← パノポリスのノンノス

ディオニュシアカ

§20.84-20.163

ディオニュソスの出陣と凶虐なリュクールゴス

エリスの叱咤を受けて目覚めたディオニュソスは、ボトリュスやピトスらを従えてインドへの進軍を開始する。アラビアの地に達した一行の前に、オイノマオスのように旅人の首を門に飾る凶虐なリュクールゴスが現れる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
84

Ἄργον, ἀεξικάκοιο βοοσκόπον υἱὸν ἀρούρης,1

災いを育む大地の子たる牛飼い、

85

Ζηνὸς ὀπιπευτῆρα βοοκραίρων ὑμεναίων·

ゼウスと角ある雌牛の婚姻を見張るアルゴスをも倒さなかった。

ἀλλὰ παρὰ Σταφύλῳ καὶ Βότρυϊ κῶμον ὑφαίνεις,

それだのにお前はスタピュロスやボトリュスのもとで狂宴を編み、

ἀκλειὴς ἀσίδηρος ἐποίνιον ὕμνον ἀείδων·

名誉もなく武具も持たずに酒の賛歌を歌っている。

αἰσχύνεις Σατύρων χθόνιον γένος, ὅττι καὶ αὐτοὶ

サテュロスの地上の種族をも恥じ入らせているのだ。

Βακχιάδος ψαύοντες ἀναιμάκτοιο χορείης

彼らですら血を流さぬバッカイの舞踏に加わりつつ、

90

Ἄρεος ἐλπίδα πᾶσαν ἐπετρέψαντο κυπέλλοις.

アレースへの期待をすべて酒杯へと委ねてしまったのだから。

ἔστι καὶ εἰλαπίνη μετὰ φύλοπιν, ἔστι χορεύειν

戦いの後にも祝宴はある。

Ἰνδῴην μετὰ δῆριν ἔσω Σταφύλοιο μελάθρων·

インドとの戦いを終えてからスタピュロスの館で踊るがよい。

πηκτίδες ἄψ αὔουσιν ἐνυαλίην μετὰ νίκην·

竪琴は戦いの勝利のあとにふたたび鳴り響くのだ。

νόσφι πόνων οὐκ ἔστιν ἀνέμβατον αἰθέρα ναίειν·

苦難なくして、人の踏み入れぬ天のアイテールに住まうことは叶わない。

95

οὐ πέλε ῥηιδίη μακάρων ὁδός· ἐξ ἀρετῆς δὲ

神々の道は平坦ではないのだ。

ἀτραπὸς Οὐλύμποιο θεόσσυτος εἰς πόλον ἕλκει.

