← スミュルナのクイントス

ホメロス後日譚

§1.533-1.606

アキレウスの一撃とペンテシレイアの苦悶

アキレウスとアイアースはトロイア軍を圧倒し、立ち向かってきたペンテシレイアの槍の攻撃を退ける。アイアースが他所へ転進する中、アキレウスはペンテシレイアに深手を負わせ、瀕死の彼女は抗戦か降伏・助命嘆願かの二者択一に思い惑う。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
533

τῇσι δʼ ἔφʼ Ἀρμοθόην· ἐπὶ δʼ ᾤχετο λαὸν ἅπαντα

彼女たちに加えてさらにアルモトエーを討ち取った。

σὺν Τελαμωνιάδῃ μεγαλήτορι· τῶν δʼ ὑπὸ χερσὶ

そして高邁なテラモーンの子とともに全軍勢へと進撃した。二人の手によって、

535

πυκναί τε σθεναραί τε κατηρείποντο φάλαγγες

密集した強靭な方陣は、あたかも風が激しく煽る中、

ῥεῖα καὶ ὀτραλέως, ὡσεὶ πυρὶ δάσκιος ὕλη

山の狭間で鬱蒼とした森が火に倒れるかのように、

οὔρεος ἐν ξυνοχῇσιν ἐπισπέρχοντος ἀήτεω.1

たやすく速やかに崩れ去った。

τοὺς δʼ ὁπότʼ εἰσενόησε δαΐφρων Πενθεσίλεια

戦いを心得たペンテシレイアが、

θῆρας ὅπως θύνοντας ἀνὰ μόθον ὀκρυόεντα,

凍てつく戦闘の中で猛り狂う野獣のような二人を認めたとき、

540

ἀμφοτέρων ὥρμησε καταντίον, ἠΰτε λυγρὴ

彼女は両名の正面へと突進した。

πόρδαλις ἐν ξυλόχοισιν ὀλέθριον ἦτορ ἔχουσα

あたかも茂みの中で殺意の心を抱く恐るべき豹が、

αἰνὰ περισσαίνουσα θόρῃ κατέναντʼ ἐπιόντων

身を激しくうねらせながら、迫り来る狩人たちが武具を身に纏い槍を信じて、

ἀγρευτέων, οἵπερ μιν ἐν ἔντεσι θωρηχθέντες.ἐσσυμένην μίμνουσι πεποιθότες ἐγχείῃσιν·

突進する獣を待ち受けているその正面へ躍り出るかのように。

545

ὣς ἄρα Πενθεσίλειαν ἀρήιοι ἄνδρες ἔμιμνονδούρατʼ ἀειράμενοι· περὶ δέ σφισι χαλκὸς ἀΰτει

そのように戦士たちは槍を掲げてペンテシレイアを待ち構えた。

κινυμένων· πρώτη δʼ ἔβαλεν περιμήκετον ἔγχος

二人が動くにつれて武具の青銅が激しく鳴り響いた。

ἐσθλὴ Πενθεσίλεια· τὸ δʼ ἐς σάκος Αἰακίδαο

まず勇猛なペンテシレイアが極めて長い槍を投じた。それはアイアコスの子の盾に達したが、

ἷξεν, ἀπεπλάγχθη δὲ διατρυφὲν εὖτʼ ἀπὸ πέτρης·

あたかも岩から弾かれるように砕けて逸れた。

550

τοῖʼ ἔσαν Ἡφαίστοιο περίφρονος ἄμβροτα δῶρα.

深慮あるヘーパイストスの不死の賜物はかほどのものであった。

ἡ δʼ ἕτερον μετὰ χερσὶ τιτύσκετο θοῦρον ἄκοντα

彼女はもう一本の鋭い投げ槍を手にしてアイアースの正面へと狙いを定め、

Αἴαντος κατέναντα καὶ ἀμφοτέροισιν ἀπείλει·

二人に脅しをかけた。

νῦν μὲν ἐμῆς ἀπὸ χειρὸς ἐτώσιον ἔκθορεν ἔγχος·

「今や私の手から槍は虚しく飛び去った。

ἀλλʼ ὀΐω τάχα τῷδε μένος καὶ θυμὸν ὀλέσσειν

だが思うに、

555

ὑμέων ἀμφοτέρων, οἵ τʼ ἄλκιμοι εὐχετάασθε

ダナオス勢の中で勇者であると誇るお前たち二人の力と気概を、

ἔμμεναι ἐν Δαναοῖσιν· ἐλαφροτέρη δὲ μόθοιο

この槍で直ちに滅ぼすであろう。そのとき馬を馴らすトロイア人にとって、

ἔσσεται ἱπποδάμοισι τότε Τρώεσσιν ὀϊζύς.

