- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:8#4
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
著者はキリストの「無知」を観照の段階的登攀という高次の意味から解釈し、肉と粗大な教理に基づく段階をキリストの国、純粋な非物質的観照を父の国と位置づける。さらに箴言の「造られた」という句やパウロの「御子の服従」の句を、本質ではなく受肉と救済経綸に基づくものとして論証する。
εἰ τοίνυν ἐκεῖνο λέγεται περὶ ἑαυτοῦ εἰδέναι ὁ Θεὸς ὅπερ ἐστί, κἀκεῖνο μὴ εἰδέναι ὅπερ οὐκ ἔστιν (οὐκ ἔστι δὲ ὁ Κύριος ἡμῶν κατὰ τὴν τῆς ἐνανθρωπήσεως ἐπίνοιαν καὶ παχυτέραν διδασκαλίαν τὸ ἔσχατον ὀρεκτόν),1 οὐκ ἄρα οἶδεν ὁ Σωτὴρ ἡμῶν τὸ τέλος καὶ τὴν ἐσχάτην μακαριότητα. ἀλλʼ οὐδὲ οἱ ἄγγελοι, φησίν, ἴσασι· τουτέστιν, οὐδὲ ἡ ἐν αὐτοῖς θεωρία καὶ οἱ λόγοι τῶν διακονιῶν εἰσὶ τὸ ἔσχατον ὀρεκτόν. παχεῖα γὰρ καὶ τούτων ἡ γνῶσις συγκρίσει τοῦ πρόσωπον πρὸς πρόσωπον. Μόνος δὲ ὁ Πατήρ, φησίν, ἐπίσταται, ἐπεὶ καὶ αὐτός ἐστι τὸ τέλος καὶ ἡ ἐσχάτη μακαριότης. ὅταν γὰρ μηκέτι Θεὸν ἐν τοῖς κατόπτροις μηδὲ διὰ τῶν ἀλλοτρίων ἐπιγινώσκωμεν, ἀλλʼ αὐτῷ ὡς μόνῳ καὶ ἑνὶ προσέλθωμεν, τότε καὶ τὸ ἔσχατον τέλος εἰσόμεθα. Χριστοῦ γὰρ βασιλείαν φασὶν εἶναι πᾶσαν τὴν ἔνυλον γνῶσιν· τοῦ δὲ Θεοῦ καὶ Πατρὸς τὴν ἄϋλον, καὶ ὡς ἂν εἴποι τις, αὐτῆς τῆς θεότητος θεωρίαν.2 ἔστι δὲ καὶ ὁ Κύριος ἡμῶν καὶ αὐτὸς τὸ τέλος καὶ ἡ ἐσχάτη μακαριότης κατὰ τὴν τοῦ Λόγου ἐπίνοιαν. τί γάρ φησιν ἐν τῷ Εὐαγγελίῳ; Κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· ἀνάστασιν λέγων τὴν ἀπὸ τῆς ἐνύλου γνώσεως ἐπὶ τὴν ἄϋλον θεωρίαν μετάβασιν, ἐσχάτην δὲ ἡμέραν τὴν γνῶσιν ταύτην εἰπών, μεθʼ ἣν οὐκ ἔστιν ἑτέρα. τηνικαῦτα γὰρ ὁ νοῦς ἡμῶν ἐξανίσταται καὶ πρὸς ὕψος μακάριον διεγείρεται, ὁπηνίκα ἂν θεωρήσῃ τὴν ἑνάδα καὶ μονάδα τοῦ Λόγου. Ἀλλʼ ἐπειδὴ παχυνθεὶς ἡμῶν ὁ νοῦς τῷ χοῒ συνεδέθη καὶ τῷ πηλῷ συμφύρεται καὶ ψιλῇ τῇ θεωρίᾳ ἐνατενίζειν ἀδυνατεῖ, διὰ τῶν συγγενῶν τοῦ σώματος αὐτοῦ κόσμων ποδηγούμενος, τὰς ἐνεργείας τοῦ κτίστου κατανοεῖ καὶ ταῦτα ἐκ τῶν ἀποτελεσμάτων τέως ἐπιγινώσκει, ἵνʼ οὕτω κατὰ μικρὸν αὐξηθεὶς ἰσχύσῃ ποτὲ καὶ αὐτῇ γυμνῇ προσελθεῖν τῇ θεότητι. κατὰ ταύτην δὲ οἶμαι τὴν ἐπίνοιαν εἰρῆσθαι καὶ τὸ Ὁ Πατήρ μου μείζων μού ἐστι, καὶ τὸ Οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλʼ οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρός. τοῦτο γάρ ἐστι καὶ τὸ παραδοῦναι τὴν βασιλείαν τὸν Χριστὸν τῷ Θεῷ καὶ Πατρί, ἀπαρχὴν ὄντα καὶ οὐ τέλος κατὰ τὴν παχυτέραν, ὡς ἔφην, διδασκαλίαν, ἥτις