- 底本
- Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:14.352-14.437
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狂乱するマイナスたちとバッコスの従者たちがインド軍と激戦を繰り広げ、多くの敵兵を討つ。ディオニュソスは敵を憐れんで湖の水を葡萄酒へと変え、それを口にしたインド兵はその甘美な奇跡に驚嘆して仲間たちに飲むよう呼びかける。
ὄρθιον ἐσμαράγησε μόθων ἀντίκτυπον ἠχώ,1
高らかに戦の反響をとどろかせ、
χερσὶ περικροτέουσα βαρύβρομα νῶτα βοείης·
牛革の太鼓の重々しく鳴り響く背を手で激しく叩いた。
καὶ πέλεν ἔγχεα θύρσα, καλυπτομένη δὲ πετήλοις
またテュルソスは槍となり、
δούρατος ἀμπελόεντος ἔην χαλκήλατος αἰχμή·
葡萄の木の幹の先端には葉に覆われて青銅で鍛えられた穂先が隠されていた。
ἡ δὲ δαφοινήεντος ἐφιμείρουσα κυδοιμοῦ
ある女は流血の戦乱を熱望し、
ὠμοβόρων ἔζευξεν ἐπʼ αὐχένι δεσμὰ δρακόντων·
生肉を食らう毒蛇の首に縛り目を結びつけた。
ἄλλη ποικιλόνωτον ἐπὶ στέρνοιο καλύπτρηνπορδαλίων, ἑτέρη δὲ κατὰ χροὸς οἷα χιτῶνα
別の者は豹の斑模様の背の皮を胸に覆い、
στικτὰ φιλοσκοπέλων ἐνεδύσατο δέρματα νεβρῶν,
また別の者は岩山を好む鹿の斑の皮を着物のように身に纏い、
δαιδαλέης ἐλάφοιο περισφίγξασα καλύπτρην·
斑爛たる鹿の毛皮を固く締め上げた。
ἄλλη σκύμνον ἔχουσα δασυστέρνοιο λεαίνης
またある女は胸毛深い雌獅子の幼獣を抱き、
ἀνδρομέῳ γλαγόεντι νόθῳ πιστώσατο μαζῷ·
人間の乳の満ちたにせものの乳房で養った。
καί τις ὄφιν τριέλικτον ἀπήμονι δήσατο κόλπῳ
またある者は、三重にとぐろを巻いた蛇を安全な懐に結び、
ἐνδόμυχον ζωστῆρα, κεχηνότα γείτονι μηρῷ,
内なる帯とし、それは隣り合う腿に向かって口を開け、
μείλιχα συρίζοντα, φιλακρήτοιό τε κούρης
穏やかにシューと音を立て、
ὑπναλέης ἄγρυπνον ὀπιπευτῆρα κορείης·
酒を愛する乙女の眠りのあいだもその純潔を見張る眠らぬ番人となった。
ἄλλη ταρσὰ φέρουσα κατʼ οὔρεα γυμνὰ πεδίλων,ποσσὶ βάτους πατέουσα καὶ ὀξυέθειρας ἀκάνθας,
別の者は靴も履かぬ裸足で山野を駆けて足で野茨や鋭い棘を踏み砕き、
θηγαλέῃ στατὸν ἴχνος ἐπεστήριξεν ἀχέρδῳ·
尖った野生梨の木にしっかりと足を据えた。
καί τις ἐπαΐξασα τανυκνήμιδι καμήλῳ
またある者は足の長いラクダに飛びかかり、
καμπύλον ἀμητῆρι διέθρισεν αὐχένα θύρσῳ,
鎌のようなテュルソスでその曲がった首を刈り取った。
καὶ τυφλοῖσι πόδεσσι περιπταίουσα κελεύθῳἡμιφανὴς πεφόρητο, πολυγνάμπτῳ δὲ πορείῃ
首を失ったラクダの胴体は目も見えぬ足で道につまずきながら半ば見えつつ運ばれ、
φοιταλέης ἀκάρηνον ἐπείγετο σῶμα καμήλου,
曲がりくねった足取りで狂乱して進み、
