← スミュルナのクイントス

ホメロス後日譚

§13.284-13.354

アンテーノールの救済とアイネイアースの脱出

アンドロマケーは連行され、アンテーノールは過去の恩義により難を逃れる。アイネイアースは父アンキーセースと子アスカニオスを連れて炎上するトロイアから脱出し、予言者カルカースの言葉によってギリシア兵はその追撃を制止される。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
284

εὔαδεν ἀνθρώποισι μετέμμεναι,1 οὕνεκα δαίμων

人々の間に生き長らえることが我が心に叶うことはもはやない。

285

κηδεμονῆας ὄλεσσεν· ἄχος δέ με δέχνυται αἰνὸν

神が庇護者たちを滅ぼしたからである。トロイアの者たちから引き離され、

ἐκ Τρώων στυγεροῖσιν ἐπʼ ἄλγεσιν οἰωθεῖσαν.

忌まわしい苦痛の中で独り残された私を、凄まじい苦難が捉えているのだから。」

ἦ ῥα λιλαιομένη χθόνα δύμεναι· οὐ γὰρ ἔοικε

彼女は大地の下へと潜ることを切望しつつ、こう語った。

ζωέμεναι κείνοισιν, ὅσων μέγα κῦδος ὄνειδος

その大いなる栄光を恥辱が呑み込む者たちにとって、

ἀμφιχάνῃ·2 δεινὸν γὰρ ὑπόψιον ἔμμεναι ἄλλων.

生き長らえるのはふさわしくないからである。他者から侮りの目で見られることは耐え難いことである。

290

οἱ δὲ βίῃ ἀέκουσαν ἄγον ποτὶ δούλιον ἦμαρ.

しかし彼らは嫌がる彼女を力尽くで奴隷の日々へと連行していった。

ἄλλοι δʼ αὖτʼ ἄλλοις ἐν δώμασι θυμὸν ἔλειπον

他の者たちもまた館ごとに命を落とし、

ἀνέρες· ἐν δʼ ἄρα τοῖσι βοὴ πολύδακρυς ὀρώρει·

彼らの間に涙に濡れた叫びが沸き起こった。

ἀλλʼ οὐκ ἐν μεγάροις Ἀντήνορος, οὕνεκʼ ἄρʼ αὐτοῦ

だがアンテーノールの館においてはそうではなかった。

Ἀργεῖοι μνήσαντο φιλοξενίης ἐρατεινῆς,

アルゴス勢が彼の愛すべき歓待の志を思い起こしたからである。

295

ὡς ξείνισσε πάροιθε κατὰ πτόλιν ἠδʼ ἐσάωσεν

かつて彼が都において神に等しいメネラーオスを、

ἰσόθεον Μενέλαον ὁμῶς Ὀδυσῆι μολόντα·

オデュッセウスとともに訪れた際に歓待し、救ったことを。

τῷ δʼ ἐπίηρα φέροντες Ἀχαιῶν φέρτατοι υἷες

アカイア勢の優れた勇士たちは彼に好意を返し、

αὐτὸν μὲν ζώοντα λίπον καὶ κτῆσιν ἔασαν

彼自身を生かしておき、その財産にも手を触れなかった。

καὶ Θέμιν ἁζόμενοι πανδερκέα καὶ φίλον ἄνδρα.

すべてを見通すテミスと、親愛なる彼とを敬ったからであった。

300

καὶ τότε δὴ πάϊς ἐσθλὸς3 ἀμύμονος Ἀγχίσαοπολλὰ καμὼν περὶ ἄστυ θεηγενέος Πριάμοιο

そしてその時、瑕なきアンキーセースの高潔な子が、

δουρὶ καὶ ἠνορέῃ, πολλῶν δʼ ἀπὸ θυμὸν ὀλέσσας,

神の末裔たるプリアモスの都をめぐって槍と武勇によって多大な苦闘を重ね、

ὡς ἴδε δυσμενέων ὑπὸ χείρεσι λευγαλέῃσιν

多くの敵から命を奪った後、敵の無残な手によって都が焼き払われ、

αἰθόμενον πτολίεθρον, ἀπολλυμένους θʼ ἅμα λαοὺς

同時に民がことごとく全滅し、

305

πανσυδίῃ, καὶ κτῆσιν ἀπείριτον. ἔκ τε μελάθρωνἑλκομένας ἀλόχους ἅμα παίδεσιν, οὐκέτʼ ἄρʼ αὐτοῦ

無数の財宝が奪われ、妻たちが子どもたちとともに館から引きずり出されるのを見るや、

ἐλπωρὴν ἔχε θυμὸς ἰδεῖν εὐτειχέα πάτρην,

もはやその心に堅固な城壁の祖国を見る希望を保つことはなく、

ἀλλά οἱ ὁρμαίνεσκε νόος μέγα πῆμʼ ὑπαλύξαι.

