← パノポリスのノンノス

ディオニュシアカ

§34.269-34.358

カルコメーデーの誘惑とデーリアデースの虐殺

カルコメーデーは色仕掛けでモッレウスを誘惑して欺き、モッレウスは彼女に魅了されて妻の肖像を砕かれたことを喜び求愛の言葉を投げかけるが、逃げ去られる。一方デーリアデースは狂乱の女たちを都の中へ追い詰めて虐殺し、女たちは戦意を失い家庭の機織りを思い出す。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
269

Μορρεὺς δʼ οὐκ ἀμέλησε δορυσσόος· ἀγχιμάχῳ γὰρ

だが、槍を振るうモッレウスも怠けてはいなかった。

270

Δηριάδῃ φύξηλιν ἐπέτρεπε θῆλυν Ἐνυώ,1

近接戦を挑むデーリアデースに逃げ惑う女たちの戦いを委ねると、

Βακχιάδος δὲ φάλαγγος ἐπέχραεν ἄρσενι χάρμῃ,ὄφρα περικλείσειε καὶ ἀνέρας· ἐν δὲ κυδοιμοῖς

自らは男たちをも閉じ込めんとバッコス軍の男の隊列へと襲いかかったのである。

εἰς φόβον ἠπείγοντο. Θυελλήεσσα δὲ κούρη

そして喧噪の中で男たちも敗走へと追い立てられた。そのとき疾風のごとき乙女が、

ἵστατο κοσμηθεῖσα πρὸ ἄστεος ἐγγύθι πύργου,

被り物もなき処女の姿で装い、都の前、

275

παρθένος ἀκρήδεμνος· ἐρωμανέων δὲ γυναικῶν

塔の近くに立っていた。

νεύμασι ποιητοῖσι τύπον μιμήσατο κούρη,

乙女は恋に狂う女たちの姿を真似て見せかけの身振りを作り、

ὄμματα δινεύουσα, καὶ ἠθάδος ἔκτοθι μίτρης

両目を流し、

λευκὸς ἐρευθιόωντι χιτὼν φοινίσσετο μαζῷ·

普段の胸帯からこぼれ落ちた白い胸衣は赤らむ乳房に染められていた。

Μορρεὺς δʼ εἰσορόων ἐπετέρπετο, καὶ διὰ πέπλου

モッレウスはこれを見て歓喜し、

280

λεπταλέου σφριγόωσαν ἴτυν τεκμαίρετο μαζοῦ.

薄い衣を通して張り詰めた乳房の輪郭を推し量った。

καὶ λίθον εὐποίητον ἴσον τροχοειδέι δίσκῳ

すると処女は、車輪のような円盤にも似た見事に作られた石、

παρθένος ἁρπάξασα, πελώριον ἄχθος ἁμάξης,

荷車の重荷ほどもある巨大な石を掴み取り、

Μορρέος εὐπήληκος ἀκόντισεν ἴδμονι τέχνῃ·

熟練の技をもって兜煌めくモッレウスへと投げつけた。

καὶ λίθος ἠερόθεν πεφορημένος ὀξέι ῥοίζῳἀσπίδος ἄκρον ἄραξεν, ὅπῃ χρυσήλατος εἰκὼν

宙を飛び鋭い唸りを立てて運ばれた石は、

Χειροβίης νόθον εἶχε δέμας ψευδήμονι μορφῇ,

鍛造の黄金の肖像が欺瞞の姿でケイロビエーの偽の身体を留めていた盾の縁を打ち砕いた。

ποιητὸν δὲ κάρηνον ἀπέξεσε, βαλλομένῃ δὲμαρμαρέῃ γλωχῖνι χαρασσομένοιο προσώπου

そして作り物の頭部を削り落とし、

μιμηλῆς ἀμάθυνε περίτροχον εἰκόνα μορφῆς·

顔を刻む大理石の切先によって打たれた模造の姿の円き肖像を粉微塵に粉砕した。

290

καὶ σάκος ὀλβίζων ἀνεπάλλετο πολλάκι Μορρεύς,

モッレウスは盾を幸いなりと称えて幾度も跳び上がり、

καὶ κραδίῃ γελόων κρυφίην ἐφθέγξατο φωνήν·

心の内で笑いながら密かな声を放った。

ἄτρομε Χαλκομέδεια, νέη ῥοδοδάκτυλε Πειθώ,

「恐れを知らぬカルコメーデイアよ、若き薔薇色の指のペイソーよ、

Κύπριδος ἁβρὸν ἄγαλμα καὶ εὐθώρηκος Ἀθήνης,

キュプリスと堅き鎧のアテーナーの優美なる鑑、

Βακχιὰς ἠριγένεια καὶ οὐ δύνουσα Σελήνη,

バッコスの曙にして沈むことなき月よ!

