← パノポリスのノンノス

ディオニュシアカ

§1.450-1.534

カドモスの計略とテュポーエウスからの筋の奪回

テュポーンはカドモスに星座や神々の婚姻を報酬として約束して自らを称える歌を要求し、カドモスは竪琴の弦(ゼウスの筋)さえあればさらに素晴らしい歌が歌えると欺いてそれを取り戻す。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
450

ἢ σχεδὸν Ἡνιοχῆος, ὃς Ὠλενίην ἐν Ὀλύμπῳ

あるいは御者座の近く、

πήχεϊ μαρμαίροντι σελασφόρον Αἶγα τιταίνει·

オリュンポスにあって輝く腕で光を放つオレノスの山羊を引く者のそばに。

στήσω δʼ ὀμβροτόκοιο παρὰ πλατὺν αὐχένα Ταύρου

また雨降らす牡牛座の幅広い首の傍らに、

σοὺς βόας ἀστερόεντας ἐπαντέλλοντας Ὀλύμπῳ,

オリュンポスに昇りゆく星となったお前の牛たちを据えてやろう。

ἢ δροσερὴν παρὰ νύσσαν, ὅπῃ ζωθαλπέι λαιμῷ

あるいは露にぬれる標柱のそば、

455

ἠνεμόεν μύκημα βόες πέμπουσι Σελήνης.

生気あふれる喉から月の牛たちが風のような唸り声を送る場所に。

οὐδὲ τεῆς καλύβης ὀλίγης χρέος· ἀντὶ δὲ λόχμης

お前の小さな小屋の必要もなく、茂みの代わりに天の仔山羊座とともに、

αἰθερίαις Ἐρίφοισι συναστράπτοι σέο ποίμνη.1

お前の羊の群れが輝き合うがよい。

καὶ φάτνης ἑτέρης τελέσω τύπον, ὄφρα καὶ αὐτὴ

そして別の飼い葉桶の型を造り、驢馬座の隣の飼い葉桶座(プレセペ)

ἰσοφυὴς λάμψειεν Ὄνων παρὰ γείτονι Φάτνῃ.

のそばで、それ自体も等しき姿で輝くようにしよう。

460

ἔσσο καὶ ἀστερόεις μετὰ βουκόλον, ἧχι Βοώτης

お前も牛飼いに続いて星輝く者となるがよい、牛飼い座が現れる場所で。

φαίνεται, ἀστραίην δὲ καλαύροπα καὶ σὺ τιταίνων2

そして星の杖を自らも伸ばし、リュカーオーンの娘の北斗七星(荷車)

ἔσσο Λυκαονίης ἐλατὴρ Ἀρκτῷος Ἁμάξης.

を駆る御者となるがよい。

οὐρανίου Τυφῶνος ὁμέστιος, ὄλβιε ποιμήν,

天のテュポーンの炉端を共にする者、幸いなる羊飼いよ、

σήμερον ἐν χθονὶ μέλπε, καὶ αὔριον ἐντὸς Ὀλύμπου.

今日は地上で歌い、明日はオリュンポスの内にて歌え。

465

μολπῆς δʼ ἄξια δῶρα παρʼ ἀστεροφεγγέι κύκλῳ

歌にふさわしい贈り物として、星輝く円環の傍らに、

στηρίξω σέθεν ὄψιν Ὀλύμπιον, ἡδυμελῆ δὲ

お前のオリュンポスにおける姿を据え、

οὐρανίῃ Φόρμιγγι τεὴν σύριγγα συνάψω.

甘美なる調べをもつお前の笛を天の竪琴座に結び合わせよう。

σοὶ γάμον, ἢν ἐθέλῃς, δωρήσομαι ἁγνὸν Ἀθήνης·

望むなら、お前にアテーナーの清らかな婚姻を授けよう。

εἰ δέ σοι οὐ γλαυκῶπις ἐπεύαδε, δέχνυσο Λητὼ

もしその輝く眼の女神がお気に召さないなら、レートー、あるいはカリス、

470

ἢ Χάριν ἢ Κυθέρειαν ἢ Ἄρτεμιν ἢ γάμον Ἥβης·

あるいはキュテレイア(アプロディーテー)、あるいはアルテミス、あるいはヘーベーとの婚礼を受け取るがよい。

μούνης ἡμετέρης μὴ δίζεο δέμνιον Ἥρης.

