← パノポリスのノンノス

ディオニュシアカ

§14.176-14.262

変貌したケンタウロスたちとディオニュソスの出陣

ヘーラーによって半人半馬の姿に変じさせられたヒュアデスやキュプロス生まれのケンタウロスたちが武装し、バッカイや樹木のニュンペー、マイナスたちがディオニュソス軍に合流する。軍神の武具の代わりに葡萄や蔦、黄金の角杯とテュルソスを身にまとったディオニュソスが先頭に立ち、一行はインド遠征へと出発する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
176

ἀνδρομέης ἤμειψε παλαίτερον εἶδος ὀπωπῆς·1

彼女は人間たる昔ながらの眼差しの形を変えてしまった。

τοῖσι μὲν οὐατόεσσα φυῆς ἰνδάλλετο μορφή,

彼らには耳の長い獣の姿が現れ、

ἱππείη δʼ ἀνέτελλε διʼ ἰξύος ὄρθιος οὐρὴ

毛深い胸の持ち主の腰を鞭打つように、

ἰσχία μαστίζουσα δασυστέρνοιο φορῆος,

背骨に沿って馬の尾が直立して生え出で、

180

καὶ βοέη βλάστησε κατὰ κροτάφοιο κεραίη,

こめかみには牛の角が芽生え、

ὄμματα δʼ εὐρύνοντο τανυκραίροιο μετώπου,

角を伸ばした額の眼は広がり、

καὶ σκολιαὶ πλοκαμῖδες ἀνηέξηντο καρήνων,

頭からは曲がりくねった巻き毛が生い茂り、

γναθμοὶ δʼ ἀργιόδοντες ἐμηκύνοντο γενείων,

顎髭からは白い牙を備えた顎が長く伸び、

ξείνη δʼ αὐτοτέλεστος ἀπʼ ἰξύος εἰς πόδας ἄκρους

腰から足の先へと、

185

ἀμφιλαφὴς λασίοιο κατʼ αὐχένος ἔρρεε χαίτη.

毛深い首筋に沿って広大な見知らぬ鬣がおのずと現れ落ちた。

δώδεκα δὲ ξύμπαντας ἐκόσμεον ἡγεμονῆες,

そして総勢十二人の指揮官が彼らを統率した。

Σπαργεύς τε Γληνεύς τε χοροίτυπος, ἀλλοφυὴς δὲ

スパルゲウス、舞い踏むグレーネウス、

σύνδρομος Εὐρυβίῳ σταφυληκόμος ἵκετο Κητεύς,

異形の葡萄の房の髪を持つケーテウスがエウリュビオスとともに馳せ参じ、

καὶ Ῥιφόνῳ Πετραῖος ὁμάρτεεν, ἀκροπότης δὲ

ペトライオスはリポノスに従い、

190

Αἴσακος Ὀρθάων τε συνέστιχον, οἷς μίαν ἄμφω

酒を嗜むアイサコスとオルタオーンが隊伍を組み、

Ἀμφίθεμις καὶ Φαῦνος ἐποιήσαντο πορείην,2

彼らとともにアムピテミスとパウノスが二者一体の歩みを進め、

εὐκεράῳ δὲ Φάνητι συνέμπορος ἦλθε Νομείων.

角あるパネースには道連れとしてノメイオーンが赴いた。

Κενταύρων δʼ ἑτέρη διφυὴς κεκόρυστο γενέθλη,

またケンタウロスのもう一つの二形の一族、

Κυπριάς, ὁππότε Κύπρις ἐπέτρεχεν εἴκελον αὔραις

キュプロスの者たちも武装した。

195

ἴχνιον ἱμείροντος ἀλυσκάζουσα τοκῆος,

かつてキュプロスの女神が、不義の夫として父を見ることを恐れ、

μὴ γενέτην ἀθέμιστον ἐσαθρήσειεν ἀκοίτην,

恋焦がれる父の求愛から逃れようと風のごとき足取りで駆け抜けたとき、

Ζεὺς δὲ πατὴρ ὑπόειξε γάμων ἄψαυστον ἐάσας

父ゼウスは退き、

ὠκυτέρην ἀκίχητον ἀναινομένην Ἀφροδίτην·

より疾く追いつけず拒み去るアプロディーテーに触れることなく彼女の婚礼を諦めたが、

ἀντὶ δὲ Κυπριδίων λεχέων ἔσπειρεν ἀρούρῃ3

キュプロスの床の代わりに、

200

παιδογόνων προχέων φιλοτήσιον ὄμβρον ἀρότρων·

子を生む犂の愛の雨を大地に注ぎまいたのである。

γαῖα δὲ δεξαμένη γαμίην Κρονίωνος ἐέρσην

大地はクロノスの子の婚礼の雫を受け止め、

ἀλλοφυῆ κερόεσσαν ἀνηκόντιζε γενέθλην.