295

γραπτὸν ἐμῆς ἀλόχου τύπον ἔξεσας· αἴθε καὶ αὐτῆς

そなたは我が妻の描かれた像を削り落としてくれた。できることなら、

Χειροβίης ἤμησας ἀληθέος αὐχένα νύμφης.2

真実の我が花嫁たるケイロビエー自身の頸をも刈り取ってほしかったものを!」

ὣς εἰπὼν ἐδίωκε πρὸ ἄστεος ἄζυγα κούρην,

こう語ると、彼は都の前にて夫なき乙女を追撃した。

γλῶσσαν ἀπειλείουσαν ἔχων, οὐ χεῖρα κορύσσων,

しかし舌で脅しをかけつつも手に武器を構えることはなく、

μῦθον ἀκοντίζων, οὐ παρθένον ἔγχεϊ νύσσων,

言葉を投げかけはしても槍で乙女を突くことはなく、

300

μειλιχίῃ παλάμῃ πεφιδημένον ἔγχος ἀείρων·

和らいだ手のひらで手加減された槍を掲げるのみであった。

καὶ βλοσυρῆς κελάδησε βοῆς ἀπατήλιον Ἠχώ,

そして凄まじい叫びの欺瞞の谺を響かせ、

ὡς ἐτεὸν κοτέων πρόμος ἤπιος· ἀμφότερον γάρ,

心優しい将はあたかも真に憤っているかのように装った。彼は心で笑いながら、

εἶχε νόον γελόωντα, χόλον δʼ ἀνέφηνε προσώπῳ.

顔に怒りを示したからである。

ἦκα δὲ δινήσας σφαλερὴν προέηκεν ἀκωκὴν

彼は軽く振り回して狙いの外れる切先を、

305

εἰς σκοπὸν ἀχρήιστον ἑκούσιος· ἡ δὲ φυγοῦσα

意図して無駄な的へと投げ放った。乙女は逃れ、

ἠερίαις ταχύγουνος ἐπέτρεχε σύνδρομος αὔραις·

足早に宙の風と競い走った。

τῆς δὲ τιταινομένης ἀνεμώδεϊ γούνατος ὁρμῇ

乙女が風のごとき膝の勢いで走るにつれ、

πλοχμοὺς βοτρυόεντας ἀνερρίπιζον ἀῆται,

そよ風が葡萄の房のごとき巻髪を吹き上げ、

αὐχένα γυμνώσαντες ἐριδμαίνοντα Σελήνῃ·

月に競う白き頸を露わにした。

310

φειδομένοις δὲ πόδεσσιν ἑκούσιος ἔτρεχε Μορρεύς,

モッレウスは自ら歩みを緩めて走り、

πῇ μὲν ἐυρραφέων ποδὸς ἴχνια γυμνὰ πεδίλωνεἰς σφυρὰ παπταίνων ῥοδοειδέα, πῇ δὲ δοκεύων

あるときは細やかに縫われた履物もなき素足を薔薇色の踝まで見つめ、

πλαζομένης ἑλικηδὸν ὀπίστερα βόστρυχα χαίτης

あるときは走る乙女の螺旋を描いて後ろになびく巻き毛に見惚れつつ、

Χαλκομέδην ἐδίωκε· καὶ ἴαχεν ἡδέι μύθῳ,

カルコメーデーを追った。

315

μείλιχον ἀφλοίσβοιο χέων ἔπος ἀνθερεῶνος·

そして波立たぬ喉から甘き言葉を注ぎ、優しく呼びかけた。

μίμνέ με, Χαλκομέδεια, τὸν ἱμείροντα μαχητήν·

「待っておくれ、カルコメーデイアよ、そなたを慕う戦士を!

ῥύεται ἀγλαΐη σε, καὶ οὐ δρόμος· οὐ τόσον αἰχμαὶ

そなたを守るのはその美しさであって、走る速さではない。男を討つ術を知るのは、

ἄνδρα βαλεῖν δεδάασιν, ὅσον σπινθῆρες Ἐρώτων.

