← パノポリスのノンノス

ディオニュシアカ

§43.0-43.90

ポセイドーンとディオニュソスの軍勢の集結

アレースとヒュメナイオスが戦いを告げる中、乙女ベロエーは海を嫌ってディオニューソスを望む。ポセイドーンとディオニューソス双方が異形の大軍と指揮官たちを整え、激突の幕が上がる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
0

Δίζεο τεσσαρακοστὸν ἔτι τρίτον, ὁππόθι μέλπω Ἄρεα κυματόεντα καὶ ἀμπελόεσσαν Ἐνυώ.

波打つアレースと葡萄の枝を纏うエニューオーを私が歌う、その第四十三の巻を求めよ。

ὣς ὁ μὲν ἐγρεκύδοιμος Ἄρης, ὀχετηγὸς Ἐρώτων,

こうして騒乱を呼び覚ますアレースは、

νυμφιδίης ἀλάλαζε μάχης θαλαμηπόλον ἠχώ,

エロースたちの導き手として、婚礼の戦いに侍る鬨の声を上げ、

καὶ γαμίου πολέμοιο θεμείλια πῆξεν Ἐνυώ·

エニューオーは婚礼の戦争の礎を据えた。

καὶ κλόνον αἰθύσσων ἐνοσίχθονι καὶ Διονύσῳ

そしてヒュメナイオスは荒々しく、

5

θοῦρος ἔην Ὑμέναιος, ἐς ὑσμίνην δὲ χορεύων

大地を揺るがす神とディオニューソスのために混乱を煽り立て、戦いの只中へ踊り入り、

χάλκεον ἔγχος ἄειρεν Ἀμυκλαίης Ἀφροδίτης,

アミュクライのアプロディーテーの青銅の槍を掲げ、

Ἄρεος ἁρμονίην Φρυγίῳ μυκώμενος αὐλῷ.

プリュギアの笛でアレースの調べを唸らせた。

καὶ Σατύρων βασιλῆι καὶ ἡνιοχῆι θαλάσσης

サテュロスたちの王と海の御者の双方にとって、

παρθένος ἦεν ἄεθλον· ἀναινομένη δὲ σιωπῇ

かの乙女は賞品であった。だが彼女は口を閉ざしたまま、

10

εἰναλίου μνηστῆρος ἔχειν μετανάστιον εὐνὴν1

海からの求婚者とともに異郷の床につくことを拒み、

ὑγρὸν ὑποβρυχίων ἐπεδείδιε παστὸν Ἐρώτων,

深海のエロースたちの濡れた寝所を恐れて、

καὶ πλέον ἤθελε Βάκχον· ἔικτο δὲ Δηιανείρῃ,

むしろバッコスを望んだ。

ἥ ποτε νυμφιδίοιο περιβρομέοντος ἀγῶνοςἤθελεν Ἡρακλῆα, καὶ ἀσταθέος ποταμοῖο

彼女はかつて婚礼の争いが周囲で鳴り響くときヘーラクレースを望み、

15

ἵστατο δειμαίνουσα βοοκραίρους ὑμεναίους.

不安定な河の牛角の婚礼を恐れて立ちすくんでいたデーイアネイラに似ていた。

καὶ δρόμον αὐτοκέλευστον ἔχων ἑλικώδεϊ ῥόμβῳ

そして雲一つなきアイテールは、渦巻く回転の中に自律の運行を保ちながら、

ἀννέφελος σάλπιζε μέλος πολεμήιον αἰθήρ·

戦いの調べを角笛のように響かせた。

καὶ βλοσυρὸν μύκημα χέων λυσσώδεϊ λαιμῷ

また黒髪の神は狂瀾の喉から獰猛な咆哮を轟かせ、

Ἀσσυρίῳ τριόδοντι κορύσσετο κυανοχαίτης,

アッシリアの三叉鉾で身を武装させ、

20

σείων πόντιον ἔγχος. ἀπειλήσας δὲ θαλάσσῃ

海原の槍を打ち振るった。一方、ディオニューソスは海を威嚇し、

εἰς ἐνοπὴν Διόνυσος ἐκώμασεν οἴνοπι θύρσῳ,

山を巡る母レアーの戦車に座したまま、

μητρὸς ὀρεσσινόμοιο καθήμενος ἅρματι Ῥείης·

葡萄酒色のテュルソスを手に喊声の中へと突入した。

καί τις ἀεξομένη παρὰ Μυγδόνος ἄντυγα δίφρουἄμπελος αὐτοτέλεστος ὅλον δέμας ἔσκεπε Βάκχου,