角を持つ異形の一族を撃ち放ったのであった。

τοῖσι κορυσσομένοισι συνέδραμον εἰν ἑνὶ Βάκχαι,

武装する彼らのもとに、バッカイたちが一堂に駆け集まった。

αἱ μὲν Μῃονίης ἀπὸ ῥωγάδος, αἱ δὲ κολώνης

ある者はマイオニアの岩裂け目から、

205

ἠλιβάτων ἤιξαν ὑπὲρ Σιπύλοιο καρήνων.

またある者はそびえ立つシピュロスの頂を超えて丘陵から駆けつけた。

νύμφαι δʼ ἑλκεχίτωνες Ὀρειάδες ἄρσενι θυμῷ

長衣を引く山野のニュンペー、オレイアデスたちも、猛々しい気概を抱き、

λυσσάδες ἐρρώοντο σὺν εὐθύρσοισι μαχηταῖς,

狂乱して見事なテュルソスを持つ戦士たちとともに躍動した。

αἵ τε παλιννόστων ἐτέων πολυδινέι νύσσῃμηκεδανὸν ζώεσκον ἐπὶ χρόνον, αἱ μὲν ἐρίπναις

彼女らは巡り巡る年月の旋回する標識に従って長き時を生きており、

210

γείτονες οἰονόμων ἐπιμηλίδες, αἱ δὲ λιποῦσαι

ある者は羊飼いの崖の隣人たるエピメーリデスであり、

ἄλσεα δενδρήεντα καὶ ἀγριάδος ῥάχιν ὕλης,

ある者は樹木の茂る木立や野の森林の背を去った、

συμφυέες Μελίαι δρυὸς ἥλικος· αἳ τότε πᾶσαι

同齢の樫の木と生まれを共にするメリアイであった。当時、

εἰς μόθον ἠπείγοντο συνήλυδες, αἱ μὲν ἑλοῦσαι

彼女らは皆集まって戦いへと急いだ。

τύμπανα χαλκεόνωτα, Κυβηλίδος ὄργανα Ῥείης,

ある者はキュベレーの女神レアーの楽器たる青銅の裏張りをもつ太鼓を手に取り、

215

αἱ δὲ κατηρεφέες πλοκάμους ἑλικώδεϊ κισσῷ,

ある者は曲がりくねる蔦で髪を覆い、

ἄλλαι ἐμιτρώθησαν ἐχιδναίοισι κορύμβοις·

他の者は蛇の結び目で頭を縛った。

χειρὶ δὲ θύρσον ἄειρον ἀκαχμένον, αἷς τότε Λυδαὶ

そして手に尖ったテュルソスを掲げ、

μαινάδες ὡμάρτησαν ἀταρβέες εἰς μόθον Ἰνδῶν·

恐れを知らぬリュディアのマイナスたちが彼女らとともにインド人の戦いへと同行した。

ὧν τότε Βασσαρίδες θιασώδεες ἴδμονι τέχνῃ

その時、ディオニュソスの乳母たちたる祝宴のバッサリスたちが、

220

κρείσσονες ἠπείγοντο Διωνύσοιο τιθῆναι,

巧みな技において彼女らに勝り、急ぎ進んだ。

αἴγλη Καλλιχόρη τε καὶ Εὐπετάλη καὶ Ἰώνη

アイグレー、カリコレー、エウペタレー、イオーネー、

καὶ Καλύκη γελόωσα Βρύουσά τε, σύννομος Ὥραις,

笑うカリュケー、季節の女神ホーライの友たるブリュウサ、

Σειλήνη τε Ῥόδη τε καὶ Ὠκυνόη καὶ Ἐρευθὼ

セイレーネー、ロデー、オーキュノエー、エレウトー、

Ἀκρήτη τε Μέθη τε, καὶ ἕσπετο σύννομος Ἅρπῃ

アクレテー、メテー、そしてハルペーの友として薔薇のごときオイナンテー、

225

Οἰνάνθη ῥοδόεσσα καὶ ἀργυρόπεζα Λυκάστη,

銀の足のリュカステー、ステシコレー、

Στησιχόρη Προθόη τε· φιλομμειδὴς δὲ γεραιὴ

プロトエーが従った。

οἰνοβαρὴς Τρυγίη πυμάτη κεκόρυστο καὶ αὐτή.

