← パノポリスのノンノス

ディオニュシアカ

§5.0-5.90

テーバイ市の創建とハルモニアーとの婚礼

カドモスは牡牛を生贄として捧げた後、土着の諸部族との戦いに勝利し、七惑星に対応する七つの門をもつテーバイ市を創建してハルモニアーとの婚礼を迎える。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
0

πέμπτον ἔτι σκοπίαζε καὶ Ἀκταίωνα νοήσεις, τὸν κεμὰς οὐκ ὤδινε, κυνοσπάδα νεβρὸν ἀλήτην.

さらに五番目のものを見よ、そうすれば汝は、雌鹿が産み落としたのではない、犬どもに引き裂かれた放浪の小鹿なるアクタイオーンを見るであろう。

ἀλλʼ ὅτε δὴ πολέμων ὀφιώδεα λήια κείρων

だが、カドモスが戦争の蛇の如き実りを刈り取り、

Κάδμος ὀδοντοφύτων καλάμην ἤμησε Γιγάντων,

歯から生じたギガースたちの刈り株を薙ぎ倒し、

σπένδων λύθρον Ἄρηι θαλύσια δηιοτῆτος,

アレースに戦の初穂として血潮を注ぎかけ、

φαιδρύνας ἑὰ γυῖα δρακοντοβότῳ παρὰ Δίρκῃ

大蛇が棲むディルケーの泉の傍らでみずからの手足を清めると、

5

Δελφίδα βοῦν ἱέρευσε θεοδμήτων ἐπὶ βωμῶν,

神の築きし祭壇の上でデルポイの牝牛を屠り、

Παλλάδι καλὸν ἄγαλμα.1 Καταρχομένῳ δὲ θυηλὰςδίζυγες ἔνθα καὶ ἔνθα περιρραίνοντο κεραῖαι

パラスへの美しき捧げ物とした。儀式を始めるや、

οὐλοχύταις· ὁ δὲ γυμνὸν ἑλὼν παρὰ γείτονι μηρῷ

両の角にはあちこち麦粉が振りかけられた。王は腿のそばから、

φάσγανον Ἀσσυρίοιο παρήορον ἐκ τελαμῶνος

アッシリアの帯に吊るされた抜き身の剣を手に取ると、

10

ἀκροτάτην τρίχα τάμνε τανυρρίνοιο καρήνου

柄のある長剣で、

ἄορι κωπήεντι· Θεοκλύμενος δὲ κεραίης

張りのある皮に覆われた頭の頂の毛を切り落とした。

δραξάμενος μόσχοιο παλίντονον εἴρυσε δειρήν,αὐχενίους δὲ τένοντας ἀπηλοίησε Θυέστης

テオクリュメノスが牛の角を掴んで首を後ろへ反らせて引き、

ἀμφιτόμῳ βουπλῆγι, καὶ αἱμαλέῳ βοὸς ὁλκῷ

テュエステースが両刃の牛殺しの斧で首の腱を断ち切った。

15

λάινος Ὀγκαίης ἐρυθαίνετο βωμὸς Ἀθήνης,

牝牛の血の筋によって、オンカーの地のアテーナーの石の祭壇は赤く染まり、

καὶ βοέου κερόεντος ἀρασσομένοιο μετώπου

角ある牛の額が打ち砕かれると、

πρηνὴς μόσχος ἔπιπτε· δαϊζομένης δὲ σιδήρῳ

若い牛は前のめりに倒れた。人々は鉄で切り裂き、

πλευρὰ διατμήξαντες ἐμιστύλαντο μαχαίρῃ,καὶ βοέην τρηχεῖαν ἐγυμνώσαντο καλύπτρην

脇腹を裂いて小刀で細かく切り分け、

20

ἐκταδίην· ὁ δὲ φαιδρὸν ἐπὶ χθονὶ φᾶρος ἑλίξας

牝牛の硬く伸びた皮を剥ぎ取った。王みずからは地面に明るい外套を広げて労をとり、

αὐτὸς ἄναξ πεπόνητο, καὶ εὐφυέων κρέα μηρῶν

形のよい腿の生肉を切り裂いて、

ὠμὰ διατμήξας ἐκαλύψατο δίζυγι δημῷ

細かく切りつつ二重の脂肪で包んだ。

μιστύλλων κατὰ βαιόν, ἐπʼ ἀνθρακιῇ δὲ τανύσσαςσπλάγχνα σιδηρείοισι πεπαρμένα μακρὰ κορύμβοις