ミュグドニアの車体の手すりの傍らに自生した葡萄の樹がバッコスの全身を覆い、

25

βόστρυχα μιτρώσασα κατάσκια σύζυγι κισσῷ·

対をなす蔦とともにその巻き毛を覆い隠すように帯で結んだ。

καί τις ὑπὸ ζυγόδεσμα περίπλοκον αὐχένα σείων

そして軛の繋ぎ目の下で絡み合う首を振るいながら、

θηγαλέῳ χθονὸς ἄκρα λέων ἐχαράξατο ταρσῷ,

一頭の獅子が鋭い爪先で大地の表面を引っ掻き、

τρηχαλέον μύκημα σεσηρότι χείλεϊ πέμπων·

裂けた唇から荒々しい咆哮を放った。

καὶ βραδὺς ἑρπύζων ἐλέφας παρὰ γείτονι πηγῇ

近隣の泉の傍らでは、

30

ὄρθιον ἀγνάμπτοιο ποδὸς στήριγμα κολάψας,ὄμβριον ἀζαλέοισιν ἀνήφυσε χείλεσιν ὕδωρ,

鈍重に這い進む象が曲がらぬ足の直立する支柱で大地を打ち、

καὶ προχοὰς ξήραινε· κονιομένων δὲ ῥοάων

乾いた唇で雨水のごとき水を汲み上げてその流れを干上がらせた。そして水流が塵と化すなか、

πηγαίην ἀχίτωνα μετήγαγε διψάδα Νύμφην.

衣なき喉の渇いた泉の妖精をそこから追いやった。

καὶ θεὸς ὑγρομέδων ἐκορύσσετο· Νηρεΐδων δὲ

水の世界を支配する神も武装を整えた。

35

ἦν κλόνος· ἰκμαλέοι δὲ θαλασσαίων ἀπὸ νώτων

ネーレイスたちの混乱が巻き起こり、

δαίμονες ἐστρατόωντο· τανυπτόρθοις δὲ κορύμβοις

海の背から湿り気を帯びた神霊たちが軍勢をなした。ポセイドーンの住処たる海の潮は、

δῶμα Ποσειδάωνος ἱμάσσετο, πόντιον ὕδωρ·

長く伸びた枝の房によって鞭打たれ、

καὶ χθονίου λοφόεντος ἀρασσομένου κενεῶνος

盛り上がった地中の空洞が打ち鳴らされると、

ἡμερίδες. Λιβάνοιο μετοχλίζοντο τριαίνῃ.

レバノンの栽培葡萄が三叉鉾によって根こそぎ掘り返された。

40

καί τινα βοσκομένην μελανόχροον ἐγγύθι πόντουεἰς βοέην ἀγέλην Ποσιδήιον ἅλματι λάβρῳ

また海辺の近くで草を食むポセイドーンの黒い毛並みの牛の群れへと、

θυιάδες ἐρρώοντο· τανυγλήνοιο δὲ ταύρου

狂乱の信女たちが猛々しい跳躍で襲いかかった。

ἡ μὲν ἐφαπτομένη ῥάχιν ἔσχισεν, ἡ δὲ μετώπου

ある女は見開かれた眼の牡牛を掴んでその背骨を裂き、

διχθαδίης ἀτίνακτα διέθλασεν ἄκρα κεραίης·

別の女は額の二本に分かれた揺るぎなき角の先端を粉砕した。

45

καί τις ἀλοιητῆρι διέτμαγε γαστέρα θύρσῳ·

ある者は打撃を与えるテュルソスで腹を切り裂き、

ἄλλη πλευρὸν ἔτεμνεν ὅλον βοός· ἡμιθανὴς δὲ

また別の者は牛の脇腹を丸ごと削ぎ取った。

ὕπτιος αὐτοκύλιστος ὑπώκλασε ταῦρος ἀρούρῃ·

半死半生の牡牛は仰向けに自ら転がり、大地へと崩れ折れた。

καὶ βοὸς ἀρτιτόμοιο κυλινδομένοιο κονίῃ

そして打ち倒されたばかりの牛が塵の中で転がると、

ἡ μὲν ὀπισθιδίους πόδας ἔσπασεν, ἡ δὲ λαβοῦσαπροσθιδίους ἐρύεσκε, πολυστροφάλιγγι δὲ ῥιπῇ

