← パノポリスのノンノス

ディオニュシアカ

§48.256-48.336

アウラーの不吉な夢とアルテミスの水浴への旅

アウラーは月桂樹の下で昼寝をし、エロースに捕らえられアプロディーテーに服従させられる予知夢を見て月桂樹を激しく非難する。その後、アルテミスはアウラーや従者たちとともに戦車で酷暑の中を疾駆し、水浴のためにサンガリオス川へと赴く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
256

θηροφόνοις βελέεσσιν· ἐπωνυμίῃ δὲ καὶ ἔργῳ

獣を殺す矢によって。そしてその名においても行いにおいても、

ὀξύτατον δρόμον εἶχεν ὀρειάσι σύνδρομος αὔραις.

彼女は山のそよ風とともに駆ける者として、きわめて速い足取りを誇っていた。

καί ποτε διψαλέοιο πυραυγέι καύματος ὥρῃ

そしてある時、渇きを呼ぶ熱気の火と燃える時刻に、

παρθένος ὑπνώουσα πόνων ἀμπαύετο θήρης·

乙女は微睡みつつ狩りの労苦を休めていた。

260

καὶ δέμας ἁπλώσασα Κυβηλίδος ὑψόθι ποίης

キュベレーの青草の上に身を横たえ、

κρᾶτα παρακλίνασα σαόφρονος ἔρνεϊ δάφνης

貞淑な月桂樹の枝に頭を凭せかけて真昼の眠りにつき、

εὗδε μεσημβρίζουσα, καὶ ἐσσομένων ὑμεναίων

やがて来たる婚礼を告げる予言の夢の、

ἱμερτὴν ἐνόησε προμάντιος ὄψιν ὀνείρου,

愛欲の幻影を心に見た。

ὅττι θεὸς πυρόεις τανύσας βέλος αἴθοπι νευρῇ

すなわち、燃え盛る神、猛きエロースが光る弓弦に矢をつがえ、

265

θοῦρος Ἔρως τόξευε λαγωβόλος ἔνδοθι λόχμης,

茂みの中で野兎を射るかのように、

οὐτιδανοῖς βελέεσσιν ὀιστεύων στίχα θηρῶν·

取るに足らぬ矢で野獣の列を射放っていた。

παιδὶ δὲ θηρεύοντι συνέμπορος υἱέι Μύρρης

狩りをする少年、ミュラーの子の道連れとなって、

Κύπρις ἔην γελόωσα· καὶ ἵστατο παρθένος Αὔρη,

キュプリスは笑みを浮かべていた。そして乙女アウラーはそこに立ち、

Ἀρτέμιδος μετὰ τόξον ἀήθεος ὑψόθεν ὤμου1

アルテミスの弓に続いて、

270

ἀγρευτῆρος Ἔρωτος ἐλαφρίζουσα φαρέτρην·

慣れぬ肩の上に狩人エロースの矢筒を軽やかに帯びていた。

αὐτὰρ ὁ θῆρας ἔπεφνεν, ἕως ἐκορέσσατο νευρῆς

一方エロースは、

βάλλων πορδαλίων βλοσυρὸν στόμα καὶ γένυν ἄρκτου,

豹の恐ろしい口や熊の顎を射て弓弦の満足するまで獣たちを仕留め、

ζωγρήσας δὲ λέαιναν ἑῷ πανθελγέι κεστῷ

すべてを魅了する己の帯で雌ライオンを生け捕りにして、

θῆρα πιεζομένην φιλοπαίγμονι δεῖξε τεκούσῃ·

締め上げられたその獣を戯れ好きな母に見せつけた。

275

παρθενικὴ δʼ ἐδόκησε κατὰ κνέφας, ὅττι καὶ αὐτὴν

そして乙女は闇の中で、気狂いじみたエロースが、

πῆχυν ἐπικλίνουσαν Ἀδώνιδι καὶ Κυθερείῃ

アドーニスとキュテレイアに腕を凭せかけている自分をも責め立て、

μάργος Ἔρως ἐρέθιζεν, ὑπογνάμπτων Ἀφροδίτῃληιδίης, γόνυ δοῦλον ὑπερφιάλοιο λεαίνης,2

