← スミュルナのクイントス

ホメロス後日譚

§1.232-1.306

ポダルケースの戦死とアカイア勢の反撃

メニッポスの死を巡りポダルケースが仇を討つもペンテシレイアに負傷させられ命を落とす。アカイア勢の諸将とトロイア側・アマゾーン側双方が激しく討ち合い、メガースの奮戦やポリュポイテースによるドレーサイオスの討伐、シピュロス山のニオベーの岩の情景が語られる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
232

ὅππως κε Τρώεσσιν ἐϋσθενέεσσι μάχηται.1

力強きトロイア勢と戦わんがためであった。

τοῦ δʼ ἄρʼ ἀποφθιμένοιο2 Ποδάρκεϊ θυμὸς ὠρίνθη

かの者が斃れると、

Ἰφικληιάδῃ· τὸν γὰρ μέγα φίλαθʼ ἑταίρων·

イピクロスの子ポダルケースの心に怒りが湧き起こった。彼は戦友たちの中でかの者を殊のほか愛していたからである。

235

αἶψα δʼ ὅ γʼ ἀντιθέην Κλονίην βάλε, τῆς δὲ διαπρὸ

彼は直ちに神の如きクロニエーを撃ち、

ἦλθε δόρυ στιβαρὸν κατὰ νηδύος, ἐκ δέ οἱ ὦκα

頑丈な槍が彼女の腹を貫いて抜けた。

δουρὶ χύθη μέλαν αἷμα, συνέσπετο δʼ ἔγκατα πάντα·

槍に沿って速やかに黒い血が流れ出で、臓腑がことごとくあとに続いた。

τῆς δʼ ἄρα Πενθεσίλεια χολώσατο,3 καί ῥα Ποδάρκεα

これを見てペンテシレイアは激怒し、

οὔτασεν ἐς μυῶνα παχὺν περιμήκεϊ δουρὶ

長大な槍でポダルケースの右手の太い筋肉を刺し貫いた。

240

χειρὸς δεξιτερῆς, διὰ δὲ φλέβας αἱματοέσσαςκέρσε, μέλαν δέ οἱ αἷμα διʼ ἕλκεος οὐταμένοιο

槍は血塗られた血管を断ち切り、

ἔβλυσεν ἐσσυμένως· ὁ δʼ ἄρα στενάχων ἀπόρουσεν

刺された傷口から黒い血が勢いよく噴き出した。

εἰσοπίσω· μάλα γάρ οἱ ἐδάμνατο θυμὸν ἀνίη·

彼は呻き声を上げながら後方へ飛び退いた。苦痛が激しく彼の心を打ちひしいでいたからである。

τοῦ δʼ ἄρʼ ἀπεσσυμένοιο ποθὴ Φυλάκεσσιν ἐτύχθη

彼が戦場を退くと、

245

ἄσπετος· ὃς δʼ ἄρα βαιὸν ἀπὸ πτολέμοιο λιασθεὶς

ピュラケーの軍勢に果てしない悲嘆が生じた。彼は戦いから僅かに退いたところで、

κάτθανε καρπαλίμως σφετέρων ἐν χερσὶν ἑταίρων.

友らの腕の中で速やかに息絶えた。

Ἰδομενεὺς δὲ Βρέμουσαν ἐνήρατο δούρατι τύψας

一方、イドメネウスはブレムーサを槍で右胸の脇を突いて討ち取り、

δεξιτερὸν παρὰ μαζόν, ἄφαρ δέ οἱ ἦτορ ἔλυσεν·ἡ δʼ ἔπεσεν μελίῃ ἐναλίγκιος, ἥν τʼ ἐν ὄρεσσι