槍の穂先よりもエロースたちの火花なのだ。

δήιος οὐ γενόμην, μὴ δείδιθι· μαρνάμενον γὰρ

私は敵ではない、恐れるな。私の青銅の切先を、

320

χαλκείην σέο κάλλος ἐμὴν νίκησεν ἀκωκήν·

戦うそなたの美しさが打ち破ったのだから。

ἔγχεος οὐ χατέεις, οὐκ ἀσπίδος· ὑμετέρου γὰρ

そなたには槍も盾も要らぬ。

ὡς ξίφος, ὡς δόρυ θοῦρον, ἔχεις ἀκτῖνα προσώπου,

その顔の輝きが剣のごとく、猛き槍のごとくであり、

καὶ μελίης πολὺ μᾶλλον ἀριστεύουσι παρειαί.

その頬はトネリコの槍よりも遥かに勝っている。

φρικτὸν ἐμῆς παλάμης λέλυται σθένος· οὐ νέμεσις γάρ,

私の腕の恐るべき力は解け去った。

325

εἰ δόρυ θοῦρον ἔχω νικώμενον,3 ὅττι καὶ αὐτὸς

猛き槍が敗れたとて誰が責めようか、

Κύπριδος ἱσταμένης θηλύνεται ἄγριος Ἄρης.

キュプリスが立ち塞がれば荒ぶるアレース自らも柔弱となるのだから。

δέξό με σοῖς Σατύροισιν ὁμόστολον· ἐν πολέμοις γὰρ

私をそなたのサテュロスたちの道連れとして迎えてくれ。私が手を構えている限り、

Ἰνδοὶ ἀριστεύσουσιν, ἕως ἔτι χεῖρα κορύσσω.

戦いにおいてインド勢は無敵なのだから。

ἢν δʼ ἐθέλῃς, ἅτε λάτρις ὑποδρήσσω Διονύσῳ·

もし望むなら、下僕としてディオニューソスに仕えよう。

330

ἢν ἐθέλῃς, με δάμαζε κατʼ αὐχένος ἢ κενεῶνος·

もし望むなら、私の頸や脇腹を刺して征服するがよい。

οὐκ ἀλέγω θανάτοιο τεῇ δεδαϊγμένος αἰχμῇ·

そなたの切先に貫かれて討ち死にしようとも、私は構わぬ。

μοῦνον ἐμὲ στενάχιζε δεδουπότα· μυρομένης δὲ

ただ討ち倒された私のために嘆いてくれ。カルコメーデーが涙して嘆くなら、

δάκρυα Χαλκομέδης με καὶ ἐξ Ἀίδαο κομίσσει.

冥府の底からさえ私を連れ戻してくれるだろう。

παρθένε, τί τρομέεις, ὅτι μείλιχον ἔγχος ἀείρω;

処女よ、なぜ震えるのか、私が和らいだ槍を掲げているというのに?

335

σοὺς πλοκάμους ὁρόων ἑλικώδεας ὑψόθεν ὤμων

そなたの肩の上から螺旋を描く髪を見て、

ἀσκεπέων τρυφάλειαν ἐμῶν ἀπέθηκα κομάων·

私は我が無防備な頭から兜を脱ぎ捨てたのだ。

νεβρίδα παπταίνων στυγέω θώρηκα φορῆσαι.

そなたの鹿皮の衣を見て、私は鎧を身につけることを忌み嫌っているのだから」。

ὣς φαμένου παράμειβε γυνὴ καὶ ἐμίγνυτο Βάκχοις,

彼がこう語る間に、女はすれ違いざまにバッコスの軍勢へと合流し、

καὶ φονίου Μορρῆος ἀποπλαγχθεῖσα κελεύθου

血塗られたモッレウスの道を逃れて、

340

θαρσαλέη πολέμιζε καὶ ἤρισεν ἄρσενι χάρμῃ.

雄々しく戦い、男の合戦に挑みかかった。

καὶ τότε δυσκελάδοιο λιπὼν στροφάλιγγα κυδοιμοῦ

そしてそのとき、モッレウスが退くにつれ、

ἄμπνυτο Βάκχος ὅμιλος, ἕως ἀνεχάζετο Μορρεύς.