捕虜となった傲慢な雌ライオンの隷属の膝をアプロディーテーのもとに屈服させながら、

τοῖον ἔπος βοόων· στεφανηφόρε μῆτερ Ἐρώτων,

このように叫ぶのを見たと夢想した。 「花冠を戴くエロースたちの母よ、

280

αὐχένα σοι κλίνουσαν ἄγω φιλοπάρθενον Αὔρην·

そなたに首を垂れる処女性を好むアウラーをお連れしました。

ἀλλά, ποθοβλήτοιο χορίτιδες Ὀρχομενοῖο,

さあ、慕情に打たれたオルコメノスの踊り手たちよ、

στέψατε κεστὸν ἱμάντα γαμοστόλον, ὅττι μενοινὴν

婚礼を飾る帯革を冠らせよ、

τοσσατίην νίκησεν ἀνικήτοιο λεαίνης.

無敵の雌ライオンのあれほどの狂暴に打ち勝ったのだから!」

τοῖον ἔπος μαντῷον ὀρεστιὰς ἔδρακεν Αὔρη·

山に棲むアウラーはこのような予言の言葉を見届けた。

285

οὐδὲ μάτην πρὸς Ἔρωτας ἔην ὄναρ, ὅττι καὶ αὐτοὶ

そしてエロースたちにとってこの夢は無駄なものではなかった。

εἰς λίνον ἄνδρα φέρουσι καὶ ἀγρώσσουσι γυναῖκα.

彼ら自身も男を網に追い込み、女を狩り立てるのだから。

κούρη δʼ ἐγρομένη πινυτόφρονι μαίνετο δάφνῃ,

目覚めた乙女は貞節な月桂樹に狂乱し、

καὶ Παφίῃ καὶ Ἔρωτι μαχέσσατο, καὶ πλέον Ὕπνῳ

パピエーとエロースに刃向かい、

χώσατο τολμήεντι, καὶ ἠπείλησεν Ὀνείρῳ,

大胆不敵な眠りにさらに怒り狂い、夢を脅し、

290

καὶ πετάλοις νεμέσιζε καὶ ἀφθόγγῳ φάτο φωνῇ·3

その葉を激しく咎めて、声なき声で語った。

Δάφνη, τί κλονέεις με; τί Κύπριδι καὶ σέο δένδρῳ;

「ダプネーよ、なぜわたしを動揺させるのか。キュプリスとそなたの木とに何の関わりがあろうか。

ἀασάμην εὕδουσα τεοὺς ὑπὸ γείτονας ὄζουςσὸν φυτὸν ἐλπομένη φιλοπάρθενον, ὑμετέρης δὲ

わたしはそなたの木が処女性を愛するものと信じて、そなたの隣り合う枝の下で眠るという過ちを犯した。

295

φήμης οὐκ ἐτύχησα καὶ ἐλπίδος· ὣς ἄρα, Δάφνη,

だがそなたの評判にも我が希望にも巡り合えなかった。ダプネーよ、

σὸν δέμας ἀλλάξασα τεὸν νόον εὗρες ἀμεῖψαι;

そなたは体を換えただけでなく、心までも変える術を見出したのか。

μὴ γαμίῃ μετὰ πότμον ὑποδρήσσεις Ἀφροδίτῃ;

死後になって婚礼のアプロディーテーに仕えているというのか。

οὐ πινυτῆς τόδε δένδρον, ἀπʼ ἀρτιγάμοιο δὲ νύμφης;

この木は賢淑な乙女のものではなく、新たに嫁いだ新婦のものなのか。

οὐ νέμεσις παρὰ μύρτον ὀνείρατα ταῦτα νοῆσαι,

ギンバイカの傍らでこのような夢を見るのなら咎めもすまい。

μαχλάδος οὗτος ὄνειρος ἐπάξιος· ἦ ῥά σε Πειθώ,

この夢は好色な女にふさわしい。ペイトーが、

300

ἦ ῥά σε χειρὶ φύτευσε τεὸς δαφναῖος Ἀπόλλων;

あるいは月桂樹を愛するそなたのアポローンが自らの手でそなたを植えたとでもいうのか」

εἶπεν ὁμοῦ κοτέουσα φυτῷ καὶ Ἔρωτι καὶ Ὕπνῳ.

