← パノポリスのノンノス

ディオニュシアカ

§15.269-15.343

ヒュムノスの求愛とニカイアの標的となる懇願

ヒュムノスは神話の先例を引いてニカイアに求愛し、彼女の武具に口づけして葦笛を奏でるが、ニカイアはこれを嘲笑して槍を構える。狂おしい恋に囚われたヒュムノスは、彼女の手にかかって死ぬことを願い、自ら矢の標的となることを誓う。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
269

ζῆλον ἔχω τόξοιο καὶ ἀπνεύστοιο φαρέτρης.

私は弓と息せぬ矢筒を妬ましく思う。

270

αἴθε μεσημβρίζουσα ποθοβλήτῳ παρὰ πηγῇ

ああ、彼女が恋に打たれた泉の傍らで昼の憩いをとり、

γυῖα καταψύξειεν, ἴδω δʼ ὑψαύχενα κούρην,

手足を冷やしてくれれば、そして誇り高く首を立てる乙女を、

ναὶ δαμάλη, ναὶ μόσχε, δίχα φθονεροῖο χιτῶνος.

おお若い牝牛よ、おお子牛よ、妬ましい下衣なしに見ることができれば!

οὔ πώ μοι, Κυθέρεια, τόσην ᾤκτειρας ἀνάγκην;

キュテレイアよ、あなたはいまだ私のこのような激しい苦難を憐れんでくださらぬのか。

Θρινακίην οὐκ οἶδα καὶ οὐ κεραελκέα ποίμνην,

私はトリナキエーを知らず、角の反り返った家畜の群れも知らぬ。

275

οὐ βόας Ἠελίοιο κατʼ οὔρεα ταῦτα νομεύω,

これらの山野でヘーリオスの牛を放牧しているわけでもなく、

οὐ κρυφίην ἤγγειλε πατὴρ ἐμὸς Ἄρεος εὐνήν.

私の父がアレースの密かな褥を告げ口したわけでもない。

παρθένε, μή με δίωκε, καὶ εἰ βόας εἰς νομὸν ἕλκω·

乙女よ、私を追い払わないでおくれ、たとえ私が牛たちを牧場へと追う者であるとしても。

οὐρανίων λεχέων ἐπιβήτορές εἰσι νομῆες·

牧人たちもまた天上の褥に登る者たちなのだ。

Τιθωνὸς ῥοδόεις πέλε νυμφίος, ὃν διὰ μορφὴν

薔薇色のティートーノスも花婿であった。

280

δίφρον ἑὸν στήσασα φαεσφόρος ἥρπασεν Ἠώς·

その容貌のゆえに、 光を運ぶエーオースは自らの戦車を止めて彼を攫ったのだ。

καὶ Διὸς οἰνοχόος πέλε βουκόλος, ὃν διὰ κάλλος

またゼウスの酌人も牛飼いであった。

φειδομένοις ὀνύχεσσιν ἐκούφισεν ὑψιπέτης Ζεύς.

その美しさゆえに、 高く飛ぶゼウスが手加減した爪で彼を持ち上げたのだ。

δεῦρο, βόας ποίμαινε, καὶ ὁπλοτέρην σε καλέσσω

さあここへ来て、牛たちを放牧しておくれ。

ἄλλῳ βουκολέοντι σὺν Ἐνδυμίωνι Σελήνην·

そうすれば私は、別の牛飼い エンデュミオーンと共にある若きセレーネーとお前を呼ぼう。

285

ῥῖπτε βέλος καὶ ψαῦε καλαύροπος, ὄφρά τις εἴπῃ·

矢を投げ捨てて牧人の杖に触れておくれ、誰かがこう言うように。

Ὕμνου μηλονόμοιο βόας Κυθέρεια νομεύει.

『羊飼いヒュムノスの牛をキュテレイアが放牧している』と。」

ὣς φάτο καὶ λιτάνευε, φίλων δʼ ἐδράξατο γούνων

こう語って彼は懇願し、女に狂う両手で彼女の愛しい膝にすがり、

χερσὶ γυναιμανέεσσι, καὶ ἕσπετο, καί οἱ ἐνίψαι

あとを追い、エロースの狂乱を彼女に告げるのを

ἔτρεμεν οἶστρον Ἔρωτος, ἑῇ δʼ ὑπεμέμφετο σιγῇ.