ὡς πρὸς ἡμᾶς, καὶ οὐ πρὸς αὐτὸν τὸν Υἱὸν θεωρεῖται. ὅτι δὲ ταῦθʼ οὕτως ἔχει, πάλιν ἐρωτήσασι τοῖς μαθηταῖς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων τὸ Πότε ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; φησίν, Οὐχ ἡμῶν ἐστὶ γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, τουτέστιν, οὐ τῶν συνδεδεμένων σαρκὶ καὶ αἵματι τῆς τοιαύτης βασιλείας ἡ γνῶσις. Ταύτην γὰρ τὴν θεωρίαν ὁ Πατὴρ ἐναπέθετο τῇ ἰδίᾳ ἐξουσίᾳ· ἐξουσίαν λέγων τοὺς ἐξουσιαζομένους, ἰδίαν δέ, οὓς μὴ κατέχει ἄγνοια τῶν κατωτέρω πραγμάτων. χρόνους δὲ καὶ καιροὺς μή μοι νόει αἰσθητούς, ἀλλὰ διαστήματά τινα γνώσεως ὑπὸ τοῦ νοητοῦ ἡλίου γινόμενα. δεῖ γὰρ τὴν προσευχὴν ἐκείνην ἐπὶ πέρας ἀχθῆναι τοῦ Δεσπότου ἡμῶν· Ἰησοῦς γάρ ἐστιν ὁ προσευξάμενος, Δὸς αὐτοῖς, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι, καθὼς ἐγὼ καὶ σὺ ἕν ἐσμεν, Πάτερ. εἷς γὰρ ὢν ὁ Θεός, ἐν ἑκάστῳ γινόμενος, ἑνοῖ τοὺς πάντας· καὶ ἀπόλλυται ὁ ἀριθμὸς τῇ τῆς μονάδος ἐπιδημίᾳ. Κἀγὼ μὲν οὕτως ἐπέβαλον τῷ ῥητῷ κατὰ τὴν δευτέραν ἐπιχείρησιν. εἰ δέ τις βέλτιον λέγοι ἢ διορθοίη εὐσεβῶς τὰ ἡμέτερα, καὶ λεγέτω καὶ διορθούσθω, καὶ ὁ Κύριος ἀνταποδώσει ὑπὲρ ἡμῶν. οὐδεὶς γὰρ παρʼ ἡμῖν αὐλίζεται φθόνος, ὅτι μηδὲ φιλονεικίας ἕνεκεν ἢ κενοδοξίας ἐπὶ τήνδε τὴν ἐξέτασιν τῶν ῥημάτων κεχωρήκαμεν, ἀλλʼ ὠφελείας ἕνεκεν τῶν ἀδελφῶν, ὑπὲρ τοῦ μὴ δοκεῖν παρακρούεσθαι τὰ ὀστράκινα σκεύη, τὰ τὸν θησαυρὸν ἔχοντα τοῦ Θεοῦ, ὑπὸ τῶν λιθοκαρδίων καὶ ἀπεριτμήτων ἀνθρώπων, τῶν ἐκ τῆς μωρᾶς ὡπλισμένων σοφίας. Πάλιν διὰ τοῦ σοφοῦ Σολομῶντος ἐν Παροιμίαις κέκτισται, Κύριος γάρ, φησίν, ἔκτισέ με. καὶ ἀρχὴ ὁδῶν εὐαγγελικῶν ὀνομάζεται, ἀγουσῶν ἡμᾶς πρὸς τὴν βασιλείαν τῶν οὐρανῶν, οὐ κατʼ οὐσίαν κτίσις, ἀλλὰ κατὰ τὴν οἰκονομίαν ὁδὸς γεγονώς. τὸ γὰρ γεγονέναι καὶ τὸ ἐκτίσθαι ταὐτὸν δηλοῖ. ὡς γὰρ ὁδὸς γέγονε, καὶ θύρα, καὶ ποιμήν, καὶ ἄγγελος, καὶ πρόβατον, καὶ πάλιν ἀρχιερεὺς καὶ ἀπόστολος, ἄλλων κατʼ ἄλλην ἐπίνοιαν τῶν ὀνομάτων κειμένων.3 Τί ἂν εἴποι πάλιν ὁ αἱρετικὸς περὶ τοῦ ἀνυποτάκτου Θεοῦ καὶ τοῦ δι’ ἡμᾶς ἁμαρτίαν γεγενημένου; γέγραπται γάρ, Ὅταν ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα. οὐ φοβῇ, ἄνθρωπε, τὸν Θεὸν ἀνυπότακτον ὀνομαζόμενον; τὴν γὰρ σὴν ὑποταγὴν ἰδίαν ποιεῖται, καὶ ἐν τῷ ἀντιτείνειν σε πρὸς τὴν ἀρετήν,4 ἀνυπότακτον ἑαυτὸν ὀνομάζει.