戦いの労苦は軽くなるであろう。

ἀλλά μοι ἆσσον ἵκεσθε κατὰ κλόνον, ὄφρʼ ἐσίδησθε,

さあ戦乱の中、もっと私の近くへ来るがよい、

ὅσσον Ἀμαζόσι κάρτος ἐνὶ στήθεσσιν ὄρωρεν·

アマゾーンたちの胸の内にいかに大きな力が湧き上がっているかを見るために。

560

καὶ γάρ μευ γένος ἐστὶν Ἀρήιον· οὐδέ με θνητὸς

我が血統はアレースに由来するのだ。私を産んだのは死すべき男ではなく、

γείνατʼ ἀνήρ, ἀλλʼ αὐτὸς Ἄρης ἀκόρητος ὁμοκλῆς·

鬨の声に飽くことを知らぬアレース自身である。

τοὔνεκά μοι μένος ἐστὶ πολὺ προφερέστατον ἀνδρῶν.

それゆえ私の気概は男たちよりも遥かに勝っているのだ。」

ἦ, μέγα καγχαλόωσα κατὰ φρένας· ἧκε δʼ ἄρʼ ἔγχος

彼女は心の中で大いに高笑いしながらこう語り、

δεύτερον· οἱ δʼ ἐγέλασσαν, ἄφαρ δέ οἱ ἤλασεν αἰχμὴ

第二の槍を放った。しかし彼らは笑った。

Αἴαντος κνημῖδα πανάργυρον. οὐδέ οἱ εἴσω

たちまちアイアースの純銀の脛当てを切っ先が打った。

565

ἤλυθεν ἐς χρόα καλὸν ἐπειγομένη περ ἱκέσθαι·2

しかし切っ先は達することを急ぎはしたものの、彼の美しい皮膚の内へと入り込むことはなかった。

οὐ γὰρ δὴ πέπρωτο μιγήμεναι αἵματι κείνου

戦いにおいて敵の嘆かわしい切っ先が彼の血と交わることは、

δυσμενέων στονόεσσαν ἐπὶ πτολέμοισιν ἀκωκήν.

定められていなかったからである。

Αἴας δʼ οὐκ ἀλέγιζεν Ἀμαζόνος, ἀλλʼ ἄρα Τρώων

アイアースはアマゾーンを意に介さず、

ἐς πληθὺν ἀνόρουσε· λίπεν δʼ ἄρα Πηλείωνι

トロイア人の群衆へと突進した。

570

οἴῳ Πενθεσίλειαν, ἐπεί ῥά οἱ ἐν φρεσὶ θυμὸς

そしてペンテシレイアをペーレウスの子ただ一人の前に残した。

ᾔδεεν, ὡς Ἀχιλῆι καὶ ἰφθίμη περ ἐοῦσα

彼女がたとえどれほど剛勇であろうとも、

ῥηίδιος πόνος ἔσσεθʼ ὅπως ἴρηκι πέλεια.

アキレウスにとっては鳩を相手にする鷹のように容易な仕事であろうと、彼の胸の内の心が知っていたからである。

Ἡ δὲ μέγα στονάχησεν ἐτώσια δοῦρα βαλοῦσα·

彼女は槍を虚しく投げたことに深く嘆息した。

καί μιν κερτομέων προσεφώνεε Πηλέος υἱός·

するとペーレウスの子が彼女を嘲笑して呼びかけた。

575

ὦ γύναι, ὡς ἁλίοισιν ἀγαλλομένη ἐπέεσσινἡμέων ἤλυθες ἄντα λιλαιομένη πολεμίζειν,

「女よ、なんと空しい言葉に誇って、

οἳ μέγα φέρτατοί εἰμεν ἐπιχθονίων ἡρώων·ἐκ γὰρ δὴ Κρονίωνος ἐριγδούποιο γενέθλης

地上の英雄たちの中でも飛び抜けて優れた我らに立ち向かい戦おうと望んでやって来たことか。

εὐχόμεθʼ ἐκγεγάμεν· τρομέεσκε δὲ καὶ θοὸς Ἕκτωρἡμέας, εἰ καὶ ἄπωθεν ἐσέδρακεν ἀΐσσοντας

我らは激しく鳴り響くクロノスの子の血統から生まれたと誇っている。素早いヘクトールでさえ、

δῆριν ἐπὶ στονόεσσαν· ἐμὴ δέ μιν ἔκτανεν αἰχμὴ

遠くからであっても我らが嘆かわしい戦乱へと突進するのを見れば震え上がったものだ。我が切っ先は、

καὶ κρατερόν περ ἐόντα· σὺ δʼ ἐν φρεσὶ πάγχυ μέμηνας,ἣ μέγʼ ἔτλης καὶ νῶιν ἐπηπείλησας ὄλεθρον

彼がいかに強大であろうとも彼を討ち取った。だがお前は心の中で完全に狂い果て、

σήμερον· ἀλλὰ σοὶ εἶθαρ ἐλεύσεται ὕστατον ἦμαρ·

あえて今日我ら二人に滅びを脅しつけた。しかしお前には直ちに最後の日が訪れるであろう。

585

οὐδὲ γὰρ οὐδʼ αὐτός σε πατὴρ ἔτι ῥύσεται Ἄρης

父アレース自身であっても、

ἐξ ἐμέθεν· τίσεις δὲ κακὸν μόρον, εὖτʼ ἐν ὄρεσσι

お前を私から救い出すことはもはやできぬ。山の中で小鹿が牛を倒すライオンに出くわしたときのように、

κεμμὰς ὁμαρτήσασα βοοδμητῆρι λέοντι.