徳から発する神の授けし小径こそが、オリュンポスの天球へと人を引き上げる。

τέτλαθι καὶ σὺ πόνους πολυειδέας· οὐρανίην γὰρ

お前も様々な苦難を耐え忍ぶがよい。ヘーラーは怒りながらも、

Ἥρη σοὶ κοτέουσα Διὸς μαντεύεται αὐλήν.2

お前に天なるゼウスの宮廷に入る運命を告げているのだから」

ὣς φαμένη πεπότητο. θεὸς δʼ ἀνεπήλατο λέκτρων,

こう語ると女神は飛び去った。神は戦慄すべき脅しの夢の響きをなお耳に残しつつ、

100

φρικτὸν ἔχων ἔτι δοῦπον ἀπειλητῆρος ὀνείρου

寝床から跳び起きた。

καὶ θρασὺς ἄνθορε Βότρυς, ἑὸν δʼ ἔνδυνε χιτῶνα

勇気あるボトリュスも跳び起き、

Σιδονίης ἀκτῖνας ἀκοντίζοντα θαλάσσης,

シドン海の輝きを放つ自らのキトーンをまとい、

καὶ χρυσέῳ συνέεργεν ἀρηρότα ταρσὰ πεδίλῳ·

黄金のサンダルを足にしっかりと締め合わせた。

ὤμοις δʼ ἀκαμάτοις διμερῆ κληῖδα φυλάσσων

疲れを知らぬ両肩で左右の鎖骨を覆いつつ、

105

φαιδρὸν ἁλιχλαίνων περονήσατο φᾶρος ἀνάκτων,

王たちがまとう輝かしい紫の外衣を留め金で留め、

πατρῴην λαγόνεσσι βαλὼν ὑψήνορα μίτρην,

父譲りの気高き帯を腰に巻き、

σκῆπτρον ἔχων. Σάτυροι δὲ δαφοινήεσσαν ἀπήνην

笏を手にした。サテュロスたちは急ぎ立つディオニュソスのために、

πορδαλίων ἔζευξαν ἐπειγομένῳ Διονύσῳ·

血に飢えた豹の戦車に軛をかけた。

Σειληνοὶ δʼ ἀλάλαζον· ἐμυκήσαντο δὲ Βάκχαι

セイレーノスたちは鬨の声をあげ、

110

θυρσοφόροι· στρατιαὶ δὲ συνήλυδες εἰς μόθον Ἰνδῶν

テュルソスを掲げたバッカイたちは咆哮した。インド人との戦いへと集う軍勢は列をなして進軍し、

στοιχάδες ἐρρώοντο· καὶ ἔβρεμεν αὐλὸς Ἐνυοῦς·

戦いの笛が鳴り響き、

κεκριμένας δὲ φάλαγγας ἐκόσμεον ἡγεμονῆες.

指揮官たちは整然たる隊列を整えた。

καί τις ὑπὲρ νώτοιο θορὼν ἐπιβήτορι παλμῷεἰς δρόμον ἐσσυμένης λοφίην ἐπεμάστιεν ἄρκτου

ある者は跳び乗る勢いで背の上に躍り出て、

115

λυσσαλέης· ἕτερος δὲ δασύτριχα γαστέρα νύσσων

疾走する狂暴な雌熊の鬣に鞭をあてた。別の者は毛深い腹を刺激し、

ἄγριον ἡνιόχευε καλαύροπι ταῦρον ἀλήτην,

両脇に伸ばした足を締めつけながら、

πλευραῖς ἀμφοτέραις κεχαλασμένα ταρσὰ συνάπτων·

野放しの雄牛を杖で駆った。

ὃς δὲ δασυστέρνων ῥαχίης ἐπέβαινε λεόντων

またある者は胸毛豊かな獅子の背に乗り、

αὐχενίων πλοκάμων δεδραγμένος ἀντὶ χαλινοῦ.

手綱の代わりに頸の巻き毛をしっかりと握りしめた。

120

καὶ μέγαρον πατρῷον ὁμοῦ καὶ κλῆρον ἐάσας

赤ら顔のボトリュスは父の宮殿も領地も後に残し、

βότρυς ἐρευθήεις, τετράζυγον ἅρμα τιταίνων,σύνδρομος ἡνιόχευε φιλοσταφύλῳ Διονύσῳ,

四頭立ての戦車を駆り立て、

δμῶας ἔχων κατόπισθε· μέθῃ δʼ ἅμα μητέρι νύμφη

従者たちを後ろに従えて葡萄を愛するディオニュソスと並んで走らせた。母メテーとともに、

λευκοχίτων ἀνέβαινεν ἐς ἀργυρόκυκλον ἀπήνην,

白いキトーンをまとった若妻が銀の車輪の馬車に乗り、

125

καὶ ζυγίων Φασύλεια κυβερνήτειρα λεπάδνων3

パシュレイアが軛の革紐を操りつつ、

εἰς λόφον ἡμιόνων χρυσέην ἐλέλιζεν ἱμάσθλην·

ラバの首筋に黄金の鞭を鳴り響かせた。

καὶ Πίθος εὐρυκάρηνος, ὀπίστερον ἅρμα τιταίνων,

頭の大きなピトスも後ろの戦車を駆り、

ἕσπετο θητεύων καὶ Βότρυϊ καὶ Διονύσῳ.