ある女は後ろ脚を引き裂き、別の女は前脚を掴んで引きずり、

ὄρθιον ἐσφαίρωσεν ἐς ἠέρα δίζυγα χηλήν.2

目まぐるしい旋転の投擲によって二つに割れた蹄を宙へと真っ直ぐ球のように放り投げた。

καὶ στρατιῆς Διόνυσος ἐκόσμεεν ἡγεμονῆας,

ディオニューソスは軍の指揮官たちを配置し、

στήσας πέντε φάλαγγας ἐς ὑδατόεσσαν Ἐνυώ.

水中のエニューオーに抗して五つの隊列を立てた。

τῆς πρώτης στιχὸς ἦρχε Κίλιξ εὐάμπελος Οἰνεὺς

第一列を率いたのは豊饒な葡萄を持つキリキアのオイネウスであり、

55

υἱὸς Ἐρευθαλίωνος, ὃν ἤροσεν ἐγγύθι Ταύρου

彼はエレウタリオーンの息子で、

Φυλλίδος ἀγραύλοισιν ὁμιλήσας ὑμεναίοις·

父がタウロス山の近くでピュリスと交わした野の婚礼によって生まれた者であった。

τῆς δʼ ἑτέρης ἡγεῖτο μελαγχαίτης Ἑλικάων

第二列を率いたのは黒髪のヘリカオーンであり、

ξανθοφυὴς ῥοδέῃσι παρηίσιν, ἀμφὶ δὲ δειρῇ

金色の肌に紅色の頬を持ち、

πλοχμὸς ἐυστροφάλιγγος ἕλιξ ὑπεσύρετο χαίτης·

首の周りには美しく巻かれた縮れ毛の房が垂れ下がっていた。

60

Οἰνοπίων τριτάτης, Στάφυλος προμάχιζε τετάρτης,

第三列はオイノピオーンが、第四列はスタピュロスが先頭に立って指揮し、

Οἰνομάου δύο τέκνα, φιλακρήτοιο τοκῆος·

二人は生酒を愛する父オイノマオスの息子たちであった。

πέμπτης δʼ ἡγεμόνευε Μελάνθιος, ὄρχαμος Ἰνδῶν,

そして第五列を統率したのはインド人たちの首領メランティオスであり、

ὃν τέκεν Οἰνώνη Κισσηιάς, ἀμφὶ δὲ κούρῳ

蔦を纏うオイノーネーが彼を産み落としたとき、

φυταλιῆς πλέξασα θυώδεος ἄκρα πετήλων

母は香ぐわしい園の葉の先端を編み上げ、

65

σπάργανα βοτρυόεντα πέριξ εἱλίξατο μήτηρ,

葡萄の房を模した産着を幼子の周りに巻きつけ、

υἱέα χυτλώσασα μέθης ἐγκύμονι ληνῷ.

酩酊を孕む酒槽の中で息子を洗い清めたのであった。

τοίη κισσοφόροισιν ὀιστεύουσα βελέμνοις

このような蔦を帯びた矢を射る隊列が、

σύνδρομος ἀμπελόεντι φάλαγξ ἐκορύσσετο βάκχῳ.