バッコスの群勢は不吉なる戦乱の渦を離れて息を吹き返した。

Βασσαρίδων δὲ φάλαγγα πρὸ ἄστεος ἄορι τύπτωνΔηριάδης ἐδίωκεν, ἕως σχεδὸν ἤλασε πύργων,

だがデーリアデースは都の前で剣を振るってバッサリスたちの隊列を討ち、

345

οἰγομένου στίχα πᾶσαν ἔσω πυλεῶνος ἐέργων

高き稜堡の城壁の開かれた門の内へと全隊列を閉じ込めつつ、

τείχεος ὑψιλόφοιο· διωκόμεναι δὲ σιδήρῳ

塔の近くまで追い立てた。刃に追われた女たちは、

ἄστεος ἐντὸς ἵκανον ἀποσπάδες ἠθάδος ὕλης·

慣れ親しんだ森から引き裂かれて都の内部へと至った。

ἀσταθέες δὲ φάλαγγες ἀήθεα κύκλα κελεύθου

浮き足立った隊列は、

ἔστιχον ἔνθα καὶ ἔνθα διακριδόν, εἰς πτερὸν Εὔρου,

不慣れな道の円環をあちこちに散り散りとなって進み、ある者は東風の翼へ、

350

εἰς ῥαχίην Ζεφύροιο παρʼ Ἑσπέριον κλίμα γαίης,

ある者は大地の西の境の西風の岸辺へ、

αἱ δὲ Νότου παρὰ πέζαν ἀλήμονες, αἱ δὲ Βορῆος

またある者は南風の岸辺へと彷徨い、

Βασσαρίδες κλονέοντο· καὶ ἀρσενόθυμον ἀνάγκην

あるバッサリスたちは北風に向かって追い散らされた。そしてマイナスたちは男勝りの激しい心を捨て、

μαινάδες ἠλλάξαντο, πάλιν δʼ ἐγένοντο γυναῖκες,4

ふたたびか弱き女となり、

καὶ μόθον ἠρνήσαντο, φιληλακάτοιο δὲ τέχνης

戦いを退けて、紡錘を愛する糸紡ぎの技と籠を思い起こし、

355

καὶ ταλάρων μνήσαντο, καὶ ἤθελον αὖτις Ἀθήνης

もはやリュアイオスの神聖な枝ではなく、

ἀμφιέπειν κλωστῆρα καὶ οὐκέτι θύσθλα Λυαίου.

ふたたびアテーナーの紡錘を扱いたいと願った。

καὶ στίχα χιονέην ὀλέκων κυανόχροος ἀνὴρ

そして浅黒い肌の男は、雪のように白い女たちの隊列を滅ぼしつつ、

ἐνδόμυχον κλόνον εἶχε πολισσούχοιο κυδοιμοῦ.

都を守る戦いの奥深い混乱に耽っていた。

構文注4 件
  1. 34.269ἀγχιμάχῳ γὰρ Δηριάδῃ φύξηλιν ἐπέτρεπε θῆλυν Ἐνυώ

    θῆλυν Ἐνυώ(直訳「女性の戦女神」)は「女たちの戦い」「女兵の相手」を表す比喩的対格。φύξηλις(逃走する、敗走の)が形容詞として修飾しており、全体で「逃げ惑う女たちの戦線」を意味し、与格 Δηριάδῃ とともに ἐπιτρέπω(委ねる、任せる)の目的語となっている。

  2. 34.295αἴθε καὶ αὐτῆς Χειροβίης ἤμησας ἀληθέος αὐχένα νύμφης

    αἴθε+直説法過去(アオリスト ἤμησας)による過去の実現不可能な願望(反実仮想的願望)の構文。「そなたが(肖像だけでなく)真実の花嫁であるケイロビエー自身の首をも刈り取ってくれていたならばよかったのに」を表す。ἀληθέος νύμφης は αὐτῆς Χειροβίης と同格の属格。

  3. 34.324οὐ νέμεσις γάρ, εἰ δόρυ θοῦρον ἔχω νικώμενον

    οὐ νέμεσις [ἐστί] は「咎めるべきことではない」「恥ずべきことではない」を表す叙述の省略構文で、ホメーロス以来の慣用句(Il. 3.156等)。続く εἰ 節(直説法現在)が「私の槍が打ち負かされているとしても」という前提的内容を導いている。

  4. 34.352ἀρσενόθυμον ἀνάγκην μαινάδες ἠλλάξαντο, πάλιν δʼ ἐγένοντο γυναῖκες

    ἀλλάσσομαι(中動相)は「手放す、交換する」を意味し、直接目的語 ἀρσενόθυμον ἀνάγκην(男勝りの猛々しい衝動・気性)を脱ぎ捨てて、続く対比節 πάλιν δʼ ἐγένοντο γυναῖκες(再び普通の女に戻った)へと論理が展開している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:34.269-34.358