たちどころにその命を絶った。

250

δουροτόμοι τέμνουσιν ὑπείροχον, ἡ δʼ ἀλεγεινὸν

彼女は山々で木樵らが切り倒す抜きん出たトネリコの樹のように倒れた。

ῥοῖζον ὁμῶς καὶ δοῦπον ἐρειπομένη προΐησιν·

その樹は倒れ伏すときに凄まじい唸りと轟音を響かせるが、

ὣς ἡ ἀνοιμώξασα πέσεν, τῆς δʼ ἅψεα πάντα

そのように彼女もまた叫び声を上げて倒れ、

λῦσε μόρος, ψυχὴ δʼ ἐμίγη πολυαέσιν αὔραις.Εὐάνδρην δʼ ἄρα Μηριόνης ἰδὲ Θερμώδωσαν

死の定めが彼女のすべての手足を解きほぐし、魂は激しく吹きすさぶ風に混じり合った。

255

εἷλεν ἐπεσσυμένας ὀλοὴν ἀνὰ δηιοτῆτα

メリオネースは激しい戦火の中へと突進してきたエウアンドレーとテルモードーサを討ち取った。

τῇ μὲν ἄρʼ ἐς κραδίην ἐλάσας δόρυ, τῇ δʼ ὑπὸ νηδὺν

一人には心臓へ槍を突き入れ、

φάσγανον ἐγχρίμψας· τὰς δʼ ἐσσυμένως λίπεν αἰών.

もう一人には腹の下へ剣を突き刺した。二人の命は瞬く間に去っていった。

Δηρινόην δʼ ἐδάμασσεν Ὀϊλέος ὄβριμος υἱὸς

オイレウスの剛勇の息子は、

ἔγχεϊ ὀκριόεντι διὰ κληῖδα τυχήσας.

鋭い槍で鎖骨を射抜いてデーリノエーを討ち果たした。

260

Ἀλκιβίης δʼ ἄρα Τυδείδης καὶ Δηριμαχείηςἄμφω κρᾶτʼ ἀπέκοψε σὺν αὐχέσιν ἄχρις ἐπʼ ὤμους

またテュデウスの子は、アルキビエーとデーリマケイアの双方の頭を、

ἄορι λευγαλέῳ· ταὶ δʼ ἠΰτε πόρτιες ἄμφωκάππεσον, ἅς τʼ αἰζηὸς ἄφαρ ψυχῆς ἀπαμέρσῃ

惨禍をもたらす剣で肩に至るまで首もろとも切り落とした。二人は、

κόψας αὐχενίους στιβαρῷ βουπλῆγι τένοντας·

屈強な若者が頑丈な牛打ち斧で首の腱を断ち切ってたちまち命を奪う雌牛のように倒れ伏した。

265

ὣς αἱ Τυδείδαο πέσον παλάμῃσι δαμεῖσαι

そのように彼女らはテュデウスの子の手に屈し、

Τρώων ἂμ πεδίον σφετέρων ἀπὸ νόσφι καρήνων.

自らの首から離れてトロイアの平原に倒れた。

τῇσι δʼ ἔπι Σθένελος κρατερὸν κατέπεφνε Κάβειρον,ὃς κίεν ἐκ Σηστοῖο λιλαιόμενος πολεμίζειν

彼女らに続いてステネロスが、アルゴス勢と戦うことを熱望してセーストスから参陣し、

Ἀργείοις, οὐδʼ αὖθις ἑὴν νοστήσατο πάτρην.

二度と自らの故郷に帰ることのなかった強勇のカベイロスを討ち取った。

270

τοῦ δὲ Πάρις κραδίην ἐχολώσατο δῃωθέντος,

彼が討たれたことにパリスは激怒し、

καί ῥʼ ἔβαλε Σθενέλοιο καταντίον· οὐδʼ ἄρα τόν γε

ステネロスに向かって矢を放った。

οὔτασεν ἐσσύμενός περ, ἀπεπλάγχθη γὰρ ὀϊστὸς

しかし逸り立ったにもかかわらず、彼を傷つけることはなかった。

ἄλλῃ, ὅπῃ μιν Κῆρες ἀμείλιχοι ἰθύνεσκον·

矢は容赦なき死の女神たちが導く別の場所へと逸れたからである。

κτεῖνε δʼ ἄρʼ ἐσσυμένως Εὐήνορα χαλκεομίτρην,

そして矢は、

275

ὅς ῥʼ ἐκ Δουλιχίοιο κίεν Τρώεσσι μάχεσθαι.