葡萄を纏うバッコスとともに馳せ参じて武装を整えた。

καὶ στρατιὴν θώρηξε χέων λαοσσόον ἠχώ·

そして彼は軍勢を鼓舞する叫びを響かせて奮い立たせた。

70

Βασσαρίδες, μάρνασθε· κορυσσομένου δὲ Λυαίου

「バッサリスたちよ、戦え。リュアイオスが武装する時、

αὐλὸς ἐμὸς κερόεις πολεμήιον ἦχον ἀράσσων

我が角の笛が戦いの音を打ち響かせ、

ἀντίτυπον φθέγξαιτο3 μέλος μυκήτορι κόχλῳ,καὶ διδύμοις πατάγοισι μόθου χαλκόθροον ἠχὼ

唸り声を上げる法螺貝に応答の調べを返すがよい。

τύμπανα δουπήσειεν· Ἐνυαλίῳ δὲ χορεύων

そして太鼓は二重の響きをもって戦いの青銅の音を鳴り轟かせよ。エニュアリオスのために舞い踊りながら、

75

Γλαῦκον ὀιστεύσειε Μάρων ῥηξήνορι θύρσῳ·

マローンは男を挫くテュルソスでグラウコスを射るがよい。

καὶ πλοκάμους Πρωτῆος ἀήθεϊ δήσατε κισσῷ,

そなたたちはプローテウスの巻き毛を見慣れぬ蔦で縛り上げよ。

καὶ Φαρίου πόντοιο λιπὼν Αἰγύπτιον ὕδωρ,

そして彼がパロス島の海のエジプトの水を離れ、

νεβρίδα ποικιλόνωτον ἔχων μετὰ δέρματα φώκης,

海豹の皮の代わりに斑点のある鹿皮を纏い、

αὐχένα κυρτώσειεν ἐμοὶ θρασύν· εἰ δύναται δέ,

我が前にその強情な首を垂れるようにせよ。できるものなら、

80

Σειληνῷ μεθύοντι κορυσσέσθω Μελικέρτης·

メリケルテースは泥酔せるセイレーノスに立ち向かって武装せよ。

καὶ ναέτην Τμώλοιο μετὰ βρυόεντας ἐναύλους

老いたポルキュスには、苔生す谷川を離れてトモーロス山に住まい、

γηραλέον Φόρκυνα διδάξατε θύρσον ἀείρειν,

テュルソスを掲げることを教えよ。

85

ἀμπελόεις δὲ γένοιτο γέρων χερσαῖος ἀλωεύς·

そしてこの老人を陸地の葡萄栽培者とならしめよ。

καὶ Σάτυρος μενέχαρμος ἑὸν νάρθηκα τινάσσωνδιψαλέον Νηρῆα μεταστήσειε θαλάσσης

戦を堪え忍ぶサテュロスは己のオオウイキョウの杖を振るい、

ἀγραύλοις παλάμῃσι· καὶ ἀρτιφύτων ἀπὸ κήπων

喉の渇いたネーレウスをその野趣あふれる手で海から連れ出すがよい。

βόστρυχα μιτρώσασθε Παλαίμονος οἴνοπι δεσμῷ,

そして新しく植えられた園からの葡萄酒色の帯でパライモーンの巻き毛を結び、

καί μιν ὑποδρήσσοντα μετʼ Ἰσθμιάδος βυθὸν ἅλμης

イストモスの塩の深みから引き離して、

πόντιον ἡνιοχῆα κομίσσατε μητέρι Ῥείῃ,

海の御者を母なるレアーの侍従として連れて参れ。

90

εἰναλίῃ μάστιγι κυβερνητῆρα λεόντων·

海の鞭をもって獅子たちを統御する御者とするために」

構文注3 件
  1. 43.10μετανάστιον εὐνὴν

    名詞 εὐνήν に対する限定的修飾語として機能し、「故郷を離れた寝所」「異郷への移住を伴う床」を意味する。ポセイドーンに嫁ぐことで陸を離れ海底へ移住させられることを嫌う文脈を的確に表している。

  2. 43.51ἐσφαίρωσεν ἐς ἠέρα δίζυγα χηλήν

    動詞 σφαιρόω は通常「球状にする」を意味するが、ここでは投擲の動作と結びつき「球のように(空中へ)放り投げる」という転用的な使役的動作を表す。対格 δίζυγα χηλήν はその直接目的語。

  3. 43.72φθέγξαιτο

    ディオニューソスの演説中における三人称希求法(φθέγξαιτο, δουπήσειεν, ὀιστεύσειε, κυρτώσειεν, μεταστήσειε)は、二人称命令法(μάρνασθε, δήσατε, διδάξατε, μιτρώσασθε, κομίσσατε)と交互に現れ、祈願(optative of wish)の形式で軍勢に対する勧告・命令の役割を果たしている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:43.0-43.90