恐れては、自らの沈黙を責め立てた。

290

καί ποτε θάρσος ἔχων γαμίων ὑποεργὸν Ἐρώτων

そしてあるとき、婚礼のエロースたちの助けとなる勇気を奮い起こし、

κείμενα Νικαίης ἀνεκούφισεν ἔντεα θήρης,

地に置かれていたニカイアの狩猟の具を持ち上げ、

καὶ δόρυ θοῦρον ἄειρε, πόθου δʼ ὑπὸ μείζονι κέντρῳ

猛々しい槍を取り上げ、さらに大きな欲望の棘に駆られて、

κούρης χωομένης γλυκερὴν ἤειρε φαρέτρην,

怒れる乙女の甘やかな矢筒を取り上げ、

καὶ κύσε δίκτυα κωφὰ καὶ οὐ πνείοντας ὀιστούς,

物言わぬ網と息せぬ矢たちに口づけし、

295

χείλεσι τερπομένοισι μιαιφόνον ἰὸν ἐρείσας,

喜びに満ちた唇に人殺しの矢を押し当て、

καὶ στέρνοις ἐπέλασσεν ἀφειδέι χειρὶ πιέζων·

容赦なき手で胸へと押しつけながら引き寄せた。

καί τινα μῦθον ἔειπεν ἀδουπήτῳ τινὶ φωνῇ·

そして静かな声でこのような言葉を口にした。

Πρὸς Παφίης, φθέγξασθε πάλιν, δρύες, ὡς ἐπὶ Πύρρης,

「パピアにかけて、樫の木々よ、ピュラーの時代のように、

ὡς ἐπὶ Δευκαλίωνος, ἐλέγξατε λυσσάδα κούρην.

デウカリオーンの時代のように、ふたたび声を上げ、この狂乱の乙女を論駁しておくれ。

300

δάφνη καὶ σὺ φίλη, δενδρώδεα ῥῆξον ἰωήν·

愛しいダプネーよ、そなたもまた樹木の声を響かせておくれ。

αἴθε καλὴ Νίκαια πάρος πέλε, καί κεν Ἀπόλλω ν

美しきニカイアが昔いたなら、アポローンは

ἁβροτέρην ἐδίωκε, καὶ οὐ φυτὸν ἔπλετο Δάφνη.1

よりしとやかな彼女を追ったであろうし、ダプネーは樹木にならずに済んだものを。」

ὣς φάτο· καὶ σύριγγι σαόφρονος ἐγγύθι κούρης

こう語った。そして貞淑な乙女のすぐそばで、葦笛によって

μάρτυν ἑῆς ὀδύνης, γαμίην ἐμελίζετο μολπήν.

己の苦痛の証人として、婚礼の調べを奏でた。

305

παρθενικὴ δʼ ἀγόρευεν ἐπεγγελόωσα νομῆι·

すると乙女は牛飼いを嘲笑いながら言った。

Ἡδὺς ὁ συρίζων Παφίης μέλος ὑμέτερος Πάν·

「パピアの調べを笛で奏でるお前たちのパーンは快いものね。

πολλάκι μέλψεν Ἔρωτα καὶ οὐ πέλε νυμφίος Ἠχοῦς.

彼はしばしばエロースを歌ったけれど、エーコーの花婿にはなれなかった。

ἆ πόσα Δάφνις ἄειδεν ὁ βουκόλος· ἀμφὶ δὲ μολπῇ

ああ、牛飼いダプニスがどれほど歌ったことか。だがその調べに対し、

παρθένος ἀστιβέεσσιν ἐκεύθετο μᾶλλον ἐρίπναις

乙女は牧人の叫びの歌から逃れて、

310

ποιμενίης φεύγουσα βοῆς μέλος. ἆ πόσα Φοίβου

人跡未踏の崖にいっそう身を隠した。 ああ、

ἔκλυε μελπομένοιο καὶ οὐ φρένα θέλγετο Δάφνη.