καὶ σφαλερῇ πλήσσουσα βαθυνομένην χθόνα χηλῇ
よろめく蹄で深く窪んだ大地を蹴りながら、
ὕπτιος αὐτοκύλιστος ἐπωλίσθησε κονίῃ·2
仰向けに自ら転がり落ちて砂塵の中に滑り倒れた。
ἄλλη δʼ ἴχνος ἄγουσα βοοτρόφον εἰς ῥάχιν ὕλης
別の者は牛の育つ森の背へと歩みを運び、
ἄσχετα μαινομένοιο δορῆς ἐδράξατο ταύρου,καὶ βλοσυροῖς ὀνύχεσσι χαρασσομένης ἀπὸ δειρῆς
猛り狂う牡牛の皮を激しく掴み、
ταυρείην ἀτόρητον ἀπεφλοίωσε καλύπτρην·
その首から荒々しい爪で引き裂いて牡牛の硬い皮を剥ぎ取った。
ἄλλη δʼ ἔγκατα πάντα διήφυσεν· ἦν δὲ νοῆσαι
また別の者は内臓をことごとく掻き出した。
παρθένον ἀκρήδεμνον ἀσάμβαλον ὑψόθι πέτρης
そして頭巾も脱ぎサンダルも履かぬ処女が、
τρηχαλέῳ πρηῶνι περισκαίρουσαν ἐρίπνης·
切り立った崖の険しい峰で岩高く跳び跳ねる姿が見られた。
οὐ σκοπιὴν δʼ ἔφριξε δυσέμβατον, οὐ πόδα κούρης
彼女は足場の険しい見張り岩をも恐れず、
ὀξυπαγὴς ἀπέδιλον ὄνυξ ἐχάραξε κολώνης.
靴のない処女の足を山の鋭い突起が傷つけることもなかった。
πολλὴ δʼ ἔνθα καὶ ἔνθα παρʼ Ἀστακίδος στόμα λίμνης
アスタキス湖の河口のあたりでは、
Ἰνδῴη δεδάικτο γονὴ Κουρῆτι σιδήρῳ.
あちこちで多くのインドの種族がクーレースの鋼によって切り刻まれた。
δυσμενέων δὲ φάλαγγας ἐκυκλώσαντο μαχηταὶ
戦士たちは盾を打ち鳴らす武具で敵の陣形を取り囲み、
τεύχεσιν ἀντιτύποισι, φερεσσακέος δὲ χορείης
盾を構える舞踏のリズムを、
ῥυθμὸν ἐμιμήσαντο ποδῶν ἑλικώδεϊ παλμῷ·
足の螺旋を描く跳躍によって真似た。
καὶ λασίῃ παλάμῃ σκοπιὴν λοφόεσσαν ἀείρων,
そしてレーネウスは毛深い手で頂を冠する高台を持ち上げ、
οὔρεος ἄκρα κάρηνα ταμών, ἐκορύσσετο Ληνεύς,
山の険しい峰を削り取って身構え、
πέμπων ὀκριόεσσαν ἐπʼ ἀντιβίοισιν ἀκωκήν·
敵に向かって角張った尖端を投げ放った。
Βάκχη δʼ ἀμφαλάλαζε, καὶ ἀμπελόεσσαν ἀκωκὴνΒασσαρὶς ἠκόντιζε, μελαρρίνου δὲ γενέθλης
バッカイは叫び声を上げ、バッサリスは葡萄の槍先を投げ、
ἄρσενα πολλὰ κάρηνα δαΐζετο θήλεϊ θύρσῳ.
黒き肌の種族の多くの男たちの首が女の手にするテュルソスによって切り落とされた。
καὶ φονίῳ θρασὺν ἄνδρα διατμήγουσα κορύμβῳΕὐπετάλη κεκόρυστο, φιλοσταφύλῳ δὲ πετήλῳ
そしてエウペタレーは流血の葡萄の房で勇猛な男を打ち裂いて身構え、
κέντορα κισσὸν ἔπεμπεν ἀλοιητῆρα σιδήρου·
葡萄を愛する葉で鉄を打ち砕く棘ある蔦を投げつけた。
Στησιχόρη δʼ εὔβοτρυς ἐπεσκίρτησε κυδοιμῷ,
豊かな葡萄の房をまとうステーシコレーは戦乱の中で跳ね回り、
καὶ δηίων ἔσσευε γένος ῥηξήνορι ῥόμβῳ
二重の青銅で重々しく響くシンバルを打ち鳴らしつつ、
κύμβαλα δινεύουσα βαρύβρομα δίζυγι χαλκῷ.