むしろこの大いなる破滅を逃れようと思いを巡らせた。

ὡς δʼ ὅθʼ ἁλὸς κατὰ βένθος ἀνὴρ οἰήϊα νωμῶν

あたかも海の深みにおいて舵を巧みに操り、

310

νηὸς ἐπισταμένως ἄνεμον καὶ κῦμʼ ἀλεείνωνπάντοθεν ἐσσύμενον στυγερῇ ὑπὸ χείματος ὥρῃ

荒々しき冬の時節にあらゆる方角から押し寄せる風と波を避けつつ船を導いていた男が、

χεῖρα κάμῃ καὶ θυμόν, ὑποβρυχίης δʼ ἄρα νηὸς

手と心を疲れ果てさせ、沈没しつつ滅びゆく船の舵のみを残して独り離れ、

ὀλλυμένης ἀπάνευθε λιπὼν οἰήϊα μοῦνατυτθόν ἐπὶ σκάφος εἶσι, μέλει δέ οἱ οὐκέτι νηὸς

小さな小舟へと移り、

315

φορτίδος· ὣς πάϊς ἐσθλὸς ἐΰφρονος Ἀγχίσαο,

もはや積荷の船のことは顧みなくなるかのごとくであった。そのように、賢明なるアンキーセースの高潔な子は、

ἄστυ λιπὼν δηΐοισι καταιθόμενον πυρὶ πολλῷ,

敵の手によって猛火に包まれてゆく都を捨て、

υἱέα καὶ πατέρα σφὸν ἀναρπάξας φορέεσκε,

我が子と父を抱き寄せて運んでいった。

τὸν μέν ἐπὶ πλατὺν ὦμον ἐφεσσάμενος κρατερῇσι

父は耐え難い老齢のもとで苦しんでいたが、

χερσὶ πολυτλήτῳ ὑπὸ γήραϊ μοχθίζοντα,

それを力強い両手で広い肩に背負い、

320

τὸν δʼ ἁπαλῆς ἅμα χειρὸς ἐπιψαύοντα πόδεσσιγαίης· οὐλομένου τε φοβεύμενον ἔργα μόθοιο

我が子は柔らかい手を取りつつ、足で大地を踏みしめさせ、

ἐξῆγεν πολέμοιο δυσηχέος· ὃς δʼ ὑπʼ ἀνάγκης

破滅の戦闘の業を恐れおののくその幼子を耳障りな戦火から連れ出した。

ἐκρέματʼ ἐμπεφυὼς ἀταλὸς πάϊς· ἀμφὶ δέ δάκρυ·

幼き子は必然の力に押されてすがりつき、

χεύατό οἱ ἁπαλῇσι παρηίσιν· αὐτὰρ ὁ νεκρῶν

その柔らかい頬には涙が注がれていた。

325

σώμαθʼ ὑπέρθορε πολλὰ θοοῖς ποσί, πολλὰ δʼ ἐν ὄρφνῃ

しかし彼は敏捷な足で多くの死体を飛び越え、

οὐκ ἐθέλων στείβεσκε· Κύπρις δʼ ὁδὸν ἡγεμόνευενυἱωνὸν καὶ παῖδα καὶ ἀνέρα πήματος αἰνοῦ

闇の中を望まぬままに多くの骸を踏みしめて進んだ。キュプリスが彼らの前途を導き、

πρόφρων ῥυομένη· τοῦ δʼ ἐσσυμένου ὑπὸ ποσσὶ

孫と子と夫を凄まじい破滅から慈悲深く救い出した。彼が進みゆく足元からは炎が四方に退き、

πάντῃ πῦρ ὑπόεικε· περισχίζοντο δʼ ἀϋτμαὶἩφαίστου μαλεροῖο· καὶ ἔγχεα καὶ βέλεʼ ἀνδρῶνπῖπτον ἐτώσια πάντα κατὰ χθονὸς, ὁππόσʼ Ἀχαιοὶ

猛り狂うヘーパイストスの息吹は左右に分かれ、

κείνῳ ἐπέρριψαν πολέμῳ ἐνὶ δακρυόεντι

この涙に満ちた戦いにおいてアカイア勢が彼めがけて投げつけた男たちの槍や矢はすべて虚しく大地へと落ちた。

καὶ τότε δὴ Κάλχας μεγάλʼ ἴαχε λαὸν ἐέργων·ἴσχεσθʼ Αἰνείαο κατʼ ἰφθίμοιο καρήνου

その時カルカースが大声で叫び、軍勢を制止した。

335

βάλλοντες στονόεντα βέλη καὶ λοίγια δοῦρα·

「勇壮なるアイネイアースの頭上へ向けて嘆きをもたらす矢や破滅の槍を投げるのをやめよ。

τὸν γὰρ θέσφατόν ἐστι θεῶν ἐρικυδέϊ βουλῇ

神々の輝かしき意志により、

Θύμβριν ἐπʼ εὐρυρέεθρον ἀπὸ Ξάνθοιο μολόντα

彼がクサントスから広き流れのテュンブリスへと渡り、

τευξέμεν ἱερὸν ἄστυ καὶ ἐσσομένοισιν ἀγητὸνἀνθρώποις, αὐτὸν δὲ πολυσπερέεσσι βροτοῖσι

