- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:244#3
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
バシレイオスは、自身を中傷して各地に流布された書簡を取り上げ、ニカイア信仰や教皇庁との関係における相手方の豹変と忘恩を告発する。さらに、かつて自ら拒絶した教会会議の叙階を都合よく認める相手方の深刻な論理矛盾と自己保身を痛烈に批判する。
Ἕως ἐν τούτοις ἦμεν, ἐπικατέλαβεν ἡμᾶς ἕτερα γράμματα πρὸς Δαζίζαν τινὰ γεγραμμένα δῆθεν, τῇ δὲ ἀληθείᾳ πᾶσιν ἀνθρώποις ἐπεσταλμένα, ὡς δηλοῖ αὐτῶν ἡ οὕτως ὀξεῖα διάδοσις, ὡς ἐν ὀλίγαις ἡμέραις ἐν παντὶ μὲν τῷ Πόντῳ κατασπαρῆναι καὶ τὴν Γαλατίαν ἐπιδραμεῖν. φασὶ δέ τινες, ὅτι καὶ Βιθυνοὺς διεξελθόντες οἱ τῶν ἀγαθῶν τούτων ἄγγελοι μέχρις αὐτοῦ ἔφθασαν Ἑλλησπόντου. τίνα δὲ ἦν τὰ καθʼ ἡμῶν πρὸς Δαζίζαν ἐπεσταλμένα, πάντως μὲν οἶδας. οὐ γὰρ οὕτω σε μακρὰν τῆς ἑαυτῶν φιλίας τίθενται, ὥστε σε μόνον ἀγέραστον τῆς τιμῆς ἐκείνης καταλιπεῖν. εἰ δὲ οὐκ ἦλθεν εἰς σὲ τὰ γράμματα, ἀλλʼ ἐγώ σοι ἀποστέλλω. ἐν οἷς εὑρήσεις ἡμᾶς κατηγορουμένους, δόλον καὶ ῥᾳδιουργίαν, φθορὰν ἐκκλησιῶν καὶ ψυχῶν ἀπώλειαν, καὶ τὸ πάντων, ὡς αὐτοὶ νομίζουσιν, ἀληθέστερον, ὅτι ἐγκάθετον ἐκείνην τὴν προβολὴν τῆς πίστεως ἐποιησάμεθα, οὐ Νικοπολίταις διακονούμενοι, ἀλλʼ αὐτοὶ λαβεῖν δολερῶς ὁμολογίαν ἐπινοήσαντες. τούτων μὲν οὖν κριτὴς Κύριος· καὶ γὰρ τίς ἂν γένοιτο τῶν ἐν καρδίᾳ λογισμῶν ἐναργὴς ἀπόδειξις; ἐκεῖνο δὲ αὐτῶν ἐθαύμασα, εἰ ὅτι μὲν τῷ παρʼ ἡμῶν ἐπιδοθέντι βιβλίῳ ὑπέγραψαν τοσαύτῃ κέχρηνται διαστάσει, ὥστε καὶ ὄντα καὶ μὴ ὄντα εἰς τὴν τῶν ἐγκαλούντων αὐτοῖς πληροφορίαν συμφύρειν, ὅτι δὲ ἐν τῇ Ῥώμῃ ἔγγραφος αὐτῶν ὁμολογία τῆς ἐν Νικαίᾳ πίστεως ἀπόκειται, τοῦτο οὐκ ἐννοοῦσιν,1 οὐδὲ ὅτι διὰ τῆς ἑαυτῶν χειρὸς ἐπέδωκαν τῇ ἐν Τυάνοις συνόδῳ τὸ ἀπὸ Ῥώμης βιβλίον, ὃ παρʼ ἡμῖν κατάκειται, τὴν αὐτὴν ταύτην πίστιν ἔχον. καὶ τῆς ἰδίας ἑαυτῶν δημηγορίας ἐπελάθοντο, ἣν εἰς τὸ μέσον καταστάντες τότε, ὠδύροντο μὲν τὴν ἀπάτην, δι’ ἧς ὑπήχθησαν συνθέσθαι τῷ τόμῳ τῷ παρὰ τοῦ συστήματος Εὐδοξίου συντεταγμένῳ· διότι ταύτην ἐπενόησαν τοῦ σφάλματος ἐκείνου ἀπολογίαν, τὸ ἀπελθόντας εἰς Ῥώμην, ἐκεῖθεν λαβεῖν τὴν τῶν πατέρων πίστιν, ἵνα ἣν ἐποίησαν βλάβην ταῖς ἐκκλησίαις τῇ πρὸς τὸ κακὸν συνθήκῃ, ταύτην ἐπανορθώσωνται τῇ ἐπεισαγωγῇ τοῦ βελτίονος. ἀλλʼ οἱ τὰς μακροτάτας ἀποδημίας ὑπὲρ τῆς πίστεως ὑποστάντες, καὶ τὰ σοφὰ ταῦτα δημηγορήσαντες, νῦν λοιδοροῦνται ἡμᾶς, ὡς δολίως πορευομένους, καὶ ἐν σχήματι ἀγάπης τὰ τῶν ἐπιβουλευόντων ποιοῦντας. δηλοῖ δὲ καὶ τὰ νῦν περιφερόμενα κατεγνωκέναι αὐτοὺς τῆς ἐν Νικαίᾳ πίστεως. εἶδον γὰρ Κύζικον, καὶ μετʼ ἄλλης πίστεως ἐπανῆλθον. Καὶ τί τὸ ἐν τοῖς ῥήμασιν εὐμετάθετον λέγω, πολλῷ μείζονας ἐξ αὐτῶν τῶν πραγμάτων τῆς ἐπὶ τὰ ἐναντία περιτροπῆς ἔχων τὰς ἀποδείξεις; οἱ γὰρ πεντακοσίων ἐπισκόπων δόγματι κατʼ αὐτῶν ἐξενεχθέντι μὴ εἴξαντες, μηδὲ καταδεξάμενοι τῆς οἰκονομίας τῶν ἐκκλησιῶν ἀποστῆναι, τοσούτων εἰς τὴν τῆς καθαιρέσεως αὐτῶν γνώμην συμφωνησάντων· διότι, φασίν, οὐκ ἦσαν Πνεύματος ἁγίου μέτοχοι, οὐδὲ Θεοῦ χάριτι τὰς ἐκκλησίας οἰκονομοῦντες, ἀλλʼ ἀνθρωπίνῃ δυναστείᾳ καὶ ἐπιθυμίᾳ δόξης κενῆς τὰ προστασίας ἁρπάσαντες· οὗτοι νῦν τοὺς παρʼ ἐκείνων χειροτονηθέντας ὡς ἐπισκόπους δέχονται.2 οὓς ἐρώτησον ἀντʼ ἐμοῦ, εἰ καὶ τῶν ἀνθρώπων πάντων καταφρονοῦσιν, ὡς οὔτʼ ὀφθαλμοὺς ἐχόντων, οὔτʼ ὦτα, οὔτε καρδίαν αἰσθητικήν, ὅσον γοῦν δύνασθαι συνιδεῖν τῶν γενομένων τὸ ἀνακόλουθον, ἐν τῇ ἑαυτῶν καρδίᾳ τίνα διάνοιαν ἔχουσι; πῶς δύνανται δύο εἶναι ἐπίσκοποι, ὅ τε καθῃρημένος ὑπὸ Εὐιππίου, καὶ ὁ παρʼ αὐτοῦ κεχειροτονημένος;3 τῆς γὰρ αὐτῆς χειρὸς ἔργον ἀμφότερα. ὃς εἰ μὴ εἶχε τὴν δεδομένην τῷ Ἱερεμίᾳ χάριν, κατασκάπτειν καὶ ἀνοικοδομεῖν, ἐκριζοῦν καὶ καταφυτεύειν, οὔτʼ ἂν ἐξερρίζωσε τοῦτον, οὔτʼ ἂν ἐκεῖνον ἐφύτευσεν. εἰ δὲ τὸ ἕτερον αὐτῷ δίδως, συγχωρήσεις αὐτῷ καὶ τὸ ἕτερον. ἀλλʼ εἷς σκοπός, ὡς ἔοικε, τὸ ἑαυτῶν ζητεῖν πανταχοῦ, καὶ φίλον μὲν ἡγεῖσθαι τὸν ταῖς ἐπιθυμίαις αὐτῶν συνεργοῦντα, πολέμιον δὲ κρίνειν, καὶ μηδεμιᾶς κατʼ αὐτοῦ διαβολῆς φείδεσθαι, τὸν ταῖς ἐπιθυμίαις αὐτῶν ἀνθιστάμενον.