男たちを討ち破る旋回で敵の軍勢を追い散らした。
καὶ πολὺς ἀμφοτέροισιν ἔην μόθος· ἔβρεμε σύριγξ,
そして双方にとって激しい戦となった。笛が鳴り、
σύριγξ ἐγρεκύδοιμος, ἐπέκτυπε δʼ αὐλὸς Ἐνυοῦς,
戦を呼び起こす笛が響き、戦神エニュオーの笛が轟き、
Βασσαρίδες δʼ ὀλόλυξαν· ἐγειρομένου δὲ κυδοιμοῦ
バッサリスたちは叫び声を上げた。戦乱が沸き起こると、
βρονταίοις πατάγοισι μέλας μυκώμενος ἀὴρ
雷鳴のごとき轟きとともに唸る黒雲が、ゼウスからブロミオス(ディオニュソス)
ἐκ Διὸς ἐσσομένην Βρομίῳ μαντεύσατο νίκην.
にもたらされる勝利を予言した。
καὶ πολὺς ἑσμὸς ἔπιπτεν· ὅλη δʼ ἐρυθαίνετο λύθρῳὑγρῷ διψὰς ἄρουρα, καὶ Ἀστακίδος στόμα λίμνης
そして大勢の群れが倒れた。渇いた大地全体がしたたる血糊で赤く染まり、
αἱμοβαφὲς κελάρυζε, φόνῳ κεκερασμένον Ἰνδῶν.
アスタキス湖の河口はインド人の流血に混じり合って血塗られて音を立てた。
Ἀντιβίους δʼ ᾤκτειρε θεὸς φιλοπαίγμονι θυμῷ
しかし神は戯れを愛する心で敵を憐れみ、
καὶ προχοαῖς κατέχευε μέθης γέρας, ἐκ δὲ ῥοάων
流れに酔いの賜物を注ぎ込んだ。
χιονέην ἤμειψε φυὴν ξανθόχροον ὕδωρ,
水は流れから雪のような性質を変えて黄金色となり、
καὶ ποταμὸς κελάρυζε μελίρρυτα χεύματα σύρων,
川は蜜の流れる水泡を運んで音を立て、
καὶ προχοὰς ἐμέθυσσεν· ἀμειβομένων δὲ ῥοάων
その河口を満たして酔わせた。流れが変わると、
ἔπνεον ἀρτιχύτοιο μέθης εὐώδεες αὖραι·
注がれたばかりの美酒の芳しい香りが漂った。
ὄχθαι ἐφοινίσσοντο· πιὼν δέ τις Ἰνδὸς ἀγήνωρ
岸辺は深紅色に染まった。誇り高き一人のインド人がこれを飲み、
τοίην ἐκ στομάτων πολυθαμβέα ῥήξατο φωνήν·
その口から驚嘆に満ちた声を放った。
Ξεῖνον ἴδον καὶ ἄπιστον ἐγὼ ποτόν, οὐ γλάγος αἰγῶν
「私は見知らぬ、信じがたい飲み物を見た。
ἄργυφον οὐ πέλε τοῦτο, καὶ οὐ μέλαν οἷά περ ὕδωρ,
これは山羊の白い乳ではなく、黒々とした水でもなく、
οὐδέ μιν οἷον ὄπωπα πολυτρήτοις ἐνὶ σίμβλοις
私が目にしたような、
βομβήεσσα μέλισσα λοχεύεται ἡδέι κηρῷ·
蜂の巣の無数の小部屋の中で羽音を立てる蜂が甘い蜜蝋で生み出すものでもない。
ἀλλὰ νόον τέρπουσαν ἔχει καλλίπνοον ὀδμήν.
それは心を喜ばせる甘やかな香りを持っている。
ἀνὴρ διψαλέος πολυθαλπέι καύματος ἀτμῷ,
酷暑の熱気に喉を渇かせた男は、
βαιὸν ἑαῖς παλάμῃσιν ἀφυσσάμενος χυτὸν ὕδωρ
我が手に少しばかりの水を汲めば、
λαίλαπα καρχαλέης ἀποσείεται αὐτίκα δίψης·
激しい渇きの嵐をたちまち鎮めることができる。
καὶ μέλι μᾶλλον ἔχει ταχινὸν κόρον· ἆ μέγα θαῦμα,
また蜜はそれよりも早く飽きが来るものだ。ああ、なんと大きな奇跡か。
τοῦτο πιὼν ἐθέλω πιέειν πάλιν· ἀμφότερον γὰρ
これを飲むと、私は再び飲みたくなる。この流れは甘くもあり、
καὶ γλυκερὸν τόδε χεῦμα καὶ οὐ κόρον ἀνδράσι τίκτει.
人に飽きを生むこともないからだ。
ἥβη, κάλπιν ἄειρε καὶ ἔρχεο δεῦρο λαβοῦσα
ヘーベーよ、水瓶を掲げ、
Τρώιον οἰνοχόον,3 ζαθέων δρηστῆρα κυπέλλων,
神聖な杯の給仕人たるトロイアの酌人(ガニュメーデース)を連れてここへ来れ。
ὄφρα μελιρραθάμιγγος ἀφυσσάμενος ποταμοῖο
ガニュメーデースが蜜の滴る川から汲み取り、
Ζηνὸς ὅλους κρητῆρας ἀναπλήσῃ Γανυμήδης.
ゼウスのすべての酒杯を満たすように。
δεῦτε, φίλοι, γεύσασθε μελισταγέος ποταμοῖο.
友よ、来たりて蜜の滴る川の味を見よ。
ἐνθάδε παπταίνω τύπον αἰθέρος· αὐτόχυτον γὰρ
私はここに天上の姿を見る。なぜなら、ゼウスの飲み物、
κεῖνο, τό περ καλέουσι Διὸς πόμα, νέκταρ Ὀλύμπου
オリュンポスのネクタルと呼ばれるあの自ら湧き出るものを、
νηιάδες χθονίοισιν ἀναβλύζουσι ῥεέθροις.4
ナーイアスたちが地上の流れに湧き出させているのだから」。
- 14.352ὄρθιον ἐσμαράγησε μόθων ἀντίκτυπον ἠχώ
直前の箇所末尾(ἄλλη δʼ ἐν παλάμῃσι, κατάσχετος ἅλματι λύσσης)から続く構文。主語は ἄλλη であり、ἐσμαράγησε が主動詞、ὄρθιον は内的な様態を表す副詞的対格(または ἠχώ を修飾する形容詞)。χερσὶ ... βοείης は分詞句(περικροτέουσα)を形成し、太鼓を叩いて戦の叫びを轟かせている情景を一意に表している。
- 14.374ἀκάρηνον ἐπείγετο σῶμα καμήλου, καὶ σφαλερῇ πλήσσουσα βαθυνομένην χθόνα χηλῇ ὕπτιος αὐτοκύλιστος ἐπωλίσθησε κονίῃ
首を刈り取られたラクダの胴体(ἀκάρηνον σῶμα)が主語であるが、女性分詞 πλήσσουσα(女性名詞 κάμηλος との一致)や男性単数形容詞 ὕπτιος, αὐτοκύλιστος(文法的性よりも自然な指示対象・意味への牽引)が混在している構文上の不規則(synesis)。全体として首のないラクダが暴れ回って倒れる一連の運動を描いている。
- 14.430Ἥβη, κάλπιν ἄειρε καὶ ἔρχεο δεῦρο λαβοῦσα Τρώιον οἰνοχόον
呼格 Ἥβη は抽象名詞「青春」ではなく、神々の酒杯を満たす給仕の女神ヘーベーへの呼びかけ。対格句 Τρώιον οἰνοχόον は続く行で Γανυμήδης と明示されるガニュメーデースを指す同格的表現。
- 14.435αὐτόχυτον γὰρ κεῖνο, τό περ καλέουσι Διὸς πόμα, νέκταρ Ὀλύμπου νηιάδες χθονίοισιν ἀναβλύζουσι ῥεέθροις
語順の倒置(hyperbaton)が見られる骨格構造。主語は νηιάδες、主動詞は ἀναβλύζουσι、目的語は文頭の指示代名詞 κεῖνο(自ら湧き出るあのもの)であり、関係節 τό περ καλέουσι Διὸς πόμα と名詞句 νέκταρ Ὀλύμπου が同格として挿入され、指示代名詞の内容を規定している。
