- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:10.215-10.281
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
パリスがクレオドーロスを射殺した直後、ピロクテーテースがパリスに矢を放ち、二矢目で下腹部に重傷を負わせる。退却したパリスは耐え難い毒の苦痛に苛まれ、唯一の治療者である元妻オイノーネーの足元へと赴いて倒れ伏す。
οὐ γὰρ ἔχεν σάκος εὐρύ, τό οἱ λυγρὸν ἔσχεν ὄλεθρον·1
彼には悲惨な破滅を防ぎ得たであろう広い盾がなかったからである。
ἀλλʼ ὅ γε γυμνὸς ἐὼν ἀνεχάζετο· τοῦ γὰρ ἀπʼ ὤμωνΠουλυδάμας ἀπάραξε σάκος τελαμῶνα δαΐξας
それどころか彼は丸腰となって退いていた。
βουπλῆγι στιβαρῷ· ὁ δʼ ἐχάσσατο μαρνάμενός περαἰχμῇ ἀνιηρῇ· στονόεις δέ οἱ ἔμπεσεν ἰὸς
プーリュダマースが重い牛打ち斧で盾の革紐を断ち切って肩から叩き落としていたからである。彼は苦痛をもたらす槍で戦いながらも退いたが、
ἄλλοθεν ἀΐξας· ὣς γάρ νύ που ἤθελε δαίμωνθήσειν αἰνὸν ὄλεθρον ἐΰφρονος υἱέϊ Λέρνου,
別の方向から飛び来たりし嘆きをもたらす矢が彼に当たった。神がそのように、
ὃν τέκετʼ Ἀμφιάλη Ῥοδίων ἐν πίονι γαίῃ.
ロドス人の肥沃な地でアムピアレーが生んだ思慮深きレルノスの息子のために恐ろしい死をもたらすことを望まれたのであろう。
τὸν δʼ ὡς οὖν ἐδάμασσε Πάρις στονόεντι βελέμνῳ,
嘆きをもたらす矢でパリスが彼を倒すと、まさにその時、
δὴ τότε που Ποίαντος ἀμύμονος ὄβριμος υἱὸς
非の打ちどころなきポイアースの力強き息子が逸り立って素早い弓を引き絞りながら、
ἐμμεμαὼς θοὰ τόξα τιταίνων οἱ μέγʼ ἀΰτει·
彼に向かって大声で叫んだ。
ὦ κύον, ὡς σοὶ ἔγωγε φόνον καὶ κῆρʼ ἀΐδηλον
「犬め、私みずから貴様に死と見えざる破滅を与えてやろう。
δώσω, ἐπεί νύ μοι ἄντα λιλαίεαι ἰσοφαρίζειν·καί κεν ἀναπνεύσουσιν, ὅσοι σέθεν εἵνεκα λυγροῦ
貴様が今や私に向かい合って互角に戦うことを望んでいるからだ。
τείροντʼ ἐν πολέμῳ· τάχα γὰρ λύσις ἔσσετʼ ὀλέθρου
そして災いをもたらす貴様のせいで戦いの中で苦しめられているすべての者たちが息を吹き返すであろう。貴様がここで死ねば、すぐに破滅からの解放があるからだ。
ἐνθάδε σεῖο θανόντος, ἐπεί σφισι πῆμα τέτυξαι.
貴様こそが彼らにとって災厄となったのだから」。
ὣς εἰπὼν νευρὴν μὲν ἐΰστροφον ἀγχόθι μαζοῦ
こう言って彼は撚り合わされた弦を胸の近くまで引き、
εἴρυσε, κυκλώθη δὲ κέρας, καὶ ἀμείλιχος ἰὸςἰθύνθη, τόξον δʼ αἰνὴ ὑπερέσχεν ἀκωκὴ
弓の角は丸く撓み、無慈悲な矢の狙いが定められ、
τυτθὸν ὑπʼ αἰζηοῖο βίῃ· μέγα δʼ ἔβραχε νευρὴ
若武者の力によって恐ろしい鏃がわずかに弓を越えて突き出た。
ἰοῦ ἀπεσσυμένοιο δυσηχέος· οὐδʼ ἀφάμαρτε
不吉な音を立てる矢が放たれると弦は大きく鳴り響き、
δῖος ἀνήρ· τοῦ δʼ οὔτι λύθη κέαρ, ἀλλʼ ἔτι θυμῷ
気高き男は射損じることがなかった。だが相手の心は挫かれず、
ἔσθενεν· οὐ γάρ οἱ τότε καίριος ἔμπεσεν ἰός,
依然として気迫に満ちていた。その矢は急所に当たったのではなく、
ἀλλὰ παρέθρισε χειρὸς ἐπιγράβδην χρόα καλόν.