ただ我がヘーラーの寝台のみは求めるな。

εἰ δʼ ἔλαχες πλήξιππον ἀδελφεὸν ἴδμονα δίφρου,

もし馬を駆り戦車の扱いを心得た兄弟がいるなら、

ἔμπυρον Ἠελίου τετράζυγον ἅρμα δεχέσθω·

四頭立ての太陽の燃える戦車を受け取らせるがよい。

εἰ δὲ Διὸς ποθέεις, ὡς αἰπόλος, αἰγίδα πάλλειν,

もし山羊飼いとしてゼウスのアイギスを振るうことを望むなら、

475

δώσω σοι τόδε δῶρον. ἐγὼ δʼ ἐς Ὄλυμπον ὁδεύσω

その贈り物を授けよう。そして私は武器を持たぬクロノスの子を意に介さず、

οὐκ ἀλέγων Κρονίωνος ἀτευχέος· οὐτιδανὴ γὰρ

オリュンポスへと進むのだ。

ἔντεσι θῆλυς ἐοῦσα τί μοι ῥέξειεν Ἀθήνη;

武具をまとったとはいえ女にすぎぬ取るに足らぬアテーナーが、私に何をなしえようか。

ἀλλὰ Τυφαονίην ἀναβάλλεο, βουκόλε, νίκην,γνήσιον ὑμνείων με νέον σκηπτοῦχον Ὀλύμπου

さあ牛飼いよ、テュパオーンの勝利の歌を始め、

480

σκῆπτρα Διὸς φορέοντα καὶ ἀστράπτοντα χιτῶνα.

ゼウスの笏を帯び光り輝く衣をまとったオリュンポスの正統なる新たな笏持ちたる私を賛美せよ」。

εἶπε, καὶ Ἀδρήστεια τόσην ἐγράψατο φωνήν.

こう語ると、アドレーステイアがその豪語を書き留めた。

ἀλλʼ ὅτε δὴ γίνωσκεν ἑκούσιον εἰς λίνον ἄγρης

しかし大地の子が、

νήματι Μοιριδίῳ πεφορημένον υἱὸν ἀρούρης

運命の紡ぎ糸によって獲物を捕らえる網へと自ら運ばれ、

τερψινόων δονάκων βεβολημένον ἡδέι κέντρῳ,

心を喜ばせる葦の甘美な刺激に打たれたことを知ると、

485

κερδαλέην ἀγέλαστος ἀνήρυγε Κάδμος ἰωήν·

カドモスは笑うことなく狡知に満ちた声を放った。

Βαιὸν ἐμῆς σύριγγος ἐθάμβεες ἦχον ἀκούσας·

「私の笛のかすかな響きを聞いて、あなたは驚かれた。

εἰπέ, τί κεν ῥέξειας, ὅταν σέο θῶκον ἀείσω

言ってください、七弦のキタラーで勝利の賛歌をかき鳴らし、

ἑπτατόνου κιθάρης ἐπινίκιον ὕμνον ἀράσσων;

あなたの玉座を歌うとき、あなたは何をなさることでしょう。

καὶ γὰρ ἐπουρανίοισιν ἐγὼ πλήκτροισιν ἐρίζων

かつて私は天上の撥と競い合い、

490

Φοῖβον ἐμῇ φόρμιγγι παρέδραμον, ἡμετέρας δὲ

自らの竪琴でポイボスをも凌ぎました。

χορδὰς εὐκελάδους Κρονίδης ἀμάθυνε κεραυνῷ

しかしクロノスの子は打ち負かされた我が子に情けをかけ、

υἱέι νικηθέντι φέρων χάριν· εἰ δέ ποθʼ εὕρω

その雷電で私の美しき響きの弦を灰燼に帰したのです。もし再び張り詰めた筋(腱)

νεῦρα πάλιν σφριγόωντα, μέλος πλήκτροισι τιταίνων

を見出すことができたなら、撥で旋律を奏でて、

θέλξω δένδρεα πάντα καὶ οὔρεα καὶ φρένα θηρῶν·

あらゆる木々や山々、野獣たちの心をも魅了しましょう。

495

καὶ στέφος αὐτοέλικτον, ὁμόζυγον ἥλικι γαίῃ,

そして同齢の大地とともに歩む自ずから巻く環、

ὠκεανὸν σπεύδοντα παλινδίνητον ἐρύξω

急ぎ流れる大洋が渦を巻いて同じ標柱の周りを循環する水を導くのを押し留め、

τὴν αὐτὴν περὶ νύσσαν ἄγειν κυκλούμενον ὕδωρ,3

不動の星座の隊列も、

ἀπλανέων δὲ φάλαγγα καὶ ἀντιθέοντας ἀλήτας

逆行して彷徨う惑星たちも、太陽(パエトーン)

στήσω, καὶ Φαέθοντα καὶ ἱστοβοῆα Σελήνης.