そして鉄の長い串に刺した内臓を炭火の上に伸ばし、

25

εἴρυσεν, ὀπτήσας ἁπαλῷ πυρί· μεσσοπαγῆ δὲ

柔らかな火で炙って引き抜いた。給仕役は、

ἀκροπόρῳ στοιχηδὸν ἄγων τετορημένα χαλκῷ

先端の突き通る青銅で次々に貫かれて中央まで通された肉を、

ἀνθοκόμου κατέθηκε χαμαιζήλοιο τραπέζης

花をあしらった低い卓の上に一列に並べ、

δαιτρός, ἐπασσυτέρους ὀβελοὺς ζείοντας ἀείρας.καὶ θυόεις ἐλέλικτο διʼ ἠέρος ἀτμὸς ἀλήτης

煮え立つ串を次々と掲げて置いた。

30

Ἀσσυρίης λιβάνοιο. τελειομένης δὲ θυηλῆς

そしてアッシリアの乳香の香気ある煙が空中に漂い渦巻いた。生贄が成就すると食事となり、

δεῖπνον ἔην, καὶ Κάδμος ἑλὼν ἐπένειμεν ἑκάστῳ

カドモスは取り分けて、

κεκριμένης ὀρέγων ἰσοελκέα μοῖραν ἐδωδῆς.

一人ひとりに平等な配分で定められた食物を授けた。

δαιτυμόνων δὲ φάλαγγες ἐπʼ εὐκύκλοιο τραπέζης

丸い卓の周りの宴客の列は、

εἰλαπίνης ἀπέθεντο πόθον κεκορηότι θυμῷ.

満ち足りた心で宴への望みを収めた。

35

οὐδὲ δρακοντοφόνῳ καμάτων τέλος ἔπλετο Κάδμῳ,

大蛇を殺したカドモスにとって、苦難の終わりはまだ訪れなかった。

ἀλλὰ μεθʼ ἑρπηστῆρα, μετʼ ἄγρια φῦλα Γιγάντων,

這い寄る獣ののち、ギガースたちの野蛮な種族ののちに、

Ἐκτήνων προμάχοισι καὶ Ἄονι μάρνατο λαῷ

彼はアレースの異邦の穂を刈り取りつつ、

βάρβαρον ἀμώων στάχυν Ἄρεος, ἀγχιπόροις δὲ

エクテーネスの戦士たちやアオネスの民と戦い、

ἔχραε Τεμμίκεσσι· καλεσσαμένῳ δὲ μαχητὰς

近隣のテンミケスにも襲いかかった。彼が戦士を募ると、

40

ποικίλος ἑσμὸς ἵκανε περικτιόνων ἐπικούρων.

周囲に住む援軍の多彩な群れが集まった。

καὶ διδύμαις στρατιῇσιν Ἔρις ξύνωσεν Ἐνυώ

そして争いの女神エリスは、戦乱を孕みつつ、

φύλοπιν ὠδίνουσα· συνερχομένων δὲ κυδοιμῷ

二つの軍勢の間でエニューオーの戦いを激化させた。彼らが混乱のただ中で激突すると、

τόξον ἐκυκλώθη, δόρυ πάλλετο, σείετο πήληξ,

弓はしなられ、槍は振るわれ、

καὶ βέλος ἐρροίζησεν, ἐπʼ ὀμφαλόεντι δὲ κύκλῳ

兜は揺らぎ、矢は唸りを上げ、

45

βαλλομένη μυλόεντι λίθῳ σμαράγησε βοείη.

突起のある円形の盾に臼石のような岩が当たって轟音を立てた。

καὶ κταμένων ῥέεν αἷμα· πολὺς δʼ ἐπὶ φορβάδι γαίῃ

殺された者たちの血が流れ、多くの人が半死半生で、

ἡμιθανὴς προκάρηνος ἀνὴρ κεκύλιστο κονίῃ.