木とエロースと眠りに同時に激怒しながら、彼女はこう言った。

καί ποτε θηρεύουσα κατʼ οὔρεα δεσπότις ἄγρης

そしてある時、山々で狩りをする狩猟の女王アルテミスは、

καύματος αἰθαλόεντος ἱμασσομένη χρόα πυρσῷ

煤煙を帯びた焦熱の火に肌を打たれ、

Ἄρτεμις ἔντυε δίφρον, ὅπως ἅμα Νηίσι Νύμφαις

山から注ぐ浴み湯でナーイアスたちとともに熱い身体を冷やそうと、

305

θερμὸν ὀρεσσιχύτοισι δέμας ψύξειε λοετροῖς,

戦車を仕度させた。

ἡνίκα μέσσον ἔην φλογερὸν θέρος, ἡνίκα πάλλων

それは燃え盛る夏の盛り、

καρχαλέης πυρόεντα μεσημβρινὸν ἦχον ἱμάσθλης

鋭い鞭の燃えるような真昼の音を響かせつつ、

ἠέλιος σελάγιζε λεοντείων ἐπὶ νώτων.καὶ κεμάδας ζυγίοισι συνεκλήισσε λεπάδνοις

太陽が獅子の背の上で閃光を放っていた時であった。

310

Ἄρτεμις οὐρεσίφοιτος· ἐπεμβαίνουσα δὲ δίφρου

そして山野を巡るアルテミスは軛の首輪に小鹿たちを繋ぎ留めた。

λάζετο καὶ μάστιγα καὶ ἡνία παρθένος Αὔρη,

乙女アウラーは戦車に乗り込むと鞭と手綱を握り、

καὶ κεραὴν ἤλαυνε θυελλήεσσαν ἀπήνην.

角生える嵐のごとき車を駆った。

ἀενάου δὲ θύγατρες ἀνάμπυκες Ὠκεανοῖο

尽きぬ流れのオーケアノスの娘たち、

δμωίδες ἐρρώοντο συνήλυδες ἰοχεαίρῃ,

髪紐を解いた下女たちが矢を注ぐ女神に従って疾駆した。

315

ὧν ἡ μὲν ταχύγουνος ἔην προκέλευθος ἀνάσσης,ἄλλη δʼ ἰσοκέλευθος ἀναστείλασα χιτῶνα

彼女らのうち、ある者は足速に女王の先導者となり、

ἐγγὺς ἔην, ἑτέρη δὲ τανυκνήμιδος ἀπήνης

別の者はキトーンをたくし上げて同じ道を近く走り、

ἁπτομένη πείρινθος ὁμόδρομον εἶχε πορείην.

また別の者は長い輻の車の籠に手を触れて並走した。

καὶ σέλας ἰοχέαιρα διαυγάζουσα προσώπου

そして矢を注ぐ女神はその顔の輝きを放ち、

320

ἀμφιπόλων ἤστραψεν ὑπέρτερος,4 ὡς ὅτε δίφρῳ

侍女たちを凌駕して閃いた。

αἰθερίῳ πέμπουσα φιλαγρύπνων φλόγα πυρσῶν

あたかも、天上の車の上で眠らぬ松明の炎を放ち、

ἀννεφέλους ἀκτῖνας ὀιστεύουσα Σελήνη

雲なき光線を射る満ちたるセレーネーが、

πλησιφαὴς ἀνέτειλε πυριτρεφέων μέσον, ἄστρων,

火に育まれた星々の中央に昇り、

οὐρανίην στίχα πᾶσαν ἀμαλδύνουσα προσώπῳ·

その顔立ちで天の全隊列を霞ませる時のように。

325

τῇ σέλας ἶσον ἔχουσα διέτρεχεν Ἄρτεμις ὕλην,εἰσόκε χῶρον ἵκανεν, ὅπῃ κελάδοντι ῥεέθρῳ

これと等しい輝きを放ちつつ、アルテミスは森を駆け抜け、

Σαγγαρίου ποταμοῖο Διιπετὲς ἕλκεται ὕδωρ.