ダプネーは歌うポイボスの声をどれほど聞いたことか、だがその心を魅了されることはなかった。」

ὣς φαμένη δόρυ θοῦρον ἐδείκνυεν ἄφρονι βούτῃ.

こう言って彼女は愚かな牛飼いに猛々しい槍を突きつけた。

αὐτὰρ ὁ λυσσήεντι τετυμμένος ἡδέι κέντρῳ,

だが彼は甘美で狂おしい棘に打たれ、

μὴ νοέων, ὅτι τόσσον ἔην ἄστοργος Ἀμαζών,

このアマゾーンがこれほどまでに情け知らずであるとは悟らず、

315

πομπὸν ἑοῦ θανάτοιο δυσίμερον ἴαχε φωνήν·

自らの死を招く悲痛な叫びの声を上げた。

Ναί, λίτομαι, προΐαλλε φίλον δόρυ, χιονέῃ δὲ

「そうだ、頼む、愛しい槍を突き出してくれ、そなたの雪のような手で

κτεῖνέ με σῇ παλάμῃ, καὶ τέρπομαι· οὐ σέο λόγχην,

私を殺しておくれ、そうすれば私は歓喜しよう。私はそなたの槍の穂先を、

οὐ τρομέω, φυγόδεμνε, τεὸν ξίφος, ὅττι τελευτὴν

床を避ける乙女よ、そなたの剣を恐れはしない。

ὀξυτάτην ὀπάσειεν, ὅπως ποτὲ πικρὸν ἀλύξω

それがいとも速やかな死を もたらし、エロースの苦い消えぬ傷、胸の下で燃え盛る炎から

320

ἔμπεδον ἕλκος Ἔρωτος, ὑπὸ φρένα βοσκόμενον πῦρ.

ついに私が逃れられるようにしてくれるだろうから。

τεθναίην, ὅτι πότμος ἐπήρατος· εἰ δὲ βελέμνῳ

死なせてくれ、その運命は愛らしいのだから。もし弓を持つそなた自身が、

τοξοφόρος μετὰ Κύπριν ὀιστεύσεις με καὶ αὐτή,

キュプリスに次いで矢で私を射るというなら、

πρὸς Παφίης, μὴ πέμπε κατʼ αὐχένος, ἡμετέρην δὲ

パピアにかけて、首に向かって放たないでおくれ。

σὸν βέλος εἰς φρένα πῆξον, ὅπῃ βέλος ἐστὶν Ἐρώτων.

そなたの矢を 我が胸に突き刺しておくれ、エロースたちの矢があるその場所に。

325

αὐχένι μᾶλλον ἴαλλε τεὸν δόρυ, μὴ φρένα τύψῃς·

いや、むしろ首へとそなたの槍を突き刺しておくれ、胸を打たないでおくれ。

ὠτειλῆς ἑτέρης οὐ δεύομαι.2 εἰ δέ σε τέρπει,

私には別の傷は必要ないのだ。だがもしそれがそなたを喜ばせるなら、

τλήσομαι ἄλλο βέλεμνον, ὅπως ἐμὲ γαῖα καλύψῃ

私はもう一つの矢にも耐えよう、炎の傷を負い、

καὶ πυρὸς ἕλκος ἔχοντα καὶ οὐτηθέντα σιδήρῳ.

鉄によって傷つけられた私を大地が覆うように。

κτεῖνέ με τὸν δυσέρωτα, τεῆς μὴ φείδεο νευρῆς.

恋に狂うこの私を殺しておくれ、そなたの弓弦を惜しまないでおくれ。

330

θηλύνεις δὲ σίδηρον, ὅταν ψαύσειας ὀιστῶν·3

そなたが矢に触れるとき、鉄すらも優しくなるのだ。

ἵσταμαι αὐτοκέλευστος ἐγὼ σκοπός, ὄμματι τερπνῷ

私は自ら進んで標的となり、喜ばしい目で見つめよう、

δάκτυλα μαρμαίροντα περὶ γλυφίδεσσι δοκεύων,

矢筈のあたりで輝くそなたの指が、

ἐκταδὸν αὖ ἐρύοντα τεὴν μελιηδέα νευρὴν

そなたの蜜のように甘い弓弦を後ろへいっぱいに引き絞り、

δεξιτερῷ ῥοδόεντι πελαζομένην σέο μαζῷ.

