← カイサリアのバシレイオス

書簡集

§243#2

異端波及の警告と使節ドロテオスの派遣

バシレイオスは西方教会に対し、自らの苦難を伝えるのは教導ではなく悲嘆の吐露と祈りの要請のためであると述べ、東方の異端が西方へも波及する危険を警告しつつ、現地の緊迫した事情により使節として長老ドロテオスを代表派遣したと説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§243#2

Ταῦτα εἰδόσιν ἐπιστέλλομεν, διότι οὐδὲν μέρος ἐστὶ τῆς οἰκουμένης, ὃ τὰς ἡμετέρας λοιπὸν ἠγνόησε συμφοράς. ὥστε οὐ διδασκαλίας ἕνεκεν τοὺς λόγους τούτους ποιεῖσθαι ἡμᾶς νομίζειν προσῆκεν, οὐδὲ τοῦ ὑπομνῆσαι ὑμῶν τὴν ἐμμέλειαν. οἴδαμεν γάρ, ὅτι οὐκ ἄν ποτε ἐπιλάθοισθε ἡμῶν, οὐ μᾶλλόν γε ἢ ἡ μήτηρ τῶν ἐκγόνων τῆς κοιλίας αὐτῆς. ἀλλʼ ἐπειδὴ οἱ περιωδυνίᾳ τινὶ κατεχόμενοι διὰ τῶν στεναγμῶν κουφίζειν πως τὰς ἀλγηδόνας πεφύκασι, τοῦτο καὶ ἡμεῖς ποιοῦμεν· οἷον ἀποσκευαζόμεθα τῆς λύπης τὸ βάρος, δι’ ὧν πρὸς τὴν ὑμετέραν ἀγάπην τὰς πολυειδεῖς ἡμῶν συμφορὰς ἐξαγγέλλομεν, εἴ πως ἄν, σφοδρότερον εἰς τὰς ὑπὲρ ἡμῶν προσευχὰς κινηθέντες, δυσωπήσητε τὸν Κύριον διαλλαγῆναι ἡμῖν.1 εἰ μὲν οὖν αἱ θλίψεις ἦσαν μόναι αἱ καταπονοῦσαι ἡμᾶς, κἂν συνεβουλεύσαμεν2 ἑαυτοῖς τὴν ἡσυχίαν ἄγειν, καὶ χαίρειν τοῖς ὑπὲρ Χριστοῦ παθήμασιν, ἐπειδὴ Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆσεσθαι εἰς ἡμᾶς. νῦν δὲ φοβούμεθα, μήποτε αὐξανόμενον τὸ κακόν, ὥσπερ τις φλὸξ διὰ τῆς καιομένης ὕλης βαδίζουσα, ἐπειδὰν καταναλώσῃ τὰ πλησίον, ἅψηται καὶ τῶν πόρρω. ἐπινέμεται γὰρ τὸ κακὸν τῆς αἱρέσεως· καὶ δέος ἐστί, μὴ τὰς ἡμετέρας ἐκκλησίας καταφαγοῦσα, ἕρψῃ λοιπὸν καὶ ἐπὶ τὸ ὑγιαῖνον μέρος τῆς καθʼ ὑμᾶς παροικίας. τάχα μὲν οὖν διὰ τὸ παρʼ ἡμῖν πλεονάσαι τὴν ἁμαρτίαν, πρῶτοι παρεδόθημεν εἰς κατάβρωσιν τοῖς ὠμοφάγοις ὀδοῦσι τῶν ἐχθρῶν τοῦ Θεοῦ· τάχα δέ, ὃ καὶ μᾶλλόν ἐστιν εἰκάσαι, ὅτι ἐπειδὴ τὸ εὐαγγέλιον τῆς βασιλείας ἀπὸ τῶν ἡμετέρων τόπων ἀρξάμενον εἰς πᾶσαν ἐξῆλθε τὴν οἰκουμένην, διὰ τοῦτο ὁ κοινὸς τῶν ψυχῶν ἡμῶν ἐχθρός, τὰ τῆς ἀποστασίας σπέρματα, ἀπὸ τῶν αὐτῶν τόπων τὴν ἀρχὴν λαβόντα, εἰς πᾶσαν οἰκουμένην διαδοθῆναι φιλονεικεῖ. ἐφʼ οὓς γὰρ ἔλαμψεν ὁ φωτισμὸς τῆς γνώσεως τοῦ Χριστοῦ, ἐπὶ τούτους ἐλθεῖν καὶ τὸ τῆς ἀσεβείας σκότος ἐπινοεῖ. Ὑμέτερα οὖν λογίσασθε τὰ πάθη ἡμῶν, ὡς γνήσιοι μαθηταὶ τοῦ Κυρίου. οὐχ ὑπὲρ χρημάτων, οὐχ ὑπὲρ δόξης, οὐχ ὑπὲρ ἄλλου τινὸς τῶν προσκαίρων καταπολεμούμεθα, ἀλλʼ ὑπὲρ τοῦ κοινοῦ κτήματος, τοῦ πατρικοῦ θησαυροῦ τῆς ὑγιαινούσης πίστεως, ἑστήκαμεν ἀγωνιζόμενοι. συναλγήσατε ἡμῖν, ὦ φιλάδελφοι, ὅτι ἀποκέκλεισται μὲν παρʼ ἡμῖν τῶν εὐσεβούντων τὰ στόματα, ἤνοικται δὲ πᾶσα θρασεῖα καὶ βλάσφημος γλῶσσα τῶν λαλούντων κατὰ τοῦ Θεοῦ ἀδικίαν. οἱ στῦλοι καὶ τὸ ἑδραίωμα τῆς ἀληθείας