ついに轟く流れとともにサンガリオス川の天より落ちたる水が引かれる地へと至った。

αὔρη δʼ ἀμφιέλισσαν ἑὴν ἀνέκοψεν ἱμάσθλην,

そしてアウラーはしなやかな鞭を引き留め、

καὶ κεμάδας χρυσέοισιν ἀνακρούουσα χαλινοῖς

黄金の轡で小鹿たちを制して、

330

ἀμφὶ ῥοὰς ἔστησε φεραυγέα δίφρον ἀνάσσης·

流れのほとりに女王の光を帯びた戦車を止めた。

καὶ θεὸς ἐκ δίφροιο κατέδραμεν· ἐκ δέ οἱ ὤμων

そして女神は戦車から駆け下りた。

τόξα μὲν Οὖπις ἔδεκτο, καὶ ἰοδόκην Ἑκαέργη,

ウーピスは彼女の肩から弓を受け取り、ヘカエルゲーは矢筒を、

Ὠκεανοῦ δὲ θύγατρες ἐύπλοκα δίκτυα θήρης·

オーケアノスの娘たちは狩りの精巧な網を受け取った。

καὶ κύνας ἐνδρομίδας δὲ ποδῶν ἀνελύσατο Λοξώ.

また猟犬たちをも〔受け取り〕、ロクソーは足から猟用の半長靴を解いた。

335

ἡ δὲ μεσημβρίζουσα σέβας φιλοπάρθενον αἰδοῦς

そして女神は真昼の休息を取りつつ、処女性を愛する恥じらいの威厳を河口に保ち、

ἐν προχοαῖς ἐφύλαξε, διερπύζουσα ῥοάων

流れの中を静かに進んでいった。

構文注4 件
  1. 48.269ἀήθεος ὑψόθεν ὤμου

    属格 ἀήθεος(不慣れな)は名詞 ὤμου(肩)にかかるハイパーバトン(離隔配置)。直前の Ἀρτέμιδος μετὰ τόξον(アルテミスの弓に続いて)と対比され、普段はアルテミスの弓矢しか担がないアウラーの肩が、狩人エロースの矢筒を背負わされることの異質さと不吉さを際立たせている。

  2. 48.277ὑπογνάμπτων Ἀφροδίτῃ ληιδίης, γόνυ δοῦλον ὑπερφιάλοιο λεαίνης

    構文上、γόνυ δοῦλον(隷属の膝)が現在分詞 ὑπογνάμπτων(屈服させる)の直接目的語であり、属格句 ληιδίης ... ὑπερφιάλοιο λεαίνης(捕縛された傲慢な雌ライオンの)がそれにかかる。与格 Ἀφροδίτῃ は屈服の対象を表す。夢の中で生け捕りにされた雌ライオンは、男勝りで誇り高いアウラー自身が愛欲とアプロディーテーに屈服させられる運命を象徴している。

  3. 48.290ἀφθόγγῳ φάτο φωνῇ

    ἀφθόγγῳ(声なき、無音の)と φάτο φωνῇ(声で語った)を併置した撞着語法(オキシモロン)。大声で喚き立てるのではなく、激怒のあまり喉を詰まらせた低い呟き、あるいは内心の独白として言葉を発したことを表現している。

  4. 48.320ἀμφιπόλων ἤστραψεν ὑπέρτερος

    形容詞 ὑπέρτερος は通例男性形だが、ここでは2語尾形容詞として女性主語 ἰοχέαιρα(アルテミス)を修飾する。属格 ἀμφιπόλων は比較の属格であり、「侍女たちに勝って輝いた」の意をなす。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:48.256-48.336