← パノポリスのノンノス

ディオニュシアカ

§27.82-27.166

デーリアデースの進軍とディオニューソスの四軍配備

デーリアデースは軍勢に対し、キュクロープスやテルキーネス、エレクテウス、コリュバースたちの殺戮や捕縛を命じ、神仏をも恐れぬ威嚇を告げたのち、両軍は陣を敷く。ディオニューソスは迫るインド軍に対抗して自軍をインドの四方位の河海に沿って四つに配備し、指揮官を立てて鼓舞する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
82

εἰ δὲ θεμιστεύει καὶ ἐν Ἄιδι, τίς φθόνος Ἰνδοῖς,

たとえ彼が冥府においても掟を授けるとしても、アイアコスが死者たちを裁くとして、

Αἰακὸς εἰ φθιμένοισι δικάζεται; ἢν δʼ ἐθελήσῃ,

インド人たちに何の妬みがあろう。

κοιρανίην νεκύων ἐχέτω καὶ σκῆπτρα βερέθρου.

望むなら死者の王権を握り、深淵の王笏を執るがよい。

85

καὶ δολιχοῖς μελέεσσιν ἐπιψαύοντας Ὀλύμπου

また、

γηγενέας Κύκλωπας ὀλέσσατε μὴ δορὸς αἰχμὴν

その長い手足でオリュンポスに触れんとする大地生まれのキュクロープスどもを打ち滅ぼせ。

γαστρὶ μέσῃ πήξαντες ἢ αὐχένι, χαλκοβαρὲς δὲ

槍の切っ先を腹の真ん中や首に突き立てるのではなく、

ὀφθαλμῷ τροχόεντι βέλος τετορημένον ἔστω.1

青銅の重き矢をその円き眼に穿ち通すがよい。

μὴ χθονίους Κύκλωπας ὀλέσσατε· καὶ γὰρ ἐκείνων

いや、地底のキュクロープスどもを殺してはならぬ。

90

δεύομαι· Ἰνδῴῳ δὲ παρήμενος ἐσχαρεῶνι

我が彼らを必要としているからだ。インドの炉端に侍り、

Βρόντης μὲν βαρύδουπον ἐμοὶ σάλπιγγα τελέσσῃ

ブロンテースは我がために雷鳴の轟きに等しい重く鳴り響く軍角笛をこしらえよ、

βρονταίοις πατάγοισιν ἰσόκτυπον, ὄφρά κεν εἴηνΖεὺς χθόνιος, Στερόπης δὲ νέην ἀντίρροπον αἴγλην

我を地底のゼウスとなさんために。

ἀστεροπῆς τεύξειε καὶ ἐνθάδε· καί μιν ἐλέγξω

ステロペースは新たなる稲妻の競い立つ輝きをここでも造り出すがよい。

95

μαρνάμενος Σατύροισιν, ἵνα φρένα μᾶλλον ἀμύξῃ

我はサテュロスたちと戦いつつ彼を論駁してやろう。

Δηριάδην κτυπέοντα καὶ ἀστράπτοντα δοκεύων

轟音を立て光を放つデーリアデースを目の当たりにして、

ζηλήμων Κρονίδης,2 πεφοβημένος ὄρχαμον Ἰνδῶν

嫉み深きクロノスの御子が、天より生じた炎の雷を投ずるインド人たちの統率者を恐れ、

ὑψιγόνου φλογόεντος ἀκοντιστῆρα κεραυνοῦ.

その心をいっそう引き裂かれるように。

τίς φθόνος, εἰ πρηστῆρι μαχήμονα χεῖρα κορύσσω;

我が高熱の風をもって戦の腕を武装させるとしても、何の咎があろうか。

100

μητρὸς ἐμῆς γενέτης, φλογερῶν ἐπιήρανος ἄστρων,

我が母の父は燃え盛る星々の統率者、

αὐτὸς ὅλος Φαέθων πυρόεις πρόμος· εἰ δὲ τοκῆος

輝ける全き太陽その人にして火の先陣である。

αἷμα φέρω ποταμοῖο, καὶ ὑδατόεντι βελέμνῳ

またもし我が父祖の川の血を引くなら、水成る矢で戦い、

μαρνάμενος μόθον ὑγρὸν ἀναστήσω Διονύσῳ,

ディオニューソスに対して湿れる戦乱を巻き起こし、

Βάκχων ἐχθρὰ κάρηνα ῥοαῖς ποταμοῖο καλύπτων.

