- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:226#2
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
バシレイオスは対立者たちが自分と絶縁した真の動機が教理的・教会政治的な保身にあることを暴き、ニカイア信条の「同質」の正しい理解と三位一体論の正統性を擁護して、時勢に応じて信仰を変える彼らの日和見主義を批判する。
Καὶ ἡμῶν τοίνυν ἀπέστησαν, οὔτε ἀγανακτήσαντες, ὅτι οὐκ ἀντεγράψαμεν (τοῦτο γάρ ἐστιν ἐφʼ οὗ μάλιστα λέγουσι παρωξύνθαι), οὔτε ὅτι τοὺς χωρεπισκόπους, οὓς λέγουσιν ἀπεσταλκέναι, οὐκ ἐδεξάμεθα. καίτοι δώσουσι λόγον τῷ Κυρίῳ οἱ τοῦτο κατασκευάζοντες. εἷς γάρ τις Εὐστάθιος ἀποσταλείς, καὶ γράμματα διαδοὺς τῇ τάξει τοῦ Οὐικαρίου, τρεῖς ἡμέρας ποιήσας ἐπὶ τῆς πόλεως, καὶ μέλλων ἀπαίρειν ἐπὶ τὰ ἴδια, ἑσπέρας ἤδη βαθείας, καθεύδοντί μοι λέγεται πλησιάσαι τῷ οἰκήματι ἡμῶν. ἀκούσας δὲ ὅτι καθεύδω, ἀπελθών, οὐκέτι τῇ ὑστεραίᾳ ἡμῖν προσήγγισεν, ἀλλʼ οὕτως ἀφοσιωσάμενος τὸ καθʼ ἡμᾶς, ἐπανῆλθε. καὶ τοῦτό ἐστι τὸ ἔγκλημα, ὃ ἠδικήσαμεν ἡμεῖς, καὶ οἱ μακρόθυμοι οὐκ ἀντεστάθμησαν τὴν πρὸ τούτου δουλείαν ἡμῶν, ἣν ἐδουλεύσαμεν αὐτοῖς ἐν ἀγάπῃ, τῷ πταίσματι τούτῳ· ἀλλὰ τοσοῦτον ἐβάρυναν τὴν καθʼ ἡμῶν ὀργὴν ἐπὶ ταύτῃ τῇ ἁμαρτίᾳ, ὥστε πάσαις ταῖς κατὰ τὴν οἰκουμένην ἐκκλησίαις, τό γε εἰς αὐτοὺς ἧκον,1 ἐκκηρύκτους ἡμᾶς ποιῆσαι. Οὐ μὴν αὕτη γέ ἐστι κατὰ ἀλήθειαν τῆς διαστάσεως ἡ αἰτία· ἀλλʼ ἐπειδὴ ἐνόμισαν εὐδοκιμήσειν τότε παρὰ τῷ Εὐζωΐῳ, εἰ ἡμῶν ἑαυτοὺς ἀλλοτριώσειαν, ἐκείνας ἑαυτοῖς ἐπενόησαν τὰς προφάσεις, ἵνα εὕρωσί τινα σύστασιν παρʼ αὐτοῖς διὰ τοῦ πρὸς ἡμᾶς πολέμου. οὗτοι νῦν καὶ τὴν ἐν Νικαίᾳ διαβάλλουσι πίστιν, καὶ ὁμοουσιάστας ἡμᾶς ἀποκαλοῦσι, διὰ τὸ ἐν ἐκείνῃ τῇ πίστει τὸν μονογενῆ Υἱὸν τῷ Θεῷ καὶ Πατρὶ ὁμοούσιον ὁμολογεῖσθαι, οὐχ ὡς ἀπὸ μιᾶς οὐσίας μερισθείσης εἰς δύο ἀδελφά, μὴ γένοιτο· οὐ γὰρ τοῦτο ἐνόησεν ἡ ἁγία ἐκείνη καὶ θεοφιλὴς σύνοδος, ἀλλʼ ὡς, ὅπερ ἐστὶ κατὰ τὴν οὐσίαν ὁ Πατήρ, τοῦτο ὀφείλοντος νοεῖσθαι καὶ τοῦ Υἱοῦ.2 οὕτω γὰρ ἡμῖν ἐκεῖνοι αὐτοὶ ἡρμήνευσαν εἰπόντες, φῶς ἐκ φωτός. ἔστι δὲ ἡ ἐν Νικαίᾳ πίστις, ἡ παρʼ αὐτῶν ἀπὸ τῆς δύσεως κομισθεῖσα, ἣν ἐπέδωκαν τῇ συνόδῳ τῇ ἐν Τυάνοις, ὑφʼ ἧς καὶ παρεδέχθησαν. ἀλλʼ ἔχουσί τι σοφὸν δόγμα εἰς τὰς τοιαύτας ἑαυτῶν μεταβολάς· ὅτι τοῖς ῥήμασι τῆς πίστεως ὡς ἰατροὶ κέχρηνται κατὰ καιρόν, ἄλλοτε ἄλλως πρὸς τὰ ὑποκείμενα πάθη μεθαρμοζόμενοι. τούτου δὲ τοῦ σοφίσματος τὸ σαθρὸν οὐκ ἐμὲ ἐλέγχειν προσῆκεν, ἀλλʼ ὑμᾶς νοεῖν. δώσει γὰρ ὑμῖν ὁ Κύριος σύνεσιν πρὸς τὸ γνωρίζειν, τίς μὲν ὁ εὐθὴς λόγος, τίς δὲ ὁ σκολιὸς καὶ διεστραμμένος, εἰ γὰρ ἄλλοτε ἄλλας δεῖ πίστεις συγγράφειν, καὶ μετὰ τῶν καιρῶν ἀλλοιοῦσθαι, ψευδὴς ἡ ἀπόφασις τοῦ εἰπόντος· Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα. εἰ δὲ ἐκεῖνα ἀληθῆ, μηδεὶς ὑμᾶς ἐξαπατάτω τοῖς κενοῖς τούτοις λόγοις. διαβάλλουσι γὰρ ἡμᾶς ὡς καινοτομοῦντας περὶ τοῦ Πνεύματος τοῦ ἁγίου. ἐρωτήσατε οὖν τίς ἡ καινοτομία. ἡμεῖς γὰρ ὁμολογοῦμεν ὃ καὶ παρελάβομεν, μετὰ Πατρὸς καὶ Υἱοῦ τετάχθαι τὸν Παράκλητον, οὐ μετὰ τῆς κτίσεως ἀριθμεῖσθαι. εἰς γὰρ Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα πεπιστεύκαμεν· καὶ βαπτιζόμεθα εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.
