- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:1.383-1.455
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ペンテシレイアの圧倒的な奮戦を目撃したトロイアの女戦士志願者ティシポネーが、女たちも武器を取り祖国防衛に加わるよう熱烈に煽動し出撃寸前に至るが、テアノーが冷静な説得によって彼女たちの壊滅的な参戦を制止する。
ἥ σφιν ἐπασσυτέροις κακὰ μήδετο, καί οἱ ἄεξεν
彼女は相次ぐ敵に災いをもたらし、彼女の武勇と勇気はいや増し、
ἀλκὴ ὁμῶς καὶ θάρσος ἐπὶ πλέον, οὐδέ ποτʼ αἰχμὴν
その槍が空しく向けられることは決してなく、
μαψιδίην ἴθυνεν, ἀεὶ δʼ ἢ νῶτα δάϊζε
常に逃げ惑う者の背か、
φευγόντων ἢ στέρνα καταντίον ἀϊσσόντων·
あるいは立ち向かって突進する者の胸を切り裂いていた。
θερμῷ δʼ αἵματι πάμπαν ἐδεύετο, γυῖα δʼ ἐλαφρὰ
彼女は温かい血にすっかり濡れていたが、
ἔπλετʼ ἐπεσσυμένης· κάματος δʼ οὐ δάμνατο θυμὸν
突進するその手足は軽やかであり、疲労もその恐れを知らぬ心を挫くことはなく、
ἄτρομον, ἀλλʼ ἀδάμαντος ἔχεν μένος· εἰσέτι γάρ μιν,
むしろ金剛石の剛毅を保っていた。
οὔπω ἐπὶ κλόνον αἰνὸν ἐποτρύνουσʼ Ἀχιλῆα,
まだアキレウスを凄まじい混乱へと急き立てることなく、悲痛な運命が彼女に栄光を与えていたからである。
αἶσα λυγρὴ κύδαινεν, ἀπόπροθι δʼ ἑστηυῖαχάρμης κυδιάασκεν ὀλέθριον, οὕνεκʼ ἔμελλεκούρην οὐ μετὰ δηρὸν ὑπʼ Αἰακίδαο χέρεσσι
運命は戦いの遠くに立ち、不気味に勝ち誇っていた。
δάμνασθʼ·1 ἀμφὶ δέ μιν ζόφος ἔκρυφε· τὴν δʼ ὀρόθυνεν
長くは待たずして〔運命が〕アイアコスの子の手によってこの乙女を屈服させることになっていたからである。暗闇が彼女を取り巻き、
αἰὲν ἄϊστος ἐοῦσα καὶ ἐς κακὸν ἦγεν ὄλεθρον
〔運命は〕見えざる姿のままで絶えず彼女を鼓舞し、
ὕστατα κυδαίνουσʼ· ἡ δʼ ἄλλοθεν ἄλλον ἔναιρεν,
最後に栄光を与えつつ邪悪な破滅へと導いていた。彼女はあちこちで敵を屠っていった。
ὡς δʼ ὁπόθʼ ἑρσήεντος ἔσω κήποιο θοροῦσα
それはあたかも、春の日に露に濡れた庭園の中へ飛び込み、
ποίης ἐλδομένη θυμηδέος εἴαρι πόρτις
好みの若草を欲する若い牝牛が、
ἀνέρος οὐ παρεόντος ἐπέσσυται ἄλλοθεν ἄλλῃ
番をする男がいないときに四方八方に駆け巡り、
σινομένη φυτὰ πάντα νέον μάλα τηλεθόωντα,
芽吹いたばかりの植物をことごとく荒らし、あるものは食い尽くし、
καὶ τὰ μὲν ἂρ κατέδαψε, τὰ δʼ ἐν ποσὶν ἠμάλδυνεν·
あるものは足下に踏みにじるかのようであった。
ὣς ἄρʼ Ἀχαιῶν υἷας ἐπεσσυμένη καθʼ ὅμιλον
そのようにアレースの乙女はアカイア人の兵らのただ中へと突進し、
κούρη Ἐνυαλίη τοὺς μὲν κτάνε, τοὺς δʼ ἐφόβησε.Τρωιάδες δʼ ἀπάνευθεν ἀρήια ἔργα γυναικὸς
ある者を殺し、ある者を敗走させた。
θαύμαζον, πολέμοιο δʼ ἔρως λάβεν ἱπποδάμοιο
トロイアの女たちは遠くからこの女の武勇の業に驚嘆していた。
Ἀντιμάχοιο θύγατρα Μενεπτολέμοιο δʼ ἄκοιτιν
そして馬を馴らすアンティマコスの娘にしてメネプトレモスの妻であるティシポネーに、
Τισιφόνην· κρατερῇσι δʼ ὑπὸ φρεσὶν ἐμμεμαυῖαθαρσαλέον φάτο μῦθον ὁμήλικας ὀτρύνουσα