バッコスたちの憎き頭どもを川の流れで覆い尽くしてやろう。

105

καὶ βυθίων τμήξαντες ἀλοιητῆρι σιδήρῳσώματα Τελχίνων τυμβεύσατε γείτονι πόντῳ,

また、深淵のテルキーネスらの体を打ち据える鉄で切り裂き、

πατρὶ Ποσειδάωνι μεμηλότα, δαιδαλέου δὲ

父ポセイドーンに愛でられし〔その体〕を隣なる海へと葬り去れ。

δίφρου γλαυκὰ λέπαδνα καὶ ὑγροπόρων γένος ἵππων

そして精巧な戦車の青き手綱と水上を渡る馬たちの血統を、

νίκης πόντια δῶρα κομίσσατε Δηριαδῆι.

勝利の海の賜物としてデーリアデースのもとへ携え来れ。

110

καὶ ναέτην βαρύδεσμον ἀπειρώδινος Ἀθήνης3

また、陣痛を知らぬアテーナーの重き結び目の内に住まう者、

Ἡφαίστου πυρόεντος ἀπόσπορον αἴθοπι πυρσῷ

火のヘーパイストスの胤たる者を、

φλέξατε, τὸν καλέουσιν Ἐρεχθέα· καὶ γὰρ ἐκείνου

人々がエレクテウスと呼ぶ者を燃え立つ松明で焼き尽くせ。

αἷμα φέρει περίπυστον Ἐρεχθέος, ὅν ποτε μαζῷ

というのも彼はかの名高きエレクテウスの血を引いているのだ。

παρθενικὴ φυγόδεμνος ἀνέτρεφε Παλλὰς ἀμήτωρ,

かつて床を逃れる処女にして母なきパラスが乳房で彼を育て、

115

λάθριον ἀγρύπνῳ πεφυλαγμένον αἴθοπι λύχνῳ·

眠らぬ燃える明かりの下でひそかに見守っていたのだ。

μιμνέτω Ἰνδῴῃ κεκαλυμμένος αἴθοπι κίστῃ,

彼はインドの燃え立つ箱に包まれ、

καὶ κενεῷ ζοφόεντος ἐν ἕρκεϊ παρθενεῶνος.

暗き処女の部屋の虚しき囲いの中に留まるがよい。

καὶ τροχαλοὺς δρηστῆρας ἐυσκάρθμοιο βοείης,

また、よく跳ねる牛皮の盾の素早い従者たち、

ἴδμονας εὐπήληκος Ἐνυαλίοιο χορείης,

兜美しきエニュアリオスの舞踏を知る者たち、

120

ἄξατέ μοι Κορύβαντας ἀτευχέας· ὀλλυμένοις δὲδιχθαδίοις τεκέεσσιν ἐπικλαύσειε Καβειρώ,

鎧なきコリュバースどもを我がもとへ引いて来れ。二人の子らが滅びゆくのを、

Λημνιὰς ἀκρήδεμνος· ἀπορρίψας δὲ πυράγρην

ヴェールなきレームノスの女カベイローが嘆き悲しむがよい。

αἰθαλόεις Ἥφαιστος ἑῆς ὀλετῆρα γενέθλης

そして煤まみれのヘーパイストスは火挟みを投げ捨てて、己の血統を滅ぼす者、

ἥμενον ἀθρήσειεν ὑπὲρ δίφροιο Καβείρων

カベイロスらの戦車の上に座し、

125

ἵππων χαλκοπόδων ἐπιβήτορα Δηριαδῆα.

真鍮の蹄持つ馬に乗るデーリアデースを仰ぎ見るがよい。

κτείνω μὲν Διὸς υἷας· Ἀρισταῖον δὲ δαμάσσαι

我はゼウスの息子たちを屠るが、野兎を捕えるポイボスの息子、

οὐ φθονέω Μορρῆι,4 λαγωβόλον υἱέα Φοίβου,

戦を好む役立たずの蜜蜂の育て手たるアリスタイオスを打ち倒すことは、

οὐτιδανῆς ἐλατῆρα φιλοπτολέμοιο μελίσσης.ὑμεῖς μὲν δρεπάνοισι καὶ ἀμφιπλῆγι μαχαίρῃ