トロイア勢と戦うべくドゥリキオンから参陣していた青銅の帯を巻くエウエーノールを勢いよく射殺した。

τοῦ δʼ ἄρʼ ἀποφθιμένοιο πάϊς Φυλῆος ἀγαυοῦ

彼が斃れると、

ὠρίνθη· μάλα δʼ ὦκα λέων ὣς πώεσι μήλων

高名なピューレウスの子の心に怒りが湧き起こった。

ἔνθορε· τοὶ δʼ ἅμα πάντες ὑπέτρεσαν ὄβριμον ἄνδρα·κτεῖνε γὰρ Ἰτυμονῆα καὶ Ἱππασίδην Ἀγέλαον,οἵ ῥʼ ἀπὸ Μιλήτοιο φέρον Δαναοῖσιν ὁμοκλὴν

彼は羊の群れに襲いかかる獅子のように素早く躍り込んだ。人々は皆、この剛勇の男を恐れて後ずさりした。

Νάστῃ ὑπʼ ἀντιθέῳ καὶ ὑπʼ Ἀμφιμάχῳ μεγαθύμῳ,

彼はミーレートスから神の如きナステースと気高きアムピマコスに従ってダナオス勢に喊声を浴びせに来ていたイトュモネウスとヒッパソスの子アゲラーオスを討ち取ったからである。

οἳ Μυκάλην ἐνέμοντο Λάτμοιό τε λευκὰ κάρηνα

彼らはミュカレー、ラトモスの白き峰、

Βράγχου τʼ ἄγκεα μακρὰ καὶ ἠιόεντα ΠάνορμονΜαιάνδρου τε ῥέεθρα βαθυρρόου, ὅς ῥʼ ἐπὶ γαῖανΚαρῶν ἀμπελόεσσαν ἀπὸ Φρυγίης πολυμήλου

ブランコスのはるかな谷間、海浜のパノルモス、

εἶσι πολυγνάμπτοισιν ἑλισσόμενος προχοῇσι.

そして羊多きプリュギアから葡萄豊かなカリアの地へと屈曲を繰り返して流れる深き渦巻くマイアンドロス川の流域に住まう者たちであった。

καὶ τοὺς μὲν κατέπεφνε Μέγης δηιοτῆτι·

メゲースはこれらを戦いの中で討ち倒し、

ἄλλους δʼ αὖτʼ ἐδάμασσεν, ὅσους κίχε δουρὶ κελαινῷ·

さらに暗き槍で追いついた他の者たちも尽く撃ち倒した。

ἐν γάρ οἱ στέρνοισι θράσος βάλε Τριτογένεια,

トリートス生まれの女神が、

290

ὄφρα κε δυσμενέεσσιν ὀλέθριον ἦμαρ ἐφείη.

敵に破滅の日をもたらすべく彼の胸に勇気を吹き込んでいたからである。

Δρησαῖον δʼ ἐδάμασσεν ἀρηίφιλος Πολυποίτης,

戦を好むポリュポイテースはドレーサイオスを討ち倒した。

τὸν τέκε δῖα Νέαιρα περίφρονι Θειοδάμαντι

ドレーサイオスは、雪深きシピュロス山のもとで、

μιχθεῖσʼ ἐν λεχέεσσιν ὑπαὶ Σιπύλῳ νιφόεντι,

神の如きネアイラが思慮深きテイオダマースと契りを結んで産み落とした子であった。

ᾗχι θεοὶ Νιόβην λᾶαν θέσαν, ἧς ἔτι δάκρυ

そこは神々がかつてニオベーを石に変えた地であり、

295

πουλὺ μάλα στυφελῆς καταλείβεται ὑψόθι πέτρης,καί οἱ συστοναχοῦσι ῥοαὶ πολυηχέος Ἕρμου