戦いへの情熱が取り憑いた。彼女は剛毅な心に激情を抱き、
δῆριν ἐπὶ στονόεσσαν· ἔγειρε δέ οἱ θράσος ἀλκήν·
同年代の女たちを呻きに満ちた戦いへと奮い立たせようとして勇敢な言葉を語った。大胆さが彼女の武勇を目覚めさせたのである。
ὦ φίλαι, ἄλκιμον ἦτορ ἐνὶ στέρνοισι λαβοῦσαι
「愛する友らよ、祖国のために、
ἀνδράσιν ἡμετέροισιν ὁμοίιον, οἳ περὶ πάτρης
子らや我らのために、
δυσμενέσιν μάρνανται ὑπὲρ τεκέων τε καὶ ἡμέων,
決して苦難の息を休めることなく敵と戦っている我らの夫たちと同様の勇気ある心を胸に抱き、
οὔποτʼ ἀναπνείοντες ὀϊζύος—ἀλλὰ καὶ αὐταὶ
我ら自身も心に勇気を宿して、
παρθέμεναι φρεσὶ θυμὸν ἴσης μνησώμεθα χάρμης·
互角の戦いを心に期そうではありませんか。
οὐ γὰρ ἀπόπροθέν εἰμεν ἐϋσθενέων αἰζηῶν,
我らは力強き壮年の男たちから遠く隔たっているわけではなく、
ἀλλʼ οἷον κείνοισι πέλει μένος ἔστι καὶ ἡμῖν·
彼らにあるのと同じ武勇が我らにもあるのです。
ἶσοι δʼ ὀφθαλμοὶ καὶ γούνατα, πάντα δʼ ὁμοῖα,
目も膝も同じであり、すべてが同じであって、
ξυνὸν δʼ αὖ πάντεσσι φάος καὶ νήχυτος ἀήρ,
すべての者に共通の光と満ち渡る大気があり、
φορβὴ δʼ οὐχ ἑτέρη· τί δʼ ἐπʼ ἀνδράσι λώιον ἄλλο
食物も異なってはいません。
θῆκε θεός; τῷ μή τι φεβώμεθα δηιοτῆτα.ἢ οὐχ ὁράατε γυναῖκα μέγʼ αἰζηῶν προφέρουσαν
神が男たちにこれ以上の何か良きものを授けたというのでしょうか。ですから、戦いを恐れることはやめましょう。
ἀγχεμάχων; τῆς δʼ οὔτι πέλει σχεδὸν οὔτε γενέθλη
接近戦を戦う男たちをはるかに凌駕しているあの女の姿が見えないのですか。彼女には一族も自分の都市も近くにあるわけではないのに、
οὔτʼ ἄρʼ ἑὸν πτολίεθρον, ὑπὲρ ξείνοιο δʼ ἄνακτοςμάρναται ἐκ θυμοῖο καὶ οὐκ ἐμπάζεται ἀνδρῶν
見知らぬ王のために心から戦い、
ἐνθεμένη φρεσὶ θάρσος ἀταρτηρόν τε νόημα·
心に不屈の大胆さと恐れを知らぬ気概を宿して男たちのことなど意に介していません。
ἡμῖν δʼ ἄλλοθεν ἄλλα παραὶ ποσὶν ἄλγεα κεῖται·
それに引き換え我らには、足下に無数の苦痛が横たわっています。
τῇς μὲν γὰρ φίλα τέκνα καὶ ἀνέρες ἀμφὶ πόληι
ある者には愛する子らや夫たちが町の周囲で討ち死にし、
ὤλλυνθʼ, αἱ δὲ τοκῆας ὀδυρόμεθʼ οὐκέτʼ ἐόντας·ἄλλαι δʼ αὖτʼ ἀκάχηνται ἀδελφειῶν ἐπʼ ὀλέθρῳ
またある者はすでに世にいない両親を嘆き悲しんでいます。
καὶ πηῶν· οὐ γάρ τις ὀϊζυρῆς κακότητος
また別の者たちは兄弟や親族の死を悼んでいます。
ἄμμορος· ἐλπωρὴ δὲ πέλει καὶ δούλιον ἦμαρ
嘆かわしい災禍に無縁な者など一人もいません。
εἰσιδέειν· τῷ μή τις ἔτʼ ἀμβολίη πολέμοιο
そればかりか奴隷となる日を目にする恐れさえあるのです。
εἴη τειρομένῃσιν· ἔοικε γὰρ ἐν δαῒ μᾶλλον
ですから苦難に苛まれる我らが戦いをこれ以上先延ばしにすることがあってはなりません。町が炎に包まれ、
τεθνάμεν ἢ μετόπισθεν ὑπʼ ἀλλοδαποῖσιν ἄγεσθαι
男たちがもはやいなくなった後に、
νηπιάχοις ἅμα παισὶν ἀνιηρῇ ὑπʼ ἀνάγκῃ
無力な子供たちと共に過酷な必然のもとで異邦人らに連れ去られるよりは、
ἄστεος αἰθομένοιο καὶ ἀνδρῶν οὐκέτʼ ἐόντων.