未来の人々にとって崇敬されるべき神聖なる都を築き、

340

κοιρανέειν· ἐκ τοῦ δὲ γένος μετόπισθεν ἀνάξειν

自ら多くの民を統治することが定められているからだ。そして彼の後裔は、

ἄχρις ἐπʼ ἀντολίην τε καὶ ἀκαμάτου δύσιν ἠοῦς·

日の出ずる東から疲れを知らぬ太陽の沈む地に至るまで支配を広げるであろう。

καὶ δʼ αὐτῷ θέμις ἐστὶ μετέμμεναι ἀθανάτοισιν,

また彼自身も美しき髪のアフロディーテーの子であるゆえに、

οὕνεκα δὴ πάϊς ἐστὶν ἐϋπλοκάμου Ἀφροδίτης,

不死の神々に連なることが定められている。

καὶ δʼ ἄλλως τοῦδʼ ἀνδρὸς ἑὰς ἀπεχώμεθα χεῖρας,

さらに別の面からも、我らはこの男から手を引くべきである。

345

οὕνεκα καὶ χρυσοῖο καὶ ἄλλʼ ὅσα οἱ κτέατʼ ἐστίν,ἄνδρʼ ἃ σαοῖ φεύγοντα καὶ ἀλλοδαπὴν ἐπὶ γαῖαν,

なぜなら逃亡し異国の地へと赴く男を救うであろう黄金やその他すべての富よりも、

τῶν πάντων προβέβουλεν4 ἑὸν πατέρʼ ἠδὲ καὶ υἷα·

彼は自らの父と我が子を何よりも優先したからである。

νὺξ δὲ μίʼ ἧμιν ἔφηνε καὶ υἱέα πατρὶ γέροντι

この一夜が我らに示したのは、老いた父に対して並外れて優しい子であり、

ἤπιον ἐκπάγλως καὶ ἀμεμφέα παιδὶ τοκῆα.

我が子に対して非の打ち所のない親の姿なのだから。」

350

ὣς φάτο· τοὶ δʼ ἐπίθοντο καὶ ὡς θεὸν εἰσοράασκον

彼がこう語ると、兵らは従い、

πάντες· ὁ δʼ ἐσσυμένως ἐξ ἄστεος οἷο βεβήκει,

皆が彼を神のごとく仰ぎ見た。そしてアイネイアースは、懸命に駆ける足が運ぶがままに、

ᾗχί ἑ ποιπνύοντα πόδες φέρον· οἱ δʼ ἔτι Τροίης

急ぎ自らの都から立ち去った。

Ἀργεῖοι πτολίεθρον ἐϋκτίμενον διέπερθον.

アルゴス勢はなおもトロイアの堅固に築かれた都を略奪し破壊し続けた。

καὶ τότε δὴ Μενέλαος ὑπὸ ξίφεϊ στονόεντι

そしてその時、メネラーオスは嘆きをもたらす剣のもとに……

構文注4 件
  1. 13.284εὔαδεν ἀνθρώποισι μετέμμεναι

    直前の箇所の末尾にある接続詞節「ἐπεί νύ μοι οὐκέτι θυμῷ」(もはや我が心には…ないからだ)に続く主述構造。非人称用法動詞 εὔαδεν(ἁνδάνω のアオリスト)に与格 θυμῷ(心に)が係り、真主語として不定詞 μετέμμεναι(met-einai, 加わる・留まる)を取る。「人々の間に留まる(生き長らえる)ことが我が心に適わない」の意。

  2. 13.288ὅσων μέγα κῦδος ὄνειδος ἀμφιχάνῃ

    関係詞節内の語順倒置(hyperbaton)。主語は ὄνειδος(恥辱)、動詞は ἀμφιχάνῃ(接続法、呑み込む・取り巻く)、目的語は κῦδος(名声・栄光)である。ὅσων は関係代名詞属格複数で先行詞 κείνοισιν に係り、所有の属格として μέγα κῦδος を修飾する。「恥辱が彼らの大いなる栄光を取り巻くような者たち」の意。

  3. 13.295ὡς δʼ ὅθʼ ἁλὸς κατὰ βένθος ... ὣς πάϊς ἐσθλὸς

    長大な直喩構造の骨格。ὡς δʼ ὅθʼ(あたかも〜の時のごとく)から始まる副詞節が沈没船を捨てる舵取りの苦闘を描き、主節 ὣς(そのように)によってアイネイアースが燃える都を捨てて父と子を救い出す行動に対応している。舵手(ἀνήρ)とアイネイアース(πάϊς ἐσθλός)、船(ναῦς)とトロイア都(ἄστυ)の対比が整然と維持されている。

  4. 13.347τῶν πάντων προβέβουλεν

    動詞 προβούλομαι(〜より優先する、選ぶ)は比較を表す属格を支配する。直前の関係節で述べられた富「χρυσοῖο καὶ ἄλλʼ ὅσα οἱ κτέατʼ ἐστίν」(黄金やその他の財産)を τῶν πάντων が包括して受け、その属格が προβέβουλεν の比較対象となっている。対格 ἑὸν πατέρα ἠδὲ καὶ υἷα が目的語。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:13.284-13.354