そして笑いを好む葡萄酒に酔い痴れた老いたトゥリュギエーも、最後尾で自ら武装した。

κεκριμένον μὲν ἕκαστος ἑὸν στρατὸν ἤγαγε Βάκχῳ,

各自が自らの分かたれた軍勢をバッコスのもとへ導き、

πάντων δʼ ἡγεμόνευε πυρίβρομος Εἰραφιώτης

火の轟きを帯びるエイラピオーテースが、

230

ἀστράπτων ἀρίδηλος· ἐς ὑσμίνην δὲ χορεύων

輝き輝く姿で万軍の首領となった。彼は戦列へと躍り出でながら、

οὐ σάκος, οὐ δόρυ θοῦρον ἐκούφισεν, οὐ ξίφος ὤμῳ,

盾を執ることも、激しい槍を掲げることも、

οὐ κυνέην ἐπέθηκεν ἀκερσικόμοισιν ἐθείραις,

肩に剣をかけることもなく、

χάλκεον ἀρραγέος κεφαλῆς σκέπας, ἀλλὰ καρήνου

砕けぬ頭部の青銅の覆いである兜を剃り落とさぬ髪に乗せることもせず、

ἄπλοκον ἐσφήκωσε δρακοντείῳ τρίχα δεσμῷ,

むしろ頭部の編まぬ髪を蛇の縛りで締めつけ、

235

κράασι κυκλώσας βλοσυρὸν στέφος· ἀντὶ δὲ τυκτῆς

頭に恐るべき冠をめぐらせた。

δαιδαλέης κνημῖδος ἕως ἐπιγουνίδος ἄκρης

そして精巧に作られた脛当ての代わりに、

ἄργυφα πορφυρέοις ἐπεθήκατο ταρσὰ κοθόρνοις,νεβρίδα λαχνήεσσαν ἐπὶ στέρνοιο καθάψας,

膝頭の端に至るまで白い足を紫色のコトルノスで覆い、

στικτὸν ἔχων θώρηκα, τύπον κεχαραγμένον ἄστρων·

星々の刻まれた型をもつ斑らな胸当てとして毛深い子鹿の皮を胸に結びつけ、

καὶ χρυσέην λαγόνεσσι περίτροχον ἥρμοσε μίτρην.

黄金の丸い帯を腰に締めた。

240

λαιῇ μὲν κέρας εἶχε βεβυσμένον ἡδέος οἴνου,

左手には、よくできた黄金の、

χρύσεον εὐποίητον, ἀπʼ οἰνοχύτου δὲ κεραίης

甘き葡萄酒で満ちた角杯を持ち、

ὄρθιος οἰνοπότοιο κατέρρεεν ὁλκὸς ἐέρσης·

その酒を注ぐ角からは酒として飲まれる雫の一筋がまっすぐに流れ落ちていた。

χειρὶ δὲ κέντορα θύρσον, ἐελμένον οἴνοπι κισσῷ,δεξιτερῇ κούφιζεν, ἐπʼ ἀκροτάτῳ δὲ κορύμβῳ

右手には、葡萄酒色の蔦を巻きつけた突きのテュルソスを軽く執り、

245

χαλκοβαρὴς πετάλοισι κατάσκιος ἦεν ἀκωκή.