戦いの中で死ぬ方がはるかに勝っているのですから。」
ὣς ἄρʼ ἔφη· πάσῃσι δʼ ἔρως στυγεροῖο μόθοιο
彼女はこのように語った。
ἔμπεσεν· ἐσσυμένως δὲ πρὸ τείχεος ὁρμαίνεσκονβήμεναι ἐν τεύχεσσιν ἀρηγέμεναι μεμαυῖαι
するとすべての女たちに忌まわしき戦いへの熱情が降りかかった。彼女たちは武器をまとい、
ἄστεϊ καὶ λαοῖσιν· ὀρίνετο δέ σφισι θυμός.
町と民を救援しようと熱望して城壁の前に出撃しようと逸った。彼女たちの心は激しく昂ぶった。
ὡς δʼ ὅτʼ ἔσω σίμβλοιο μέγʼ ἰύζωσι μέλισσαι
それはあたかも、
χείματος οὐκέτʼ ἐόντος, ὅτʼ ἐς νομὸν ἐντύνονται
冬が去って蜂たちが野へ蜜を求めに出かけようと支度し、
ἐλθέμεν, οὐδʼ ἄρα τῇσι φίλον πέλει ἔνδοθι μίμνειν,
もはや巣箱の内に留まることを好まず、
ἄλλη δʼ αὖθʼ ἑτέρην προκαλίζεται ἐκτὸς ἄγεσθαι·ὣς ἄρα Τρωιάδες ποτὶ φύλοπιν ἐγκονέουσαι
互いに外へ出ようと誘い合って巣の中で大声で羽音を響かせるときのように、
ἀλλήλας ὤτρυνον· ἀπόπροθι δʼ εἴρια θέντο
トロイアの女たちは戦乱へと急ぎつつ互いを励まし合った。そして羊毛や籠を遠くに投げ捨て、
καὶ ταλάρους, ἀλεγεινὰ δʼ ἐπʼ ἔντεα χεῖρας ἴαλλον.
過酷な武具へと手を伸ばした。
καί νύ κεν ἄστεος ἐκτὸς ἅμα σφετέροισιν ὄλοντοἀνδράσι καὶ σθεναρῇσιν Ἀμαζόσιν ἐν δαῒ κείνῃ,
もし知慮あるテアノーが、逸る彼女たちを賢明な言葉で引き止めなかったならば、
εἰ μή σφεας κατέρυξε2 πύκα φρονέουσα Θεανὼ
彼女たちは城壁の外で自分たちの夫たちや剛勇のアマゾーンたちとともにその戦いの中で命を落としていたことであろう。
ἐσσυμένας πινυτοῖσι παραυδήσασʼ ἐπέεσσι·
テアノーは語りかけた。
τίπτε ποτὶ κλόνον αἰνὸν ἐελδόμεναι πονέεσθαι,
「ああ無分別な女たちよ、戦乱についてかつて何一つ苦労したこともなく、
σχέτλιαι, οὔτι πάροιθε πονησάμεναι περὶ χάρμης,
全くの不案内でありながら、
ἀλλʼ ἄρα νηίδες ἔργον ἐπʼ ἄτλητον μεμαυῖαι
なぜ耐え難き業に向かって無謀にも逸り立ち、
ὄρνυσθʼ ἀφραδέως; οὐ γὰρ σθένος ἔσσεται ἶσον
恐るべき混乱の中で戦おうと望むのですか。我らの力は、
ἡμῖν καὶ Δαναοῖσιν ἐπισταμένοισι μάχεσθαι.
戦いを知り尽くしたダナオス勢と互角にはなり得ないのです。」
- 1.391οὕνεκʼ ἔμελλε / κούρην οὐ μετὰ δηρὸν ὑπʼ Αἰακίδαο χέρεσσι / δάμνασθʼ
ἔμελλε は主語を運命(αἶσα)として、他動詞的用法の中動態不定詞 δάμνασθʼ(δάμνασθαι)を従える。κούρην はその直接目的語であり、「〔運命が〕まもなくアイアコスの子(アキレウス)の手によって乙女(ペンテシレイア)を屈服させることになっていた」という意味を形成する。
- 1.447καί νύ κεν ἄστεος ἐκτὸς ἅμα σφετέροισιν ὄλοντο / ἀνδράσι καὶ σθεναρῇσιν Ἀμαζόσιν ἐν δαῒ κείνῃ, / εἰ μή σφεας κατέρυξε
過去の反実仮想条件文。帰結節(apodosis)は小辞 κεν + 直説法アオリスト ὄλοντο で「彼らは滅びていたであろう」、条件節(protasis)は εἰ μή + 直説法アオリスト κατέρυξε で「もし彼女が制止しなかったなら」を表し、テアノーの介入によって女たちの壊滅が辛うじて回避された事実を強調する。