ボトリュスとディオニュソスの双方に仕えつつ従った。

οὐ μὲν ἔην ἀγέραστος· ἑλὼν δέ μιν εἰς χθόνα Λυδῶν

彼も報いを受けずに終わったわけではない。バッコス王は彼をリュディアの地へ連れてゆき、

130

Βάκχος ἄναξ ἔστησε μέθης ἐγκύμονι ληνῷ,

酔いを孕む圧搾桶の傍らに据え、

δεχνύμενον χυτὸν ὄγκον ἐυρραθάμιγγος ὀπώρης

酒を蓄える器の中に雫滴る豊かな果実の注がれる重みを受け止めさせた。

ἄγγεσιν οἰνοδόκοις, ὅθεν οὔνομα τοῦτο φυλάσσων

そこからこの名を保ちつつ、紫の腹を持つ大甕(ピトス)

πορφυρέῳ κενεῶνι πίθος παρὰ γείτονι ληνῷ

は隣り合う圧搾桶の傍らに立ち、

ἵσταται4 Εὔια δῶρα δεδεγμένος εἰσέτι Βάκχου,

かつてのピトスの記念として、

135

σῆμα Πίθου προτέροιο· καὶ εἰ βροτέην λάχε φωνήν,

今なおバッコスの歓喜の賜物を受け止めている。もし彼が人間の声を得ていたならば、

τοῖον ἔπος Σατύροισιν ἐρεύγετο κῶμον ἀκούων·

サテュロスたちの宴のざわめきを聞きながら、このような言葉を吐き出したことであろう。

εἰμὶ Πίθος, προτέροιο φερώνυμος, ἄγχι δὲ ληνοῦ

「我は大甕(ピトス)、先人の名を負うもの。

δέχνυμαι ἡμερίδων γλυκερὸν ῥόον· Ἀσσυρίου δὲ

圧搾桶の傍らで葡萄の甘き流れを受け止める。

λάτρις ἐγὼ Σταφύλου καὶ Βότρυος, ἀμφοτέρους δὲ

我はアッシリアのスタピュロスとボトリュスの従僕であり、

140

νηπιάχους ἔθρεψα γέρων τροφός· εἰσέτι δʼ ἄμφω,

幼き二人を老いた養育者として育て上げた。今なお二人を、

οἷα πάλιν ζώοντας, ἐμαῖς λαγόνεσσιν ἀείρω.καὶ τὰ μὲν ὣς ἤμελλε μετὰ χρόνον ὀψὲ τελέσσαι

再び生き返ったかのように我が腹に抱きかかえているのだ」

Βάκχος ἄναξ. περόων δὲ Τύρον καὶ Βύβλον ὁδεύων

バッコス王はのちに時を経てこれらを成し遂げることになる。神はテュロスを通り、ビュブロスを巡り、

καὶ ποταμοῦ θυόεντος Ἀδώνιδος εὔγαμον ὕδωρ

アドニス川の香り高き良き婚姻の水、レバノンの峰、

145

καὶ σκόπελον Λιβάνοιο καὶ ἔνδια Κυπρογενείης,

キュプロス生まれの女神の住まう地を越えてアラビアへと足を踏み入れた。

Ἀρραβίης ἐπέβαινε, καὶ εὐόδμων ὑπὸ δένδρων

そして芳しき木々の下、

Νυσιάδος τανύφυλλον ἐθάμβεε δειράδα λόχμης

ニューサの葉茂る茂みの尾根と、

καὶ πόλιν αἰπύδμητον, ἀκοντοφόρων τροφὸν ἀνδρῶν.

槍を持つ戦士たちを育む聳え立つ町に驚嘆した。

ἔνθά τις, Ἄρεος αἷμα, μιαιφόνος ᾤκεεν ἀνήρ,

そこにはアレースの血を引く、血塗られた一人の男が住んでいた。

150

ἤθεσι ῥιγεδανοῖσιν ἔχων μίμημα τοκῆος,ὀθνείους ἀθέμιστος ἀμεμφέας εἰς μόρον ἕλκων,