美しい手の皮をかすめて削ぎ取ったに過ぎなかったからである。
ἐξαῦτις δʼ ὅ γε τόξα τιτύσκετο· τὸν δὲ παραφθὰς2
パリスは再び弓の狙いを定めたが、
ἰῷ ἐϋγλώχινι βάλεν βουβῶνος ὕπερθε
ポイアースの愛する息子は機先を制し、
Ποίαντος φίλος υἱός· ὁ δʼ οὐκέτι μίμνε μάχεσθαι,ἀλλὰ θοῶς ἀπόρουσε, κύων ὥς, ὅς τε λέοντα
鋭い鏃の矢で彼の下腹のすぐ上を射抜いた。パリスはもはや踏みとどまって戦おうとはせず、
ταρβήσας χάσσηται ἐπεσσύμενος τὸ πάροιθεν·ὣς ὅ γε λευγαλέῃσι πεπαρμένος ἦτορ ἀνίῃς
かつて突進していたものの獅子を恐れて退く犬のように素早く飛び退き、
χάζετʼ ἀπὸ πτολέμοιο. Συνεκλονέοντο δὲ λαοὶἀλλήλους ὀλέκοντες· ἐν αἵματι δʼ ἔπλετο δῆρις
惨めな苦痛で心を貫かれながら戦いから退いた。両軍の戦士たちは互いに滅ぼし合いながら混乱に陥り、
κτεινομένων ἑκάτερθε· νεκροὶ δʼ ἐπέκειντο νέκυσσιπανσυδίῃ ψεκάδεσσιν ἐοικότες ἠὲ χαλάζῃ
両陣営で討たれる者たちの血の中に激戦が繰り広げられた。倒れた死骸の上に死骸が隙間なく重なり、
ἢ χιόνος νιφάδεσσιν, ὅτʼ οὔρεα μακρὰ καὶ ὕλην
それはゼウスの命により西風と冬が長い山々と森を覆うときの雨滴や雹、
Ζηνὸς ὑπʼ ἐννεσίῃς ζέφυρος καὶ χεῖμα παλύνει·
あるいは降りしきる雪片に似ていた。
ὣς οἵ γʼ ἀμφοτέρωθεν ἀνηλέϊ Κηρὶ δαμέντες
そのように両軍から無慈悲な運命の女神に倒され、
ἀθρόοι ἀλλήλοισι δεδουπότες ἀμφεχέοντο.
重なり合って倒れた者たちが群れをなして散乱していた。
αἰνὰ δʼ ἀνεστενάχιζε Πάρις· περὶ δʼ ἕλκεϊ θυμὸν
パリスは激しく呻き声を上げ、
τείρετο· τὸν δʼ ἀλύοντα τάχʼ ἄμφεπον ἰητῆρες.
傷の周りで胸を痛めていた。取り乱す彼を医師たちが急いで介抱した。
Τρῶες δʼ εἰς ἑὸν ἄστυ κίον· Δαναοὶ δʼ ἐπὶ νῆας
トロイア勢は自らの町へと去り、
κυανέας ἀφίκοντο θοῶς· τοὺς γάρ ῥα κυδοιμοῦνύξ ἀπέπαυσε μέλαινα, μόγον δʼ ἐξείλετο γυίων
ダナオイ勢は黒い船へと素早く戻った。黒い夜が彼らを戦乱から引き離し、
ὕπνον ἐπὶ βλεφάροισι πόνου ἀλκτῆρα χέασα.