も月の轅(車軸)をも静止させましょう。

500

ἀλλὰ θεοὺς καὶ Ζῆνα βαλὼν πυρόεντι βελέμνῳ

されど神々とゼウスを火の矢で討たれた後も、

μοῦνον ἔα κλυτότοξον, ὅπως περὶ δεῖπνα τραπέζης

弓の名手だけはただ一人残しておいてください。

δαινυμένου Τυφῶνος ἐγὼ καὶ Φοῖβος ἐρίζω,

テュポーンが食卓の宴席で食事をとる傍らで、偉大なるテュポーンを高らかに歌い上げ、

τίς τίνα νικήσειε μέγαν Τυφῶνα λιγαίνων.

誰が誰を打ち負かすかを私とポイボスとで競い合えるように。

Πιερίδας μὴ κτεῖνε χορίτιδας, ὄφρα καὶ αὐταὶ

また踊り手たるムーサたちを殺さないでください、ポイボスが祝宴を催すとき、

505

Φοίβου κῶμον ἄγοντος ἢ ὑμετέροιο νομῆος

あるいはあなたの羊飼いが歌うとき、

θῆλυ μέλος πλέξωσιν ὁμόθροον ἄρσενι μολπῇ.

彼女たちもまた男の声の調べに合わせて同音の女声の歌を編み上げられるように」。

ἔννεπε· καὶ χαροπῇσιν ἐπʼ ὀφρύσι νεῦσε Τυφωεύς,

こう語った。するとテュポーエウスは獰猛な眉を動かして頷き、

καὶ πλοκάμους ἐδόνησεν· ἐρευγομένων δὲ κομάων

その房髪を揺らした。

ἰὸν ἐχιδνήεντα περιρραίνοντο κολῶναι.

その吐き出す髪からは毒蛇の毒が周りの丘へと散り注いだ。

510

καὶ ταχὺς εἰς ἑὸν ἄντρον ἐπείγετο· κεῖθεν ἀείρας

そして急ぎ自らの洞窟へと駆け戻った。そこから彼はゼウスの筋を掲げ、

νεῦρα Διὸς δολόεντι πόρεν ξεινήια Κάδμῳ,

欺きのカドモスに客人の贈り物として差し出した。

νεῦρα, τά περ χθονὶ πῖπτε Τυφαονίῃ ποτὲ χάρμῃ.

かつてテュパオーンの戦いにおいて地に落ちたあの筋を。

καὶ δόσιν ἀμβροσίην ἀπατήλιος ᾔνεσε ποιμήν·

欺瞞に満ちた羊飼いはその不死の賜物を称賛した。

καὶ τὰ μὲν ἀμφαφάασκε καὶ ἅρμενον οἷά τε χορδὴν

そしてそれらを手で触り確かめ、

515

ἐσσομένην φόρμιγγι κατέκρυφε κοιλάδι πέτρῃ,

竪琴の未来の弦として相応しいものとして、巨人殺しのゼウスのために保管し、

Ζηνὶ Γιγαντοφόνῳ πεφυλαγμένα·4 φειδομένῳ δὲ

窪んだ岩の中に隠した。

λεπταλέον φύσημα μεμυκότι χείλεϊ πέμπων,

そして控えめに閉じた唇から微かな息を吹き出し、

θλιβομένοις δονάκεσσιν ὑποκλέπτων τόνον ἠχοῦς,

押しつぶされた葦から音の張りを密かに抑えながら、

λαρότερον μέλος εἶπε· καὶ οὔατα πολλὰ τιταίνων

いっそう心地よい旋律を奏でた。テュポーエウスは無数の耳をそばだてて調和に聞き入るばかりで、

520

ἁρμονίης ἤκουε, καὶ οὐ γίνωσκε Τυφωεύς.

