← パノポリスのノンノス

ディオニュシアカ

§22.322-22.401

ヒュダスペース川での虐殺とナイアスの訴え

弓手が次々と敵兵を射倒して戦列に間隙を作り、アイアコスは川へと追い詰めたインド兵たちを情け容赦なく虐殺してヒュダスペース川を血と死骸で埋め尽くすが、同族の縁を訴えるナイアスの叫びが響く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
322

εἰς σκοπὸν εἷλκε βέλεμνον· ἀριστοτόκῳ δʼ ἐπὶ νύμφῃ

的へと矢を引き絞り、最善の子を生みしニュンペー、

νίκης ἐλπίδα πᾶσαν ἐπέτρεπε Καλλιοπείῃ.

カリオペーに勝利の望みをすべて託した。

ἐννέα μὲν προέηκε τανυγλώχινας ὀιστούς,

九本の長い鏃の矢を放ち、

325

ἐννέα δʼ ἄνδρας ἔπεφνεν· ἔην δέ τις ἶσος ἀριθμὸς

九人の男を討ち取った。

πεμπομένοις βελέεσσι καὶ ὀλλυμένοισι μαχηταῖς·

放たれた矢と命を落とす戦士たちとは同数であった。

ὧν ὁ μὲν ἄκρα μέτωπα διέσχισεν ἰὸς ἀλήτης,

そのうち一本の彷徨い飛ぶ矢は額の頂を切り裂き、

ὃς δὲ δασυστέρνοιο κατέγραφεν ἄντυγα μαζοῦ,

別のものは、毛深い胸の乳房の輪郭を描くように裂き、

ἄλλος ὑπὲρ λαγόνων, ἕτερος δʼ ἐπὶ νηδύι πίπτωνμεσσατίῃ πεφόρητο χαρασσομένου κενεῶνος,

またあるものは脇腹の上に、さらに別のものは腹部の中央に当たって落ち、えぐられた脇腹を貫いて運ばれ、

ὃς δὲ διὰ πλευροῖο διέδραμεν, ὃς δὲ φυγόντοςὀρθὸς ἀελλήεντι ποδῶν ἐνεπήγνυτο1 ταρσῷ

あるものは肋骨を通り抜けて駆け抜け、あるものは逃走する者の風のように速い足の甲に直立して突き刺さり、

καὶ χθονίῳ σφήκωσεν ὁμοζεύκτῳ πόδα δεσμῷ.

大地の枷とともに結び合わされた絆で足を縛りつけた。

ἠνεμόεν δὲ βέλεμνον ἀνείρυσεν· ἐκ δὲ φαρέτρηςἄλλου πεμπομένοιο κατέδραμεν ἄλλος ἐπʼ ἄλλῳ

彼は風をはらむ矢を引き抜き、ひとつの矢が放たれると、箙からまた矢が次々と、

ἠερίῃ στροφάλιγγι κατάσσυτος ὄμβρος ὀιστῶν.

天空の旋風に乗って吹き荒れる矢の雨となって襲いかかった。

ὡς δʼ ὅτε χαλκείῳ τις ἐπʼ ἄκμονι χαλκὸν ἐλαύνων

あたかも鍛冶職人が青銅の金敷の上で青銅を打ち、休むことなき槌で火を鳴らす轟音を放ち、

ἀκαμάτῳ ῥαιστῆρι πυρίβρομον ἦχον ἰάλλει,

間近の赤熱した鉄塊を打つとき、打たれる鉄から多くの火花が飛び散り、

τύπτων γείτονα μύδρον, ἀποθρῴσκουσι δὲ πολλοὶἁλλόμενοι σπινθῆρες ἀρασσομένοιο σιδήρου,

空気を熱し、交互に放たれる勢いの中で、

ἠέρα θερμαίνοντες, ἀμοιβαίῃσι δὲ ῥιπαῖς2ὃς μὲν ἔην προκέλευθος, ὁ δὲ σχεδόν, ἄλλος ὀρούσας