ἐν διασπορᾷ, ἡμεῖς δέ, οἱ διὰ σμικρότητα παροφθέντες, ἀπαρρησίαστοι. ἀγωνιάσατε ὑπὲρ τῶν λαῶν· καὶ μὴ τὸ καθʼ ἑαυτοὺς σκοπεῖτε μόνον, ὅτι ἐν λιμέσιν εὐδίοις ὁρμίζεσθε, τῆς τοῦ Θεοῦ χάριτος πᾶσαν ὑμῖν σκέπην χαρισαμένης ἀπὸ τῆς ζάλης τῶν πνευμάτων τῆς πονηρίας. ἀλλὰ καὶ ταῖς χειμαζομέναις τῶν ἐκκλησιῶν χεῖρα ὀρέξατε, μήποτε ἐγκαταλειφθεῖσαι, παντελῶς ὑπομείνωσι τῆς πίστεως τὸ ναυάγιον. στενάξατε ἐφʼ ἡμῖν ὅτι ὁ Μονογενὴς βλασφημεῖται, καὶ ὁ ἀντιλέγων οὐκ ἔστι. τὸ Πνεῦμα τὸ ἅγιον ἀθετεῖται, καὶ ὁ δυνάμενος ἐλέγχειν ἀποδιώκεται. πολυθεΐα κεκράτηκε. μέγας Θεὸς παρʼ αὐτοῖς καὶ μικρός. Υἱὸς οὐχὶ φύσεως ὄνομα, ἀλλὰ τιμῆς τινος εἶναι προσηγορία νενόμισται· τὸ Πνεῦμα τὸ ἅγιον, οὐ συμπληρωτικὸν εἶναι τῆς ἁγίας Τριάδος, οὐδὲ κοινωνὸν τῆς θείας καὶ μακαρίας φύσεως, ἀλλʼ ἕν τι τῶν ἐκ τῆς κτίσεως, εἰκῆ καὶ ὡς ἔτυχε, Πατρὶ καὶ Υἱῷ προσερρῖφθαι. τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων; καὶ κλαύσομαι τὸν λαὸν ἡμέρας πολλάς, τὸν ταῖς πονηραῖς ταύταις διδασκαλίαις πρὸς τὴν ἀπώλειαν συνωθούμενον. παρασύρονται τῶν ἀκεραιοτέρων αἱ ἀκοαί· εἰς συνήθειαν λοιπὸν ἦλθον τῆς αἱρετικῆς δυσσεβείας. συνεκτρέφεται τὰ νήπια τῆς Ἐκκλησίας τοῖς λόγοις τῆς ἀσεβείας. τί γὰρ καὶ ποιήσουσι; βαπτίσματα παρʼ ἐκείνοις, προπομπαὶ τῶν ἐξοδευόντων, ἐπισκέψεις τῶν ἀσθενούντων, παρακλήσεις τῶν λυπουμένων, βοήθειαι τῶν καταπονουμένων, ἀντιλήψεις παντοδαπαί, μυστηρίων κοινωνίαι· ἃ πάντα, δι’ ἐκείνων ἐπιτελούμενα, σύνδεσμος γίνεται τοῖς λαοῖς τῆς πρὸς αὐτοὺς ὁμονοίας· ὥστε μικροῦ χρόνου προελθόντος, μηδʼ εἰ γένοιτό τις ἄδεια, ἐλπίδα λοιπὸν εἶναι3 τοὺς ὑπὸ τῆς χρονίας ἀπάτης κατασχεθέντας, πάλιν πρὸς τὴν ἐπίγνωσιν τῆς ἀληθείας ἀνακληθῆναι. Τούτων ἕνεκεν πολλοὺς ἡμᾶς ἐχρῆν συνδραμεῖν πρὸς τὴν ὑμετέραν σεμνότητα, καὶ ἕκαστον τῶν ἑαυτοῦ πραγμάτων ἐξηγητὴν γενέσθαι. νῦν δὲ καὶ αὐτὸ τοῦτο δεῖγμα γενέσθω ὑμῖν τῆς κακοπαθείας, ἐν ᾗ διάγομεν, ὅτι οὐδʼ ἀποδημίας ἐσμὲν κύριοι. εἰ γάρ τις καὶ πρὸς τὸ βραχύτατον τῆς ἐκκλησίας ἑαυτοῦ ἀποσταίη, ἐκδότους ἀφήσει τοὺς λαοὺς τοῖς ἐφεδρεύουσιν. ἀλλὰ τῇ τοῦ Θεοῦ χάριτι ἕνα ἀπεστείλαμεν ἀντὶ πολλῶν, τὸν εὐλαβέστατον καὶ ἀγαπητὸν ἀδελφὸν ἡμῶν Δωρόθεον τὸν συμπρεσβύτερον· ὃς καὶ ὅσα διαπέφευγεν ἡμῶν τὰ γράμματα τῇ παρʼ ἑαυτοῦ διηγήσει δυνατός ἐστιν ἀναπληρῶσαι, παρηκολουθηκὼς πᾶσι μετὰ ἀκριβείας, καὶ ζηλωτὴς ὑπάρχων τῆς ὀρθῆς πίστεως. ὃν προσδεξάμενοι ἐν εἰρήνῃ διὰ ταχέων ἡμῖν ἀποπέμψατε, ἀγαθὰ ἡμῖν εὐαγγέλια φέροντα τῆς σπουδῆς ὑμῶν, ἣν ἔχετε πρὸς τὸ ἀντιλαμβάνεσθαι τῆς ἀδελφότητος.