それゆえ、もし神について、ご自身がそれであるところのものを知っており、ご自身がそれではないところのものは知らないと言われているのだとすれば(そして私たちの主は、受肉の概念ならびに粗大なる教えに従えば、究極の希求目標ではあられないのですから)、私たちの救い主は終わりと至高の至福を知られないということになります。しかし主は、御使いたちも知らないと仰せになります。すなわち、彼らのうちにある観照も、その奉仕の諸原理も、究極の希求目標ではないということです。顔と顔を合わせることに比べれば、これらについての知識すら粗大だからです。 父のみが知っておられると主は仰せになりますが、それは父ご自身こそが終わりであり、至高の至福だからです。というのも、私たちがもはや神を鏡のうちにでも他者を通じてでも認識せず、唯一にして一なる方としての神ご自身へと進み寄るとき、そのときにこそ私たちは究極の終わりを知るからです。実際、人々は物質的な知識全体がキリストの王国であり、非物質的な観照、言ってみれば神性そのものの観照こそが神にして父の王国であると言っています。もっとも、私たちの主ご自身も、言としての概念に従えば、終わりであり至高の至福であられます。福音書において主は何と仰せになっているでしょうか。「そして私自身が、終わりの日に彼を復活させよう。」主は復活によって物質的な知識から非物質的な観照への移行を語り、終わりの日によって、その後に別のものが存在しないこの知識を語っておられるのです。実に私たちの知性(ヌース)は、言の単一性と一者性を観照するときにこそ奮い立ち、至福の高さへと呼び覚まされるのです。 しかし、私たちの知性は粗大化して塵に結びつけられ、泥と混じり合って純粋な観照を凝視することができないため、知性は自らの肉体に親近性をもつ諸世界によって手引きされ、創造主の働きを理解し、当面は結果からこれらを認識します。それは、このようにして少しずつ成長し、いつの日か裸の神性そのものへと進み寄る力を得るためです。そして私は、「私の父は私より偉大である」という言葉も、「私の与えるべきことではなく、父によって備えられている者たちのものである」という言葉も、この概念に従って語られたのだと考えます。なぜなら、これこそがキリストが神にして父に王国を引き渡すということであり、先に私が述べたような粗大な教え――この教えは私たちとの関係において考察されるものであり、御子ご自身との関係においてではありません――に従えば、主は初穂であって終わりではないからです。そしてこのことがこの通りであることは、使徒言行録において弟子たちが「あなたがイスラエルに王国を再興されるのはいつなのですか」と再び尋ねたのに対し、「父がご自身の権能のうちに定められた時や期節を知ることは、私たちの知るところではない」と主が仰せになったこと、すなわち、肉と血に結びつけられた者たちには、このような王国の知識は属していないことからも明らかです。 実に父はこの観照をご自身の権能のうちに委ね置かれました。「権能」とは支配される者たちのことであり、「ご自身の」とは、下位の事物についての無知にとらわれていない者たちのことです。また「時や期節」とは、感覚的なものと解してはならず、叡智的な太陽によって生じる知識の諸段階(間隔)と解してください。私たちの主のあの祈りは成就へと導かれねばならないからです。実に「父よ、私があなたと一つであるように、彼らもまた私たちのうちにあって一つとなるようにお与えください」と祈られたのはイエスだからです。なぜなら、神は唯一であり、各人のうちに宿ることで万人を一つとされるからです。そして数は一者性の到来によって消滅します。 そして私としては、第二の試みに従ってこの聖句にこのように取り組みました。