瞼の上に苦難を防ぐ眠りを注いで四肢から疲労を取り去ったからである。
ἀλλʼ οὐχ ὕπνος ἔμαρπτε θοὸν Πάριν ἄχρις ἐς ἠώ·
しかし素早きパリスには夜明けに至るまで眠りが訪れなかった。
οὐ γάρ οἵ τις ἄλαλκε λιλαιομένων περ ἀμύνειν
様々な薬で救おうと望む者たちがいたものの、
παντοίοις ἀκέεσσιν, ἐπεί ῥά οἱ αἴσιμον ἦεν
誰も彼を救うことができなかったからである。
Οἰνώνης ὑπὸ χερσὶ μόρον καὶ κῆρας ἀλύξαι,
オイノーネーの手によって、もし彼女が望むならば、
ἢν ἐθέλῃ· ὁ δʼ ἄρʼ αἶψα θεοπροπίῃσι πιθήσας
死と凶兆の女神を免れる定めであったからである。
ἤιεν οὐκ ἐθέλων· ὀλοὴ δέ μιν ἦγεν ἀνάγκη
彼は神託に従って気が進まぬまま急いで赴いた。苛烈なる必然が、
κουριδίης εἰς ὦπα· λυγροί γε μὲν ἀντιόωντεςκὰκ κορυφῆς ὄρνιθες ἀΰτεον, οἱ δʼ ἀνὰ χεῖρα
正妻の目の前へと彼を導いたのである。前方からは不吉な鳥たちが頂から鳴き叫び、
σκαιὴν ἀΐσσοντες· ὁ δέ σφεας ἄλλοτε μέν που
左手に向かって飛び交っていた。彼はそれらを見つめながら時に恐れ、
δείδιεν εἰσορόων, ὁτὲ δʼ ἀκράαντα πέτεσθαι
時に無駄に飛んでいるのだと思おうとしたが、
ἔλπετο· τοὶ δέ οἱ αἰνὸν ὑπʼ ἄλγεσι φαῖνον ὄλεθρον.
鳥たちは彼に苦痛に満ちた恐ろしい破滅を予告していた。
ἷξε δʼ ἐς Οἰνώνην ἐρικυδέα· τὸν δʼ ἐσιδοῦσαι
彼は名高きオイノーネーのもとに辿り着いた。
ἀμφίπολοι θάμβησαν ἀολλέες ἠδὲ καὶ αὐτὴ
侍女たちは一堂に会して彼を見て驚き、
Οἰνώνη· ὁ δʼ ἄρʼ αἶψα πέσεν παρὰ ποσσὶ γυναικὸς,
オイノーネー自身も驚いた。彼はすぐにその女の足元に倒れ伏した。
λυγρῇ ὑπʼ ὠτειλῇ δεδμημένος, ἥ οἱ ἄεξενἀμφὶ μέλαινʼ ἐφύπερθε καὶ ἔνδοθι μέχρις ἱκέσθαι
周囲で表面も内部も黒く広がり、
μυελὸν ἐς λιπόωντα διʼ ὀστέου, οὕνεκα νηδὺν
骨を貫いて脂の乗った骨髄にまで達する悲惨な傷に打ちひしがれていたからである。
φάρμακον αἰνὸν ἔπυθε κατʼ οὐτάμενον χρόα φωτός.3
恐ろしい毒薬が、男の傷ついた肉に沿って腹の深みを腐らせていたからである。
τείρετο δὲ στυγερῇ βεβολημένος ἦτορ ἀνίῃ·
彼は忌まわしい苦痛に心を撃たれて苦しんでいた。
ὡς δʼ ὅτε τις νούσῳ τε καὶ ἀργαλέῃ μέγα δίψῃαἰθόμενος κραδίην ἀδινὸν κέαρ αὐαίνηται,
まるで病と激しい喉の渇きによって心臓を焼かれ、
ὅν τε περιζείουσα χολὴ φλέγει, ἀμφὶ δὲ νωθὴςψυχή οἱ πεπότητʼ ἐπὶ χείλεσιν αὐαλέοισιν
たぎる胆汁に胸を焦がされながら渇ききり、生と水の両方を切望して、
ἀμφότερον βιότου τε καὶ ὕδατος ἱμείρουσα·
力ない魂が乾いた唇の上を彷徨っている者のようであった。
- 10.215τό οἱ λυγρὸν ἔσχεν ὄλεθρον
関係代名詞 τό の先行詞は前置詞句を伴わない中性名詞 σάκος であり、直説法アオリスト ἔσχεν は文脈上「(もし持っていれば)防ぎ得たであろう」という潜在的・反事実的結果(ἄν の省略を伴う構文、あるいは事態の客観的阻止能力の記述)を表している。
- 10.239παραφθάς
動詞 παραφθάνω(先んじる、機先を制する)のアオリスト能動態分詞。「パリスが再び弓を構えている間に、それに先んじて」の意味で主動詞 βάλεν に係り、相手の動作に割り込んで先手を打つ時間的先後関係を示す。
- 10.274οὕνεκα νηδὺν / φάρμακον αἰνὸν ἔπυθε κατʼ οὐτάμενον χρόα φωτός
動詞 ἔπυθε(πύθω「腐らせる、膿ませる」の未完了過去またはアオリスト)が対格 νηδὺν(腹の奥底・深部)を直接目的語に取り、前置詞句 κατʼ οὐτάμενον χρόα(傷つけられた肉に沿って)が浸透の経路を示している。主語は φάρμακον αἰνόν(恐ろしい毒薬)。