その最上部の房には青銅の重き穂先が葉に覆い隠されていた。

ἀλλʼ ὅτε δὴ Διόνυσος ἔσω Κορυβαντίδος αὐλῆς

だがディオニュソスがコリュバースたちの館の内で、

χρύσεον εὐποίητον ἐδύσατο κόσμον Ἐνυοῦς,

戦神のよくできた黄金の装具を身にまとうや、

εὔδια καλλείψας χοροτερπέος ἔνδια Ῥείης

舞い戯れるレアーの穏やかな住処を去り、

250

Μῃονίην παράμειβεν·4 ὀρεσσιπόλοις δʼ ἅμα Βάκχαις

マイオニアを過ぎ去った。そして山野を巡るバッカイたちとともに、

δαίμονι βοτρυόεντι συνεσσεύοντο μαχηταί·

戦士たちが葡萄の房の神に付き従った。

οἱ μὲν ἐυτροχάλοιο κυβερνητῆρες ἀπήνης

ある者はよく回転する車輪の荷車を駆る者として、

φυταλιῆς κομίσαντο νέης μοσχεύματα Βάκχου·

バッコスの新たな果樹園の苗木を運び、

πολλαὶ δʼ ἡμιόνων στίχες ἤιον, ἀμφὶ δὲ νώτῳ

ラバの幾多の列が進んで、

255

νέκταρος ἀμπελόεντος ἐκούφισαν ἀμφιφορῆας·καὶ βραδέων ἐπέθηκαν ὄνων τετληότι νώτῳ

その背の上に葡萄の神酒のアンポラを支えた。

ῥήγεα φοινικόεντα καὶ αἰόλα δέρματα νεβρῶν·

また鈍足のロバたちの忍耐強い背の上には深紅の敷物と斑らな子鹿の皮を載せた。

ἄλλοι δʼ οἰνοποτῆρες ἅμα χρυσέοισι κυπέλλοις

他の酒飲む者たちは、

ἀργυρέους κρητῆρας ἀγίνεον, ὅπλα τραπέζης·

黄金の杯とともに食卓の武具たる銀の混酒器を運び、コリュバースたちは、

260

καὶ χαροπῆς Κορύβαντες ἐποίπνυον ἀγχόθι φάτνης

豹の首を軛の革紐で縛り、

αὐχένα πορδαλίων ζυγίῳ δήσαντες ἱμάντι,

蔦で結ばれた引き具でライオンを繋ぎとめながら、

κισσοδέτοις δὲ λέοντας ἐπιστώσαντο λεπάδνοις

輝く飼い葉桶の傍らで忙しく立ち働いていた。

構文注4 件
  1. 14.176ἀνδρομέης ἤμειψε παλαίτερον εἶδος ὀπωπῆς

    主語は前の箇所末尾で魔薬を塗っていたヘーラー(Ἥρη)。ἤμειψε(直説法アオリスト能動態)は他動詞として「変形させた」を意味し、目的語は παλαίτερον εἶδος ὀπωπῆς(直訳「かつての人間の眼差しの姿」)。ἀνδρομέης は属格形で ὀπωπῆς を修飾する。

  2. 14.190οἷς μίαν ἄμφω Ἀμφίθεμις καὶ Φαῦνος ἐποιήσαντο πορείην

    関係代名詞与格 οἷς は直前のアイサコスとオルタオーンを指し、内目的語句 μίαν ... πορείην(同一の道程、同行の歩み)をとる ἐποιήσαντο(中動態)の目的語方向を示す。「彼ら二者(アイサコスとオルタオーン)に対して、アムピテミスとパウノスの双方が一つの行軍をなした」という構造。

  3. 14.199ἀντὶ δὲ Κυπριδίων λεχέων ἔσπειρεν ἀρούρῃ

    ἔσπειρεν の主語は父ゼウス(Ζεὺς δὲ πατήρ)。Κυπριδίων λεχέων は前置詞 ἀντί(〜の代わりに)に支配される属格で、「キュプロスの女神(アプロディーテー)との交わりの代わりに」の意。続く分詞句 προχέων φιλοτήσιον ὄμβρον ... はゼウスの行為態様を表す様態分詞。

  4. 14.247ἀλλʼ ὅτε δὴ Διόνυσος ... Μῃονίην παράμειβεν

    ἀλλʼ ὅτε δὴ から始まる長大な時間従属節が Ῥείης(249行)まで続き、主節は Μῃονίην παράμειβεν(「マイオニアを過ぎ去った」)から始まる。従属節内部では、主語 Διόνυσος に対し分詞 καλλείψας(「去って」)と定動詞 ἐδύσατο(「身にまとった」)が組み合わされており、主動詞 παράμειβεν と συνεσσεύοντο(251行)へ文の推進力が接続されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:14.176-14.262