あるものは先立ち、あるものは間近に迫り、またあるものは飛び立ちて今なお跳ね飛ぶ別の火花に燃える震動で追いつくように、

ἄλλον ἔτι θρῴσκοντα κιχάνεται αἴθοπι παλμῷ·ὣς ὅ γε τοξεύων στρατιὴν ἀντώπιον Ἰνδῶνμαρναμένων ἐκέδασσεν ἀλωφήτων ἀπὸ τόξων,

そのように彼も矢を放ちながら、容赦なき弓から放たれる矢によって、対峙するインド兵たちの戦列を散らし、

κτείνων ἄλλοθεν ἄλλον ἐπασσυτέροισι βελέμνοις.

次々と放たれる矢で至る所の敵を討ち倒した。

μεσσατίης δὲ φάλαγγος ἀλευαμένης νέφος ἰῶν

中央の部隊が矢の雲を避けて退いたため、その場は空虚となり、

χῶρος ἐγυμνώθη, κεραῆς ἴνδαλμα Σελήνης,

まるで角を持つ月の姿のようであった。

ἀμφιφαὴς ὅτε βαιὸν ἀποστίλβουσα κεραίηςἄκρα διαπλήσασα δύω νεοφεγγέος αἴγλης

両端を輝かせ、わずかに角の先端を煌めかせ、生まれたばかりの光の輝きで二つの先端を満たし、

κεκλιμέναις ἀκτῖσι μέσον κύκλοιο χαράσσει,δίζυγι κεκριμένῳ μαλακῷ πυρί· μεσσατίης δὲ

傾いた光線によって円の中央を刻みつけ、対をなし分かたれた柔らかな炎を持つときのように、

γυμνὰ χαρασσομένης ἔτι φαίνετο κύκλα Σελήνης.

中央を刻まれつつある月の欠けた円がなお現れているかのようであった。

οὐδὲ μάχης ἀπέληγε συναιχμάζων Διονύσῳ

ディオニューソスとともに戦う不屈のアイアコスもまた戦いをやめず、

355

Αἰακὸς ἀπτοίητος, ἐβακχεύθη δὲ κυδοιμῷ

殺戮の狂気にとらわれて

κτείνων ἔνθα καὶ ἔνθα· καὶ ἐκ πεδίοιο διώκων

あちこちで敵を討ち倒し、

εἰς προχοὰς ποταμοῖο μετήγαγε λαὸν ἀλήτην.

平原から敗走する軍勢を追って川の河口へと追いやった。

συμφερτοὶ δʼ ἕνα μοῦνον ἐκυκλώσαντο μαχηταὶτυπτόμενον ξιφέεσσι καὶ οὐκ ἀλέγοντα μαχαίρης,

集まった戦士たちが、剣で打たれながらも刀も意に介さず、

360

οὐ βέλεος πτερόεντος· ἐπασσυτέρῃσι δὲ ῥιπαῖς

翼ある矢も顧みないただひとりの男を取り囲んだ。だがその俊敏な男は、

κυανέης ἤμησε σιδήρεα λήια χάρμης

次々と打ち下ろす勢いによって黒き戦いの鉄の刈り穂を刈り取り、

κραιπνὸς ἀνὴρ καὶ πᾶσιν ἐμάρνατο, τοὺς μὲν ἐπʼ ὄχθαις,

すべてと戦い、ある者をば岸辺で、

τοὺς δὲ κάτω ποταμοῖο μαχήμονι χειρὶ δαΐζων·

ある者をば川の深みで、戦う手によって切り裂いた。

καὶ νεκύων ἔπλησεν ὅλον ῥόον· ὀλλυμένων δὲ

そして川の流れ全体を死骸で埋め尽くした。

365

αἵματι μορμύρων ἐρυθαίνετο λευκὸς Ὑδάσπης.