私たちは、すでに知っている方々に向けてこれを書き送っています。私たちの災難をもはや知らない地域など、世界には一つもないからです。それゆえ、私たちがこの言葉を記しているのを、あなたがたを教え導くため、あるいはあなたがたの心遣いを喚起するためであると見なすべきではありません。なぜなら、母が自らの胎の実を忘れることなどないのと同じく、あなたがたが私たちを決して忘れないことを、私たちは知っているからです。しかし、ある種の激痛に圧倒されている者たちが、呻きによって痛みを幾分か和らげるのが常であるように、私たちも同じことをしているのです。私たちは、あなたがたの愛に向かって自らの多種多様な災難を告げ知らせることによって、いわば悲嘆の重荷を脱ぎ捨てており、願わくは、あなたがたが私たちのための祈りへとさらに激しく駆り立てられ、主が私たちと和解してくださるよう懇願してくれることを望んでいるのです。もし仮に、私たちを苛んでいるものがただ艱難だけであったなら、私たちは自らに静穏を保ち、キリストのための苦難を喜ぶよう勧めたことでしょう。「現在の苦難は、私たちに現されようとしている将来の栄光に比べるに値しない」からです。しかし今や私たちが恐れているのは、燃え盛る薪を通って進む炎のように、悪が増大し、身近なものを焼き尽くしたあとには遠くのものにまで燃え移るのではないかということです。異端の悪は蔓延しつつあり、それが私たちの教会を食い尽くしたあと、残るはあなたがたの地域にある健全な部分にまで這い寄ってくるのではないかと懸念されるのです。おそらくは、私たちの側で罪が増し加わったがゆえに、私たちが神の敵たちの肉を貪る歯への餌食として真っ先に引き渡されたのでしょう。あるいはまた、むしろ推測するに相応しいことですが、御国の福音は私たちの地から始まって全世界へと広がっていったがゆえに、私たちの魂の共通の敵は、背教の種もまた同じ地から端緒を得て全世界に撒き散らされるよう争い求めているのです。なぜなら、キリストの知識の光が輝き出た人々の上にこそ、不敬虔の闇をももたらそうと敵は企てているからです。 したがって、主の真の弟子として、私たちの苦難をご自身のものと見なしてください。私たちが攻撃されているのは、金銭のためでも、名誉のためでも、他のいかなる一時的なもののためにでもなく、私たちは共通の財産、すなわち健全な信仰という父祖の宝のために、立ち上がって奮闘しているのです。兄弟を愛する方々よ、私たちとともに痛みを分かち合ってください。私たちのところでは敬虔な者たちの口が封じられ、神に逆らって不義を語る者たちのあらゆる不遜で冒涜的な舌が開かれているからです。真理の柱と支えは散らされ、私たちは微小さのゆえに見過ごされ、発言の自由を奪われています。民のために苦慮してください。そして、自らが平穏な港に錨を下ろし、邪悪の霊たちの嵐から神の恵みが全き庇護を授けてくださっていることのみを顧みないでください。むしろ、嵐に揺れる教会たちにも手を差し伸べ、見捨てられた教会が信仰の破船を完全に被ることがないようにしてください。私たちのために呻いてください、独り子が冒涜され、異を唱える者がいないことを。聖霊が否認され、論駁しうる者が追い払われていることを。多神教が支配を確立しました。彼らのもとでは神に大と小とがあります。子は本性の名ではなく、何らかの尊称にすぎないと見なされています。聖霊は、聖三位一体を全うするものでもなく、神性の祝福された本性に与るものでもなく、被造物の一つにすぎず、無差別に適当に、父と子に投げ足されたものと見なされています。誰が私の頭に水を与え、私の目に涙の泉を与えてくれるでしょうか。そうすれば、私はこれらの邪悪な教えによって滅びへと追いやられている民のために、幾日も泣くことができるのに。より純真な者たちの耳は惑わされ、今や彼らは異端の不敬虔に慣れ親しんでしまいました。教会の幼子たちは不敬虔の言葉とともに養い育てられています。彼らは一体どうすればよいというのでしょうか。洗礼は彼らのもとで行われ、旅立つ者たちの見送りも、病者の訪問も、悲しむ者への慰めも、苛まれる者への援助も、あらゆる種類の救援も、機密の交わりも彼らによってなされているのです。これらのすべてが彼らを通じて行われることで、民にとって彼らとの和合の絆となってしまっています。その結果、少しの時が経過すれば、たとえ何らかの免除が与えられたとしても、長年の欺瞞に囚われた者たちが再び真理の認識へと呼び戻される希望はもはや残されないほどです。 これらのことのために、私たちの多くがあなたがたの尊厳のもとへと駆けつけ、各人が自らの事情を説明するべきでありました。しかし今や、私たちが置かれている苦難のまさにこの証しとして、私たちが旅に出ることさえ意のままにならないということを知ってください。というのも、もし誰かがほんのわずかの間でも自分の教会を離れるならば、待ち伏せしている者たちに民を引き渡すことになるからです。しかし、神の恵みによって、私たちは多くの者の代わりに一人を、最も敬虔で愛する兄弟である協同の長老ドロテオスを派遣いたしました。彼は、私たちの手紙に漏れた事柄を自らの語りによって補うことができ、すべてのことに正確に通じ、正統信仰に熱心な者であります。彼を平安のうちに受け入れ、兄弟団を救援するためにあなたがたが抱いている熱意の善き福音を私たちにもたらす者として、速やかに私たちのもとへ送り返してください。