モッレウスに譲るを吝しまぬ。

130

κτείνετε Βασσαρίδων ἁπαλὰς στίχας, ὑψίκερων δὲ

そなたらは鎌や両刃の剣をもってバッサリスたちの柔らかな列を殺せ。

παῖδα Διὸς κερόεις ποταμήιος υἱὸς ὀλέσσει,

高く角立つゼウスの息子は、角持つ川の息子が滅ぼすであろう。

μή τις ὑποπτήσσειεν ἰδὼν ἐλατῆρα λεαίνηςἢ πρόμον ἀγροτέρης ἐπιβήμενον ἰξύος ἄρκτου,

雌獅子の乗り手や、野の熊の背に乗る先頭の者や、

μὴ θηρῶν ζυγίων βλοσυρὸν στόμα· τίς γὰρ ἀλύξει

軛に繋がれた猛獣どもの獰猛な口先を見て怯える者が決してあってはならぬ。

135

πόρδαλιν ἠὲ λέοντα κορυσσομένων ἐλεφάντων;

巨象たちが武装しているときに、誰が豹や獅子から逃げ出そうか。」

ὣς φαμένου βασιλῆος ἐπὶ κλόνον ἤιον Ἰνδοί,

王がこう語ると、インド人たちは乱戦へと進み出た。

οἱ μὲν ὑπὲρ νώτοιο σιδηροφόρων ἐλεφάντων,

ある者は鉄を身に帯びた巨象の背に乗り、

οἱ δὲ συνεστρατόωντο θυελλοπόδων ὑπὲρ ἵππων.

ある者は嵐の足持つ馬の上で隊列を組んだ。

καὶ πέλας ἦν πρυλέων στρατὸς ἄπλετος, οἱ μὲν ἀκωκάς,

そして歩兵たちの数知れぬ軍勢が近寄り、ある者は矛先を、

140

οἱ δὲ σάκος φορέοντες, ὁ δὲ κληῖδα φαρέτρης·

ある者は盾を帯び、ある者は矢筒の留め金を締めていた。

ἄλλος ἀνηέρταζεν ἀνὴρ χαλκήλατον ἅρπηνἀμητὴρ πολέμοιο, καὶ ἔστιχεν ἄλλος ἀείρων

またある男は青銅で鍛えられた大鎌を掲げる戦の刈り手となり、

ἀσπίδα καὶ θοὰ τόξα καὶ ἠνεμόεντας ὀιστούς.

別の者は盾と素早い弓と風のように疾い矢を携えて進んだ。

καὶ μόθον ἐστήσαντο παρὰ στόμα γείτονος Ἰνδοῦ,

彼らは隣なるインドの川の河口の傍らに陣を取り、

145

εἰς πεδίον προθέοντες. ἀπʼ εὐδένδροιο δὲ λόχμης

平野へと駆け出した。一方、木々茂る藪の中から、

ἀσπίσι καὶ ξιφέεσσι καὶ ἀρραγέεσσι πετήλοις

テュルソスを執るディオニューソスが、

θυρσοφόρος Διόνυσος ἑοὺς ἐκόρυσσε μαχητάς.

盾と剣と破れざる葉をもって己の戦士たちを武装させた。

καὶ πισύρων ἀνέμων φλογερῆς ἀντώπιον Ἠοῦς

そして彼は燃え立つ暁に向かい合い、

τέτραχα τεμνομένην στρατιὴν ἐστήσατο Βάκχων·5

四方の風に対応してバッコスたちの軍勢を四つに分けて配置した。

150

πρώτην μὲν βαθύδενδρα παρὰ σφυρὰ κυκλάδος Ἄρκτου,

第一の部隊は巡る大熊座の木々深い足元、

ἧχι πολυσπερέων ποταμῶν πεφορημένον ὁλκῷΚαυκασίου σκοπέλοιο Διιπετὲς ἔρχεται ὕδωρ,

カウカーソスの険しき峰から天より降る水が多くの川の牽引によって運ばれる地に、

τὴν αὐτὴν παρὰ πέζαν, ὅπῃ περιμήκεϊ πορθμῷ

また重々しく轟くヒュダスペース川が遥かな渡し場で渦を巻き返す流れを導く、

χεῦμα παλινδίνητον ἄγει βαρύδουπος Ὑδάσπης·

まさにその川辺に配置した。

τὴν ἑτέρην δὲ φάλαγγα συνήρμοσεν, ὁππόθι γαίης

第二の戦列は、山を巡る二つの河口を持つインダス川が、

μεσσατίης στεφανηδὸν ἐς ἑσπέριον κλίμα νεύωνδίστομος οὐρεσίφοιτος ἑὸν ῥόον Ἰνδὸς ἑλίσσει,