死にゆく者たちの血潮で轟きながら、白きヒュダスペース川は赤く染まった。

καί τις ἀνὴρ προμάχοιο φυγὼν ἀνεμώδεα ῥιπὴν

そしてある者は、先鋒の風のような勢いから逃れ、

κύμβαχος αὐτοκύλιστος ἐπωλίσθησε ῥεέθρῳ,

頭から真っ逆さまにみずから転がり落ちて川の流れへと滑り込み、

καὶ πολὺς ἀρτιδάικτος ἀκοντιστῆρι σιδήρῳσύρετο κυματόεντι νέκυς πεφορημένος ὁλκῷ

投擲された鉄の刃に切り裂かれたばかりの多くの死骸が、波打つ水流に押し流され、

370

οἰδαλέοις μελέεσσιν· ὑποβρυχίοιο δὲ λύθρου

膨れ上がった四肢を漂わせて運ばれた。沈みゆく血潮の深みで、

νηιάδες λούσαντο δαφοινήεντι ῥεέθρῳ,

水の精霊ニュンペーたちは血塗られた流れの中で身を洗い、

καὶ φονίαις λιβάδεσσιν ἐφοινίχθη μέλαν ὕδωρ.

殺戮の滴によって黒き水は赤く染まった。

πολλοὶ δʼ ἐν προχοῇσιν ἀπορρίψαντες ἀκωκὴν

多くの者たちが河口で武器の切っ先を投げ捨て、

ἱκεσίην ἀνέφαινον ἀτευχέες, ὃς μὲν ἐπʼ ὄχθαις,

武装を解いて嘆願の姿を見せた。

375

ὃς δὲ παρὰ ψαμάθοις τετανυσμένος, ὃς δʼ ἐπὶ γαίῃ

ある者は岸辺で、

ὄρθιος ὀκλάζων, κυρτούμενον αὐχένα κάμπτων·

ある者は砂の上に身を伸ばし、ある者は大地に直立して膝を屈し、曲げられた首を垂れた。

ἀλλὰ λιτὰς ἀπέειπεν ἄνω νεύοντι προσώπῳ

しかしアイアコスは顔を上に向けて拒絶し、

Αἰακὸς ἀντιβίοισιν ἀκαμπέα μῆνιν ἀέξων·

敵に対する不屈の怒りを募らせて嘆願を退けた。

αἰχμητὴν δʼ ἀσίδηρον ἔτι ψαύοντα λιτάων

鉄を持たず、今なお嘆願にすがる槍兵リュカーオーンを、

380

οὐχ ἕνα μοῦνον ἔπεφνε Λυκάονα,3 δυσμενέας δὲ

ひとりだけ討ち取ったのではなく、

χερσὶν ἀθωρήκτοισι κυλινδομένους ἐπὶ γαίῃ

鎧もまとわぬ手で大地に転がる無数の敵兵たちを打ち滅ぼし、

νηρίθμους κεράιζε, ῥόον ποταμοῖο μιαίνων·

川の流れを汚した。

καὶ πολὺν Ἀστεροπαῖον ἐδέξατο νεκρὸν Ὑδάσπης.

そしてヒュダスペース川は、数多のアステロパイオスさながらの死骸を受け入れた。

Οὐδʼ ἀθεεὶ πολέμιζε καὶ Αἰακός· ἀντιβίους γάρ,

アイアコスもまた神の導きなしに戦ったのではなかった。ペーレウスの父として、彼は敵を川の深みで切り裂き、

385

ὡς γενέτης Πηλῆος, ἔσω ποταμοῖο δαΐζωνἰκμαλέον μόθον εἶχε καὶ ὑδατόεσσαν Ἐνυώ,οἷα προθεσπίζων ποταμοῦ περὶ χεῦμα Καμάνδρου

湿り気ある激戦と水浸しの戦火を繰り広げ、

φύλοπιν ἡμιτέλεστον ἐπεσσομένην Ἀχιλῆι·

あたかもスカマンドロス川の流れの周りでアキレウスに訪れる未完の激戦をあらかじめ予言するかのようであった。

καὶ μόθον υἱωνοῖο μόθος μαντεύσατο πάππου.