肥えた大地の上に頭から埃の中に倒れ伏した。

καὶ στρατὸς ἀντιβίων ἱκέτης ἐκλίνετο Κάδμῳ·

そして敵勢は嘆願者としてカドモスに屈服した。

λῦτο δʼ ἀγών. Φονίην δὲ μετὰ στροφάλιγγα κυδοιμοῦ

戦いは終わった。殺戮の渦巻く混乱ののち、

50

Κάδμος ἀπυργώτοιο θεμείλια πήγνυε Θήβης.

カドモスは塔のなきテーバイの礎を据えた。

πολλαὶ δʼ ἔνθα καὶ ἔνθα μεριζομένων κενεώνωναὔλακες ἐτμήγοντο, πολυσχιδέων δὲ κελεύθων

分割された空間のあちこちに多くの畝が引かれ、

ἕδρανα καρχαρόδοντι βοῶν κεχάρακτο σιδήρῳ·

枝分かれする街路の基盤が牛の引く鋭い鉄によって刻まれた。

πολλαὶ δʼ ἀντιπόρων ἀνέμων τετράζυγι κόσμῳ

相反する風の四重の秩序に与る多くの街路が、

55

ἔμμοροι ἐν χόρτοισιν ἐμετρήθησαν ἀγυιαί.

囲い地の中に測り定められた。

καὶ πόλις Ἀονίη Τυρίης ποικίλλετο τέχνης

そしてアオニアの町は、

κάλλεϊ λαϊνέῳ· καὶ ἐποίπνυεν ἄλλος ἐπʼ ἄλλῳ

テュロスの技による石の美しさで飾られた。ボイオーティアの丘陵の下で、

γειοτόμῳ γλωχῖνι ταμὼν ἑτερόχροα πέτρην

労働者が次々と、

ἐργατίνης Βοιωτὸν ὑπὸ κλέτας, ἣν παρὰ λόχμῃ

土を穿つ切先で異なる色の石を切り出しながらせわしなく立ち働いた。

60

Τευμησσοῦ δρυόεντος ἐμαιώσαντο κολῶναι,

その石は、樫茂るテウメーソスの茂みの傍らで丘々が産み落とし、

ἣν Ἑλικὼν βλάστησε καὶ ἣν ὤδινε Κιθαιρών.καὶ νηοὺς ἐτέλεσσε θεῶν καὶ δώματα φωτῶν

ヘリコーンが芽生えさせ、キタイローンが育んだものであった。

τορνώσας κανόνεσσιν· ἐπʼ ἀρρήκτοις δὲ δομαίοις

カドモスは規矩をもって神々の神殿と人々の住まいを区画し整えて完成させた。堅固な基礎の上に、

ἑπταπόρῳ πυλεῶνι περίδρομον ἄστυ χαράξας

七つの門をもつ周囲を巡る都市を刻み出し、

65

οὐρανὸν ἑπτάζωνον ἑῇ μιμήσατο τέχνῃ,

みずからの技によって七つの帯をもつ天を模った。

ἐσσόμενον ναέταις Ἀμφίονι τεῖχος ἐάσας

将来の住民のための城壁は、

πυργοδόμῳ κιθάρῃ πεφυλαγμένον.2 οὐρανίοις δὲ

築塔の竪琴によって守られるものとしてアンピーオーンへと残しておいた。

ἑπτὰ πύλας ἀνέθηκεν ἰσηρίθμοισιν ἀλήταις

そして天上の同じ数の遊星に対応させて、

ἰσοτύπους· πρῶτον μὲν ἐς ἑσπέριον κλίμα πήξας

同じ姿の七つの門を捧げた。まず西の空に向けて据え、

70

Ὀγκαίην ἐπένειμε πύλην γλαυκώπιδι Μήνῃ

牝牛の鳴き声に因んで名付けられたオンカイア門を青い目の月に割り当てた。

ἐκ βοὸς ὀγκηθμοῖο φερώνυμον, ὅττι καὶ αὐτὴταυροφυὴς κερόεσσα βοῶν ἐλάτειρα Σελήνη

角ある牛の姿をなし牝牛を駆る月神自身も、

τριπλόον εἶδος ἔχουσα πέλει Τριτωνὶς Ἀθήνη·

三重の姿をもつトリトニス・アテーナーであるからである。

δεύτερον Ἑρμάωνι διαυγέι γείτονι Μήνης

第二の門は、

75

δῶκε γέρας πυλεῶνα· διαγράψας δὲ τετάρτην

月の隣人である輝くヘルメースへの誉れとして与えた。第四の門には、

Ἠλέκτρην Φαέθοντος ἐπώνυμον, ὅττι φανέντοςσύγχροος Ἠλέκτρης ἀμαρύσσεται ὄρθριος αἴγλη,