大地の中央から帯のように西の空へと傾きつつ自らの流れをうねらせ、

χεύμασιν ἀμφίζωστον ἐπιστέψας Παταλήνην·

その水流で取り巻かれたパタレーネーを取り囲む地に整え結集させた。

καὶ τριτάτην κόσμησεν, ὅπῃ νοτίῳ παρὰ κόλπῳ

第三の部隊は、

κύματι πορφύροντι μεσημβριὰς ἕλκεται ἅλμη·

南の湾の傍らで紫の波とともに南風の潮が引く地に整列させた。

160

καὶ στρατιὴν εὔχαλκον ἄναξ ἔστησε τετάρτηνἀντολίης ὑπὸ πέζαν, ὅθεν δονακῆα διαίνων

そして王は、青銅に輝く第四の軍勢を東の端の足元、

στέλλεται εὐόδμοισι κατάρρυτος ὕδασι Γάγγης.

葦原を潤しつつ香しい水で溢れ出るガンジス川が流れ出でる地に布陣させた。

κεκριμένης δὲ φάλαγγος ἐυκνήμιδος ἑκάστης

整えられた美しき脛当ての各戦列に、

165

τέσσαρας εὐπήληκας ἐκόσμεεν ἡγεμονῆας,

彼は兜美しき四人の指揮官を配し、

καὶ στρατὸν ὀτρύνων λαοσσόον ἴαχε φωνήν·

軍勢を励ましつつ兵を奮い立たせる声を響かせた。

構文注5 件
  1. 27.87χαλκοβαρὲς δὲ ὀφθαλμῷ τροχόεντι βέλος τετορημένον ἔστω

    τετορημένον ἔστω は完了受動分詞と命令法三人称単数 ἔστω からなる迂言的完了命令構文(periphrastic perfect imperative)。「(矢が)穿ち通された状態であれ」という持続的結果・完了状態を命令の意味合いで表している。ὀφθαλμῷ τροχόεντι は処格的与格。

  2. 27.95ἵνα φρένα μᾶλλον ἀμύξῃ Δηριάδην κτυπέοντα καὶ ἀστράπτοντα δοκεύων ζηλήμων Κρονίδης

    ἵνα 節の主語は ζηλήμων Κρονίδης であり、分詞句 Δηριάδην κτυπέοντα καὶ ἀστράπτοντα δοκεύων(轟き稲妻を放つデーリアデースを目の当たりにして)が主語を修飾する。対格 φρένα は部分の対格(あるいは影響を受ける心の座)。主語と動詞が離隔(hyperbaton)しているため文頭の ἵνα の枠組みに注意を要する。

  3. 27.110ναέτην βαρύδεσμον ἀπειρώδινος Ἀθήνης

    ναέτην は後続の τὸν καλέουσιν Ἐρεχθέα(人々がエレクテウスと呼ぶ者)の先行詞であり、燃やす対象として φλέξατε の直接目的語となっている。βαρύδεσμον はここでは「重き絆(あるいは囲い)の中に囚われた/住まう」という複合形容詞で、アテーナーがエレクテウスを箱の中に封じ込めた神話的伝承(κίστη に収めたこと)を示唆する。ἀπειρώδινος は「産みの苦しみを知らぬ」の意で、処女神アテーナーを修飾する属格。

  4. 27.126Ἀρισταῖον δὲ δαμάσσαι οὐ φθονέω Μορρῆι

    οὐ φθονέω(吝しまない/譲ることを厭わない)は与格(Μορρῆι)と不定詞(δαμάσσαι)を伴い、「モッレウスがアリスタイオスを打ち倒すことを拒まない(譲る)」という意味を表す。Ἀρισταῖον は不定詞 δαμάσσαι の目的語。

  5. 27.148πισύρων ἀνέμων φλογερῆς ἀντώπιον Ἠοῦς τέτραχα τεμνομένην στρατιὴν ἐστήσατο Βάκχων

    πισύρων ἀνέμων は(四方の風に対応して/向かって)という関係を表す属格(または ἀντώπιον にかかる語順の倒置)。あるいは ἀντώπιον が支配する属格二つ(πισύρων ἀνέμων と φλογερῆς Ἠοῦς)が並置されていると解せる。軍勢(στρατιήν)はテトラルキア的に四分割(τέτραχα τεμνομένην)され、続く詩行で北・西・南・東の順に各部隊の配置が詳述される。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:27.82-27.166