祖父の戦いが孫の戦いを予言したのである。

390

καί τις ἐνὶ προχοῇσιν ἀσάμβαλος ἴαχε Νύμφη

そして河口で、素足の水の精霊ニュンペーが、

νηιὰς ἀκρήδεμνος ὑπερκύψασα ῥοάων·

ヴェールもつけずに水流から身を乗り出して叫んだ。

Νηιάδων ὁμόφυλε, Διιπετὲς αἷμα κομίζων,4

「ナイアスたちと同族の者よ、ゼウスより流れ出でし血を引く者よ、

ἁγνὸν ὕδωρ ἐλέαιρε Διιπετέος ποταμοῖο.

ゼウスより注がれし川の清らかな水を憐れみたまえ。

ἄρκιον Ἰνδὸν ὄλεσσε τεὸν δόρυ· παύεο Νύμφαις

そなたの槍は十分にインド兵を滅ぼした。

395

δάκρυα Νηιάδεσσιν ἀδακρύτοισιν ἐγείρων·

涙を知らぬ水の精霊ナイアスたちに涙を呼び起こすのをやめたまえ。

νηιὰς ὑδατόεσσα καὶ ὑμετέρη πέλε μήτηρ·

水に棲むナイアスこそはそなたたちの母でもあったのだ。

κούρην γὰρ ποταμοῖο τεὴν Αἴγιναν ἀκούω.

そなたのアイギーナは川の神の娘であると聞いているからだ。

μνώεο, τίς σε λόχευσε, καὶ οὐκέτι χεῦμα μιαίνεις.

誰がそなたを生み落としたかを思い起こし、もはや流れを汚すのをやめたまえ。

ἵξομαι εἰς ῥόον ἄλλον ἀκήρατον, εἰς ἅλα βαίνω.

私は別の汚れなき流れへと去り、海へと向かおう。

400

καί με θαλασσαίη δέχεται Θέτις· ἀλλὰ μελέσθω

海の女神テティスが私を迎え入れてくれるだろう。だがこの血塗られた流れは、

αἱματόεις ῥόος οὗτος Ἐρινύι καὶ Διονύσῳ.

復讐の女神エリーニュスとディオニューソスに委ねるがよい。」

構文注4 件
  1. 22.332ἐνεπήγνυτο

    直説法未完了過去中受動態三人称単数形。先行する指示代名詞 ὃς(「ある矢は」)を主語とし、意味上は自動詞的に「(矢が)突き刺さった」の意。ταρσῷ(足の裏・甲)が場所の与格として係り、続く σφήκωσεν の主語も同一の矢である。

  2. 22.341ἀμοιβαίῃσι δὲ ῥιπαῖς

    様態・手段の与格句。「交互の勢い(打撃・飛散)によって」。金敷から飛び散る火花が槌の打ち下ろしに合わせて次々と生じる様を描く比喩の骨格をなす。

  3. 22.380οὐχ ἕνα μοῦνον ἔπεφνε Λυκάονα

    ホメロス『イーリアス』第21巻でアキレウスが無防備のリュカーオーンを容赦なく討った有名な場面を踏まえた比喩的表現。「リュカーオーンのような者をひとりだけ討ったのではない」の意で、続く「数多のアステロパイオスさながらの死骸」(πολὺν Ἀστεροπαῖον... νεκρόν)と対をなし、祖父アイアコスの戦いが孫アキレウスのスカマンドロス河畔の戦闘(第21巻)の原型であることを示す長大な予型論的対比を構成している。

  4. 22.392Διιπετὲς αἷμα κομίζων

    分詞構文で、呼びかけの相手(アイアコス)を修飾する。「ゼウスから落ちた/ゼウスを源とする血を受け継ぐ者として」。直後の Διιπετέος ποταμοῖο(天・ゼウスより注がれた河川)と同一の形容詞 Διιπετής を重ねることで、アイアコスと川(ヒュダスペース)双方がともにゼウスに由来する神聖な存在であることを強調し、同根の神聖さへの敬意を促す修辞的効果を持つ。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:22.322-22.401