お前は過酷な運命を償うのだ。

ἣ οὔπω τόδʼ ἄκουσας, ὅσων ὑποκάππεσε γυῖα

それともお前は、クサントスの流れのほとりで、

Ξάνθου πὰρ προχοῇσιν ὑφʼ ἡμετέρῃς παλάμῃσιν;

どれほど多くの者の肢体が我らの手によって倒れたかをまだ聞いていないのか。

590

ἤ σευ πευθομένης μάκαρες φρένας ἐξείλοντο

それともお前が聞いていたとしても、無慈悲なケールたちがお前を呑み込むために、

καὶ νόον, ὄφρα σε Κῆρες ἀμείλιχοι ἀμφιχάνωσιν;

至福の神々がお前から分別と思慮を奪い去ったのか。」

ὣς εἰπὼν οἴμησε κραταιῇ χειρὶ τιταίνων

こう語ると、

λαοφόνον δόρυ μακρὸν ὑπαὶ Χείρωνι πονηθέν·αἶψα δʼ ὑπὲρ μαζοῖο δαΐφρονα Πενθεσίλειαν

ケイローンによって鍛えられた人を殺す長い槍を逞しい手で構えて突進した。

595

οὔτασε δεξιτεροῖο· μέλαν δέ οἱ ἔρρεεν αἷμα

そしてたちまち勇猛なペンテシレイアの右の乳房の上を突いた。

ἐσσυμένως· ἡ δʼ εἶθαρ ὑπεκλάσθη μελέεσσιν·

黒い血が勢いよく流れ出た。彼女の肢体からは直ちに力が抜けた。

ἐκ δʼ ἔβαλεν χειρὸς πέλεκυν μέγαν· ἀμφὶ δέ οἱ νὺξ

手から大きな斧を取り落とし、夜が彼女の両目を覆い、

ὀφθαλμοὺς ἤχλυσε καὶ ἐς φρένα δῦσαν ἀνῖαι.

苦痛が心深くに沈み込んだ。

ἀλλὰ καὶ ὣς ἄμπνυε καὶ εἴσιδε δήιον ἄνδρα

しかしそれでも彼女は息を吹き返し、

600

ἤδη μιν μέλλοντα καθελκέμεν ὠκέος ἵππου·

足の速い馬から今まさに自分を引きずり下ろそうとしている敵の男を見た。

ὥρμηνεν δʼ ἢ3 χειρὶ μέγα ξίφος εἰρύσσασα

そして彼女は、

μεῖναι ἐπεσσυμένοιο θοοῦ Ἀχιλῆος ἐρωήν,

手で大剣を抜いて突進してくる素早いアキレウスの猛威を待ち受けるべきか、

ἢ κραιπνῶς ἵπποιο κατʼ ὠκυτάτοιο θοροῦσαλίσσεσθʼ ἀνέρα δῖον, ὑποσχέσθαι δέ οἱ ὦκα

あるいは俊足の馬から素早く飛び降りて高貴な男に慈悲を請い、

605

χαλκὸν ἅλις καὶ χρυσόν, ἅ τε φρένας ἔνδον ἰαίνει

たとえどれほど大胆な者であっても死すべき人間の心の内を和らげる青銅と黄金を即座に十分に約束すべきか、

θνητῶν ἀνθρώπων, εἰ καὶ μάλα τις θρασὺς εἴη,

心の中で思案した。

構文注3 件
  1. 1.537ἐπισπέρχοντος ἀήτεω

    名詞 ἀήτης のイオニア方言単数属格形 ἀήτεω と分詞 ἐπισπέρχοντος による属格絶対構文。「風が激しく煽り立てる中で」という付帯状況・時を表し、直前の箇所の直喩内(山の合間で森が燃える情景)を修飾する。

  2. 1.565ἐπειγομένη περ ἱκέσθαι

    女性単数主格の分詞 ἐπειγομένη は文法上の主語 αἰχμή(矛先)に性数一致しており、無生物である切っ先が「達しようと急ぎはしたものの」と擬人化されて表現されている(譲歩の περ を伴う)。

  3. 1.601ὥρμηνεν δʼ ἢ ... ἢ

    動詞 ὁρμαίνω(思案する・思い惑う)の過去形 ὥρμηνεν に二者択一の接続詞 ἢ ... ἢ が後続し、それぞれ不定詞 μεῖναι(待ち受けるべきか)と λίσσεσθαι / ὑποσχέσθαι(慈悲を乞い、約束すべきか)を導いて主人公の葛藤・思案内容を表す構文。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:1.533-1.606