そなたの右の薔薇色の乳房へと引き寄せられるさまを。

335

θνήσκω νεκρὸς Ἔρωτος ἑκούσιος ἡδέι πότμῳ·

私はエロースの死者として、甘美な運命に自ら進んで死のう。

οὐκ ἀλέγω θανάτοιο καὶ οὐ τρομέω νέφος ἰῶν,γυμνὴν ὑμετέρην χιονώδεα χεῖρα δοκεύων

私は死を意に介さず、矢の雲を恐れもしない、

ἁπτομένην τόξοιο καὶ ἱμερόεντος ὀιστοῦ.

ただ弓と愛らしい矢に触れるそなたのむき出しの雪のような手を見つめながら。

εἰς ἐμὲ πάντα βέλεμνα τεῆς προΐαλλε φαρέτρης,

私に向かってそなたの矢筒の矢をすべて放ってくれ、

340

εἰς ἐμὲ πέμπε βέλεμνα μιαιφόνα· πικρότεροι γὰρ

私に向かって人殺しの矢を放っておくれ。火の鏃をもつ

ἄλλοι ἐμὲ κλονέουσι πυριγλώχινες ὀιστοί.

別のさらに苦い矢が私を苛んでいるのだから。

ἢν δὲ κατακτείνῃς με τεῷ φρενοθελγέι τόξῳ,

そしてもしそなたが心を惑わすその弓で私を殺すとしても、

παρθένε, μὴ φλέξειας ἐμὸν δέμας ἠθάδι πυρσῷ·

乙女よ、私の遺体を通常の火葬の火で焼かないでおくれ。

構文注3 件
  1. 15.301αἴθε καλὴ Νίκαια πάρος πέλε, καί κεν Ἀπόλλων / ἁβροτέρην ἐδίωκε, καὶ οὐ φυτὸν ἔπλετο Δάφνη

    願望小辞 αἴθε に直説法過去(未完了過去 πέλε)が続き過去の反実仮想(「かつてニカイアがいたならば」)を導入し、帰結節では καί κεν Ἀπόλλων ἁβροτέρην ἐδίωκε(κεν = ἄν と直説法未完了過去)および καὶ οὐ φυτὸν ἔπλετο Δάφνη(直説法アオリスト/未完了過去相当)が過去の反実の帰結を導く。詩的語順で Ἀπόλλων が行末で分断されている(Ἀπόλλω / ν)。

  2. 15.324ὅπῃ βέλος ἐστὶν Ἐρώτων. / αὐχένι μᾶλλον ἴαλλε τεὸν δόρυ, μὴ φρένα τύψῃς· / ὠτειλῆς ἑτέρης οὐ δεύομαι

    直前の「首ではなく胸を射よ(μὴ πέμπε κατʼ αὐχένος, ἡμετέρην δὲ σὸν βέλος εἰς φρένα πῆξον)」という命令から一転し、「むしろ首を突け、胸を打つな(αὐχένι μᾶλλον ἴαλλε... μὴ φρένα τύψῃς)」へと要求が瞬時に反転している。その理由は続く ὠτειλῆς ἑτέρης οὐ δεύομαι(「胸にはすでにエロースの矢の傷があるゆえ、第二の傷はいらない」)で説明され、死を望む牧人の錯乱した心理状態が直接の構文的撞着として表出している。

  3. 15.330θηλύνεις δὲ σίδηρον, ὅταν ψαύσειας ὀιστῶν

    時間・条件節 ὅταν + 希求法(ψαύσειας)は、主節の直説法現在 θηλύνεις と呼応して、「そなたが矢に触れるときは常に(そのたびごとに)」という反復・一般的仮定を表す。通常の後期ギリシア語詩文における慣用構文。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:15.269-15.343