太陽の現れるときに琥珀と色を同じくして朝の輝きが煌めくことから太陽の名をとってエーレクトラー門と定め、

ἠελίῳ πυρόεντι πύλην ἀντώπιον Ἠοῦς

太陽が惑星の中央にあることから、

μεσσατίην ἀνέθηκεν, ἐπεὶ μέσος ἐστὶ πλανήτων·

東の曙に対面する中央の門を燃え立つ太陽に捧げた。

80

πέμπτην δʼ Ἄρεϊ δῶκε, πόρε τριτάτην Ἀφροδίτῃ,

第五の門をアレースに与え、第三の門をアプロディーテーに授けた。

ἀμφοτέρων ἑκάτερθεν ὅπως Φαέθων μέσος εἴη,3

太陽が双方の間にあって中間となり、

γείτονα θοῦρον Ἄρηα διατμήγων Ἀφροδίτης·

猛きアレースを隣人のアプロディーテーから引き離すようにである。

ἕκτην Ζηνὸς ἄγαλμα φαεινοτέρῳ κάμε κόσμῳ

第六の門は、より輝かしい装飾を施して高くそびえるものとし、

ὑψιφανῆ· πυμάτην δὲ Κρόνου λάχεν ἕβδομος ἀστήρ.

ゼウスへの讃辞として作り上げた。そして第七の星であるクロノスが最後の門を得た。

85

τοῖον ἕδος ποίησε· καὶ ἱερὸν ἄστυ πολίσσας

彼はこのような居所を作った。そして聖なる都市を建てて、

Αἰγυπτίης ἐκάλεσσεν ὁμώνυμον ἄστεϊ Θήβης,

エジプトのテーバイの町と同じ名で呼び、

ποικίλον ἀσκήσας χθόνιον τύπον, ἶσον Ὀλύμπῳ.

天のオリュンポスに等しい、多彩な地上の雛形を整えた。

Ἀονίων δὲ θύγατρες ἀνεκρούσαντο χορείαις

アオニアの娘たちは舞踊をもってハルモニアーの婚礼の歌を奏で、

Ἁρμονίης ὑμέναιον· ἐπʼ εὐθαλάμῳ δὲ μελάθρῳ

美しい寝室の館の前で、

90

Θρηικίης φθέγξαντο χορίτιδες οὔνομα νύμφης.

踊り子たちはトラーキアの花嫁の名を唱えた。

構文注3 件
  1. 5.6Παλλάδι καλὸν ἄγαλμα

    直前の文節「Δελφίδα βοῦν ἱέρευσε θεοδμήτων ἐπὶ βωμῶν」(神の築きし祭壇の上でデルポイの牝牛を屠った)における動作またはその直接目的語(βοῦν)に対する同格(sentence apposition または名詞句同格)として機能している。神への喜ばしい奉納物であることを対格(ἄγαλμα)で補足的に述べている。

  2. 5.66ἐσσόμενον ναέταις Ἀμφίονι τεῖχος ἐάσας πυργοδόμῳ κιθάρῃ πεφυλαγμένον

    分詞構文 ἐάσας の目的語は τεῖχος(城壁)であり、ἐσσόμενον は将来の住民のための(ναέταις)存在となることを示す未来分詞である。与格 Ἀμφίονι は動作主または委任先を表し、完了分詞 πεφυλαγμένον(守られるべき)が「竪琴によって塔を築くアンピーオーンに委ねて」という係り受けを形成している。カドモス自身は城壁を築かず、後のアンピーオーンの業績として残したという神話的伝承を踏まえた統語構造である。

  3. 5.81ἀμφοτέρων ἑκάτερθεν ὅπως Φαέθων μέσος εἴη

    接続詞 ὅπως が希求法 εἴη を伴って目的節を導いている(主節の過去時制 δῶκε, πόρε に呼応)。ἀμφοτέρων はアレースとアプロディーテーを指す両者属格で、副詞 ἑκάτερθεν(両側に)に係る。太陽(Φαέθων)を中央(第4の門)に配した理由を説明している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:5.0-5.90