14.508ἦρα κασιγνήτοιο φέρων ἐρικυδέϊ κούρῃ

    ここでも ἦρα φέρων が用いられている。与格 ἐρικυδέϊ κούρῃ(アテーナー)が恩恵の対象であり、属格 κασιγνήτοιο(「兄弟の」=ゼウスの)は κούρῃ に係り、「兄弟(ゼウス)の名高き娘(アテーナー)に好意を尽くして」を表す。ポセイドーン(ゼウスの兄弟)がアテーナーに加勢している構図を示す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:14.439-14.512