何一つ悟らなかった。

θελγομένῳ δὲ Γίγαντι νόθος παρεσύρισε ποιμὴν

魅惑された巨人のかたわらで、

ἀθανάτων ἅτε φύζαν ἑῇ σύριγγι λιγαίνων,

偽りの牧人はあたかも不死の神々の逃走を自らの笛で高らかに歌い上げるかのようにしつつ、

καὶ Διὸς ἐσσομένην ἐμελίζετο γείτονα νίκην

座すテュポーンにテュポーンの滅びを歌いながら、

ἑζομένῳ Τυφῶνι μόρον Τυφῶνος ἀείδων·5

来るべき間近なゼウスの勝利を奏でた。

525

καὶ πλέον οἶστρον ἔγειρε. καὶ ὡς νέος ἡδέι κέντρῳ

そしていっそう激しい狂気を掻き立てた。

ἁβρὸς ἐρωμανέων ἐπιθέλγεται ἥλικι κούρῃ,

あたかも甘美な刺激に貫かれた恋に狂う優美な若者が、同年代の乙女に心を奪われ、

καὶ πῇ μὲν χαρίεντος ἐς ἄργυφα κύκλα προσώπου,

ある時は麗しい顔の白銀の輪を見つめ、

πῇ δὲ βαθυσμήριγγος ἀλήμονα βότρυν ἐθείρης

ある時は深く垂れる髪のさまよう房を見、

δέρκεται, ἄλλοτε χεῖρα ῥοδόχροον, ἄλλοτε μίτρῃ

またある時は薔薇色の手を、

530

σφιγγομένην ῥοδόεντος ἴτυν μαζοῖο δοκεύει

またある時は露わになった首筋を凝視しながら帯で締められた薔薇色の乳房のふくらみを見つめ、

αὐχένα παπταίνων γυμνούμενον, ἀμφὶ δὲ μορφῇ

その姿に魅惑され、

θέλγεται ἀλλοπρόσαλλον ἄγων ἀκόρητον ὀπωπήν,

飽くことなき視線をあちらこちらへと向けながら、

οὐ δὲ λιπεῖν ἐθέλει ποτὲ παρθένον· ὣς ὅ γε Κάδμῳ

決してその乙女の傍らを離れようとしないように。そのようにテュポーエウスもまた、

θελγομένην μελέεσσιν ὅλην φρένα δῶκε Τυφωεύς.

旋律に魅了され、その心をすっかりカドモスへと捧げ尽くしていた。

構文注5 件
  1. 1.457αἰθερίαις Ἐρίφοισι συναστράπτοι σέο ποίμνη

    希求法 συναστράπτοι は祈願・譲歩的願望(あるいは命令的ニュアンス)を表す。主語は σέο ποίμνη であり、与格 αἰθερίαις Ἐρίφοισι は接頭辞 σύν- と呼応する随伴・共同の与格。

  2. 1.461ἀστραίην δὲ καλαύροπα καὶ σὺ τιταίνων

    τιταίνων は分詞で、直後の主動詞 ἔσσο(εἰμί の二人称単数命令法)に係り、「星の杖を伸ばしつつ(御者と)なれ」という様態・手段を表す。καλαύροπα は女性名詞 καλαῦροψ(羊飼いの杖)の対格。

  3. 1.496ὠκεανὸν σπεύδοντα παλινδίνητον ἐρύξω τὴν αὐτὴν περὶ νύσσαν ἄγειν κυκλούμενον ὕδωρ

    ἐρύξω(未来)が対格 ὠκεανόν と不定詞 ἄγειν を伴う構文(「大洋が〜を導くのを阻止する」)。κυκλούμενον ὕδωρ は 不定詞 ἄγειν の直接目的語、παλινδίνητον は副詞的対格ないし ὠκεανόν を修飾する述語的形容詞として機能している。

  4. 1.515κατέκρυφε κοιλάδι πέτρῃ, Ζηνὶ Γιγαντοφόνῳ πεφυλαγμένα

    完了分詞中性複数対格 πεφυλαγμένα は先行する文脈の νεῦρα(ゼウスの筋)を指し、与格 Ζηνὶ Γιγαντοφόνῳ は「巨人殺しのゼウスのために」という利害の与格(与格の受益者表現)。

  5. 1.524ἑζομένῳ Τυφῶνι μόρον Τυφῶνος ἀείδων

    与格 ἑζομένῳ Τυφῶνι は分詞 ἀείδων に対する間接目的語(「座っているテュポーンに向かって歌いながら」)であり、直接目的語 μόρον Τυφῶνος と同じ固有名詞を格を変えて畳みかける修辞的対比・ポリュプトートン(polyptoton)を成している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:1.450-1.534