しかし、もし誰かがより優れたことを語ったり、敬虔に私たちの説を正してくれたりするなら、語るも正すもその人に任せましょう。主が私たちの代わりに報いてくださるでしょう。私たちのうちにはいかなる妬みも宿っていません。なぜなら、私たちは論争や虚栄のためにこれらの言葉の吟味へと進んだのではなく、愚かな知恵によって武装した頑迷で割礼なき人間たちによって、神の宝を宿す土の器が欺かれているように見えないよう、兄弟たちの有益のために進んだからです。 さらに、知恵あるソロモンを通じて箴言において、「主はわたしを造られた」とあるように、造られたとされています。そして天の国へと私たちを導く福音の道の初めと名づけられますが、本質において被造物なのではなく、救済経綸に従って道となられたのです。「生じた」ことと「造られた」こととは同じ意味を示しているからです。実に主は道となられたように、門ともなり、羊飼いとなり、御使いとなり、羊となり、また大祭司や使徒となられたのであり、それぞれの概念に従って別々の名が置かれているのです。 異端者は、服従しない神、また私たちのために罪となられた方について、再び何を言おうというのでしょうか。「万物が彼に服従するとき、そのときには御子ご自身も、万物を彼に服従させた方に服従するであろう」と書かれているからです。人よ、あなたは神が服従しない方と呼ばれているのを恐れないのですか。主はあなたの服従を自らのものとなさり、あなたが徳に対して抵抗しているさなかに、ご自身を服従しない者と名づけておられるのです。
- 8οὐκ ἔστι δὲ ὁ Κύριος ἡμῶν κατὰ τὴν τῆς ἐνανθρωπήσεως ἐπίνοιαν καὶ παχυτέραν διδασκαλίαν τὸ ἔσχατον ὀρεκτόν
括弧内の挿入文。主語は ὁ Κύριος ἡμῶν、述語補語は τὸ ἔσχατον ὀρεκτόν(究極の希求目標)。前節の「神はご自身がそれではないものは知らないと言われる」という前提を受け、受肉の経綸および感覚的・物質的段階における主(キリスト)は「究極の目的そのもの」ではないため、「知らない」と表現されるという論理の小前提を成す。
- 8Χριστοῦ γὰρ βασιλείαν φασὶν εἶναι πᾶσαν τὴν ἔνυλον γνῶσιν· τοῦ δὲ Θεοῦ καὶ Πατρὸς τὴν ἄϋλον, καὶ ὡς ἂν εἴποι τις, αὐτῆς τῆς θεότητος θεωρίαν.
対格不定詞構文。主動詞 φασίν に対し、対格主語 πᾶσαν τὴν ἔνυλον γνῶσιν、述語対格 Χριστοῦ βασιλείαν、不定詞 εἶναι が続く。後半の τοῦ δὲ Θεοῦ καὶ Πατρὸς [βασιλείαν εἶναι] では不定詞構文が省略補完され、対格 τὴν ἄϋλον [γνῶσιν] ... θεωρίαν がその主語(または述語)として対置されている。
- 8ἄλλων κατʼ ἄλλην ἐπίνοιαν τῶν ὀνομάτων κειμένων
独立属格構文。名詞 τῶν ὀνομάτων が主語、分詞 κειμένων が述語を成す。ἄλλων ... ἄλλην の呼応的配置により、「それぞれの異なる名称(道、門、羊飼い等)が、それぞれの異なる概念・アスペクトに従って配当されている」という状況を示す。
- 8ἐν τῷ ἀντιτείνειν σε πρὸς τὴν ἀρετήν
前置詞 ἐν と定冠詞中性単数与格 τῷ を伴う動名詞的(名詞的)不定詞構文。不定詞 ἀντιτείνειν の意味上の主語として対格 σε が置かれている。「あなたが徳に対して抵抗している間に/ことにおいて」という時間的・状況的限定を表す。