その厳しき巨岩の高みからは今なお夥しい涙が滴り落ち、

καὶ κορυφαὶ Σιπύλου περιμήκεες, ὧν καθύπερθεν

響き轟くヘルモス川の流れとシピュロスの長き峰々が彼女と共に呻き声を上げている。

ἐχθρὴ μηλονόμοισιν ἀεὶ περιπέπτατʼ ὀμίχλη·

その山頂の上には羊飼いにとって忌まわしい霧が常に立ち籠めている。

ἡ δὲ πέλει μέγα θαῦμα παρεσσυμένοισι βροτοῖσιν,

通り過ぎる生ける人々にとって、彼女は大きな驚嘆の的である。

300

οὕνεκʼ ἔοικε γυναικὶ πολυστόνῳ, ἥ τʼ ἐπὶ λυγρῷ

痛ましき悲嘆に暮れつつ無数の涙を流す、

πένθεϊ μυρομένη μάλα μυρία δάκρυα χεύει·

嘆き悲しむ女に似ているからである。

καὶ τὸ μὲν ἀτρεκέως φῂς ἔμμεναι, ὁππότʼ ἄρʼ αὐτὴν

遠くから眺めるときには、

τηλόθεν ἀθρήσειας· ἐπὴν δέ οἱ ἐγγὺς ἵκηαι,

人は確かに女であると言うであろう。しかし近づいて見れば、

φαίνεται4 αἰπήεσσα πέτρη Σιπύλοιό τʼ ἀπορρώξ.

それは険阻な岩塊でありシピュロスの切り立つ断崖と現れる。

305

ἀλλʼ ἡ μὲν μακάρων ὀλοὸν χόλον ἐκτελέουσα

されど彼女は神々の過酷な怒りを成就させつつ、

μύρεται ἐν πέτρῃσιν ἔτʼ ἀχνυμένῃ εἰκυῖα.

今なお悲しみに暮れる者に似て、岩の中で涙を流しているのである。

構文注4 件
  1. 1.232ὅππως κε Τρώεσσιν ἐϋσθενέεσσι μάχηται

    直前の箇所の末尾の関係節「ὅς ῥα πάρος Φυλακῆθεν ἐφέσπετο Πρωτεσιλάῳ」(プロテシラーオスに従って参陣した)に続く目的節。接続詞 ὅππως に潜在・未来を表す小辞 κε と接続法 μάχηται が結びつき、出陣の意図・目的を表している。

  2. 1.233τοῦ δʼ ἄρʼ ἀποφθιμένοιο

    属格独立構文。τοῦ は前行で言及されたメニッポス(Μένιππον)を指し、「彼(メニッポス)が息絶えたとき」の意。続く主節の与格 Ποδάρκεϊ(関心の与格・感情の座)と意味上緊密に呼応している。

  3. 1.238τῆς δʼ ἄρα Πενθεσίλεια χολώσατο

    τῆς は感情を表す動詞 χολώσατο(怒る)に伴う「原因の属格」。直前で討たれた味方の女性戦士クロニエー(Κλονίην)を指し、「彼女のことで/彼女のためにペンテシレイアは激怒した」の意。

  4. 1.297καὶ τὸ μὲν ἀτρεκέως φῂς ἔμμεναι, ὁππότʼ ἄρʼ αὐτὴν / τηλόθεν ἀθρήσειας· ἐπὴν δέ οἱ ἐγγὺς ἵκηαι, / φαίνεται

    2人称単数現在形 φῂς(直説法)は特定の相手ではなく一般の観察者・読者に対する呼びかけ(「人は〜と言うであろう」)。それに続く条件節では、遠望時を潜在的・反復的な希求法(τηλόθεν ἀθρήσειας)、接近時を一般的条件の ἐπήν+接続法(ἐγγὺς ἵκηαι)で表し、視覚的な印象の劇的な対比を構文上巧みに描き分けている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:1.232-1.306