構文注3 件
  1. 243εἴ πως ἄν, σφοδρότερον εἰς τὰς ὑπὲρ ἡμῶν προσευχὰς κινηθέντες, δυσωπήσητε τὸν Κύριον διαλλαγῆναι ἡμῖν

    εἴ πως ἄν に接続法 aorist の δυσωπήσητε が後続する構文で、強い願望・期待を伴う婉曲的な目的・結果表現(「願わくは…してくださるように」「もしどうにかして…していただけるならば」)を導く。ἄν が付加されることで「可能であれば」という条件的な控えめさが添えられている。

  2. 243κἂν συνεβουλεύσαμεν

    κἄν は καὶ ἄν の縮約。直前の条件節 εἰ μὲν οὖν αἱ θλίψεις ἦσαν μόναι(直説法未完了過去)に対する帰結節を構成し、直説法アオリスト(συνεβουλεύσαμεν)とともに反実仮想(過去事実に反する仮定、または現在の事実と異なる事態の帰結)を表す。「もし〜だけであったなら、私たちは自らに勧告したことであろう」の意。

  3. 243ὥστε μικροῦ χρόνου προελθόντος, μηδʼ εἰ γένοιτό τις ἄδεια, ἐλπίδα λοιπὸν εἶναι

    ὥστε に不定詞 ἐλπίδα εἶναι(対格不定詞構文)が後続して結果を表す主幹構造をなす。その内部に、絶対属格 μικροῦ χρόνου προελθόντος と、譲歩条件節 μηδʼ εἰ γένοιτό τις ἄδεια(希求法 γένοιτο による将来の希求・潜在的仮定「たとえ何らかの免除・自由が生じたとしても」)が挿入されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:243#2