恐るべき性向において父を模倣し、

αἰνομανὴς Λυκόοργος· ἀποκταμένων δὲ σιδήρῳ

法を無視して罪なき旅人を破滅へと引きずり込む凶狂の男リュクールゴスである。

ἔστεφεν ἀνδρομέοισιν ἑὸν πυλεῶνα καρήνοις

彼は刃で討ち取った人間の首で自らの城門を飾り立てていた。

εἴκελος Οἰνομάῳ καὶ ὁμόχρονος, οὗ ποτε δειλὴ

それはオイノマオスに似通い、その時代を同じくしていた。

155

πατρὸς ἀνυμφεύτοισι δόμοις ἐφυλάσσετο κούρη

かつてオイノマオスの館では、不幸な娘が父の嫁ぐことなき屋敷の中で、

χήρη, γηραλέη, γαμίων ἔτι νῆις Ἐρώτων,

夫もなく年老い、婚姻の愛を知らぬまま閉じ込められていた。

εἰσόκε Τανταλίδης, ἱππήλατον οἶδμα χαράσσων,

タンタロスの子が馬馳せる波を切り裂き、

ἄβροχον ἅρμα φέρων τετράζυγον ἐννοσιγαίου

大地を揺るがす神の濡れぬ四頭立ての戦車を駆って花嫁を争う競走に臨むまでは。

νυμφίδιον δρόμον εἶχεν, ὅτε τροχοειδέι κύκλῳ

そのとき機知に富むミュルティロスは、

160

Μυρτίλος αἰολόμητις ἐπίκλοπον ἤνυσε νίκην

嘆くヒッポダメイアへの憐憫と愛から、

μιμηλῷ τελέσας ἀπατήλιον ἄξονα κηρῷ,

偽りの蝋でできた欺きの車軸を仕立て、

οἶκτον ἔχων καὶ ἔρωτα γοήμονος Ἱπποδαμείης·

円環をなす車輪によって奪い取った勝利を成し遂げた。

καὶ δρόμος ἦν ἀνόνητος· ὑπʼ Ἠελίοιο δὲ δίφρῳ

だがその競走も無益であった。太陽の戦車のもとで……

構文注4 件
  1. 20.84Ἄργον, ἀεξικάκοιο βοοσκόπον υἱὸν ἀρούρης

    直前の箇所末尾にある「οὐ πρόμον Ἥρης」(ヘーラーの先鋒をも[倒さなかった])に続く直接目的語(対格)の並列。「οὐ κτάνες ἰῷ... οὐ κατέπεφνες... οὐ [κατέπεφνες] θρασὺν Ὠρίωνα... οὐ [κατέπεφνες] πρόμον Ἥρης / Ἄργον」という一連の否定文の骨格を受けており、新たな文の主語ではなく直前の動詞の目的語として文脈上解釈される。

  2. 20.98Ἥρη σοὶ κοτέουσα Διὸς μαντεύεται αὐλήν

    分詞 κοτέουσα は「怒り狂っているにもかかわらず」という譲歩的な意味合いを帯びる。怒れるヘーラーが彼に課す試練そのものが、逆説的にお前がゼウスの宮廷(天上の神格)を得る運命を予言・保証しているという文脈を表す。

  3. 20.123μέθῃ δʼ ἅμα μητέρι νύμφη / λευκοχίτων ἀνέβαινεν ἐς ἀργυρόκυκλον ἀπήνην, / καὶ ζυγίων Φασύλεια κυβερνήτειρα λεπάδνων

    νύμφη(花嫁・若妻)と次行の固有名詞 Φασύλεια は同格の関係にある。前行で「母メテーとともに白き衣の若妻が乗った」と提示された人物が、続く行で「そして軛の革紐を操るパシュレイアが……」と具体名で同定されている。

  4. 20.132ὅθεν οὔνομα τοῦτο φυλάσσων / πορφυρέῳ κενεῶνι πίθος παρὰ γείτονι ληνῷ / ἵσταται

    従者としての固有名詞 Πίθος(ピトス)から、酒甕を指す普通名詞 πίθος への語源説明的(エティオロジー的)転換を示している。ὅθεν(それゆえ)に導かれ、かつてディオニュソスに仕えたピトスの名と記憶を留めるものとして、圧搾桶の傍らに置かれる大甕の起源が語られている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:20.84-20.163