私たちがこのような状態にあった時、ダジザスなる人物に宛てて書かれたとされながら、実際にはすべての人々に送られた別の手紙が私たちに追いつきました。それは、その極めて急速な流布が示すとおりであり、わずか数日のうちに全ポントスに撒き散らされ、ガラティアをも駆け巡ったほどでした。一説によれば、この良き便りの使者たちはビテュニアを通り抜け、ヘレスポントスそのものにまで達したということです。ダジザスに宛てて私たちに対して送られた手紙の内容が何であったか、あなたには百も承知のことでしょう。彼らはあなたを自分たちの友情からそれほど遠くに置いているわけではなく、あなた一人をその名誉に浴さないままにしておくはずがないからです。しかし、もし手紙があなたの元に届いていないのなら、私があなたにお送りしましょう。その手紙の中であなたは、私たちが謀略や悪巧み、教会の破壊や魂の滅び、そして彼らが思うに最も真実味を帯びていることとして、私たちがニコポリスの人々に奉仕するためではなく、自ら狡猾に信仰告白をせしめようと企てて、あの信仰表明を密かな罠として仕組んだと告発されているのを目にするでしょう。さて、これらについては主が裁き主です。心の中の思いに一体いかなる明白な証拠があり得ましょうか。しかし彼らのことで私が驚いたのは、私たちが提出した文書に署名したことについては、彼らを責める者たちを納得させるために事実と事実でないこととをごたまぜにするほどの大いなる不和を示している一方で、ローマにニカイア信仰についての彼らの書面による告白が保管されていること、また私たちが保管している同じこの信仰を含むローマからの文書を、彼ら自らの手でテュアナの教会会議に提出したことを心に留めていない点です。そして彼らは、かつて公の場に立って、エウドクシオスの一派によって作成された文書に同意するよう誘い込まれたその欺瞞を嘆いた自分たちの演説をも忘れてしまいました。彼らはあの誤りに対する弁明として、ローマに赴いてそこから教父たちの信仰を受け取り、悪への合意によって教会にもたらした損害を、より善きものの導入によって正すという方法を思いついたからです。ところが、信仰のためにあれほど遠くへの旅に耐え、あの賢明な演説を行った者たちが、今や私たちを、狡猾に歩み、愛を装って陰謀を企てる者たちの行いをしていると罵倒しているのです。現在流布している文書は、彼らがニカイアの信仰を断罪したことをも明らかにしています。彼らはキュジコスを目にし、別の信仰を携えて帰ってきたからです。 そして、反対方向への転向のはるかに大きな証拠を、実際の行動そのものから私が持っているのに、なぜ彼らの言葉における移り気などを語る必要があるでしょうか。というのも、彼らは五百人の主教たちが下した彼らに対する決定に屈せず、これほど多くの者が彼らの免職の決定に同意したにもかかわらず、教会の管理から退くことを承諾しませんでした。彼らが言うには、その主教たちは聖霊に与る者たちではなく、神の恵みによって教会を管理しているのでもなく、人間の権力と虚栄心への欲望によって首位を奪い取った者たちだからだ、というのです。その彼らが、今やそれらの者たちによって叙階された者たちを主教として受け入れているのです。私の代わりに彼らに尋ねてみてください。彼らは、起きたことの不合理さを少なくとも見抜くことができるほどの目も耳も分別ある心も持たないものとして全人類を軽蔑しているにしても、自分自身の心の中ではどのような考えを抱いているのか、と。エウイッピオスによって免職された者と、彼によって叙階された者の両方が、いかにして同時に主教であり得るのでしょうか。双方とも同じ手による仕業なのですから。もし彼に、引き倒し建て直し、引き抜き植え付けるというエレミヤに与えられた恵みがなかったとするなら、彼はこの者を根こそぎにすることも、あの者を植えることもできなかったはずです。しかし、もしあなたが彼にその一方を認めるなら、もう一方も彼に認めねばならないでしょう。だが彼らの目的はただ一つ、どうやらあらゆる場所で自分たちの利益を求め、自分たちの欲望に協力する者を友と見なし、自分たちの欲望に抵抗する者を敵と判断して、その者に対してはいかなる中傷も惜しまないということのようです。
- 244ἐκεῖνο δὲ αὐτῶν ἐθαύμασα, εἰ ὅτι μὲν ... ὅτι δὲ ... τοῦτο οὐκ ἐννοοῦσιν
動詞 ἐθαύμασα は先行的指示代名詞 ἐκεῖνο を伴い、感情の動詞に後続する接続詞 εἰ によって導入される節を受けている。この εἰ 節の内部で ὅτι μὲν ... と ὅτι δὲ ... という二つの対比節が並置され、後者の帰結部として τοῦτο οὐκ ἐννοοῦσιν(「このことを彼らは心に留めていない」)が配されている。構文全体としては「一方の事柄(ὅτι μὲν)については過剰な反応を示しながら、他方のより重大な事実(ὅτι δὲ)については熟考しない(τοῦτο οὐκ ἐννοοῦσιν)ということ」に対する驚きを表す重層構造となっている。
- 244οἱ γὰρ πεντακοσίων ἐπισκόπων ... οὗτοι νῦν τοὺς παρʼ ἐκείνων χειροτονηθέντας ὡς ἐπισκόπους δέχονται
文頭の冠詞付き分詞 οἱ ... μὴ εἴξαντες(「屈しなかった者たち」)は主語として前置されているが、後続する長い分詞句や挿入的な理由説明(διότι, φασίν, οὐκ ἦσαν...)によって主述の連結が隔てられるため、主節の直前で指示代名詞 οὗτοι(「これらの者たちが」)によって再受されている(懸垂主格/再受構文)。主動詞は末尾の δέχονται である。
- 244πῶς δύνανται δύο εἶναι ἐπίσκοποι, ὅ τε καθῃρημένος ὑπὸ Εὐιππίου, καὶ ὁ παρʼ αὐτοῦ κεχειροτονημένος;
δύνανται δύο εἶναι ἐπίσκοποι の主語 δύο ἐπίσκοποι(「二人の主教」)の内容を、後続する二つの分詞句 ὅ τε καθῃρημένος ... καὶ ὁ ... κεχειροτονημένος が同格として詳述している。エウイッピオスの権威を否定して自らの免職を無効とするならば、彼による叙階も無効にならざるを得ないというアポリア(論理的矛盾)を対比的並置によって突きつける構文である。