それゆえ彼らは私たちからも離反しましたが、それは私たちが返書を送らなかったことに憤慨したからでもなく(彼らが特に激怒したと言っているのはこの点です)、彼らが派遣したという巡回司教たちを私たちが受け入れなかったからでもありません。もっとも、この口実をでっち上げている者たちは主に申し開きをしなければならないでしょう。というのも、エウスタティオスという者が一人派遣され、代理官の部下に書状を手渡し、町に三日間滞在して、いよいよ自分の地へと出発しようとしていたとき、すでに夜遅く、私が眠っているところに、私たちの住まいに近づいたと言われているからです。そして私が眠っていると聞いて立ち去ると、翌日にはもはや私たちに近づくこともなく、このようにして私たちに関する務めを義理一遍に済ませて戻ったのです。そしてこれが、私たちが犯したという過失であり、寛容な彼らは、私たちが愛のうちに彼らに仕えたそれまでの奉仕を、この過失と秤にかけることもしませんでした。それどころか、この過失に対して私たちへの怒りをあまりにも重くしたため、彼らに関する限り、全世界のあらゆる教会に対して私たちを追放者として布告するほどでした。 しかし、これが真実における分裂の原因では決してありません。むしろ、もし私たちから自らを切り離すならば、当時エウゾイオスのもとで歓心を得られると考えたために、私たちに対する戦いを通じて彼らのもとに推薦を得ようと、彼らは自らにそれらの口実を考案したのです。彼らは今やニカイアの信仰をも中傷し、私たちを同一実体論者と呼んでいます。それは、その信仰において独り子が父なる神と同質であると告白されているからですが、それは一つの実体から二つの兄弟へと分割されたかのようにではなく(断じてそのようなことがあってはなりません。あの聖なる神に愛された教会会議はそのように意図したのではないからです)、父が実体においてそうであるまさにそのものとして、子もまた理解されるべきであるとして告白されているのです。というのも、あの人々自身が私たちに「光からの光」と言ってそのように解釈したからです。そしてニカイアの信仰とは、西方から彼らによってもたらされ、彼らがテュアナの教会会議に提出し、それによって彼ら自身が受け入れられたものなのです。しかし彼らは自らのこうした変節に対して賢しらな教理を持っており、医者のように時宜に応じて信仰の言葉を用い、直面する病に応じて時と場合によって異なった形に適応しているのだと称しています。しかしこの詭弁の脆さを論駁することは私にふさわしいのではなく、あなたがたが悟るべきことです。主があなたがたに、何がまっすぐな言葉であり、何が曲がって歪んだ言葉であるかを識別する理解力を与えてくださるでしょう。もし時宜に応じて異なる信仰箇条を起草し、時とともに変転しなければならないとするなら、「一人の主、一つの信仰、一つの洗礼」と言った者の断定は偽りとなってしまうからです。しかし、もしそれらの言葉が真実であるなら、誰もこのような空疎な言葉によってあなたがたを欺くことのないようにしなさい。彼らは私たちが聖霊に関して革新を行っているとして中傷しているからです。それゆえ、その革新とは何であるのか彼らに問うてみなさい。私たちは、自分たちが受け継いだまさにそのこと、すなわち弁護者は父および子とともに位置づけられており、被造物とともに数えられるのではないということを告白しているのです。私たちは父と子と聖霊を信じており、父と子と聖霊の御名において洗礼を受けているからです。
- 226τό γε εἰς αὐτοὺς ἧκον
中性単数対格分詞 ἧκον を用いた副詞的対格(あるいは限定の対格)の慣用表現。「彼らに関わる限り」「彼らの能力が及ぶ限り」を意味し、結果節の不定詞句 ἐκκηρύκτους ἡμᾶς ποιῆσαι を制限的に修飾している。
- 226τοῦτο ὀφείλοντος νοεῖσθαι καὶ τοῦ Υἱοῦ
接続詞 ὡς に導かれる独立属格構文。意味上の主語は καὶ τοῦ Υἱοῦ であり、分詞 ὀφείλοντος がノエイスタイ(νοεῖσθαι)を伴って述語をなす。直前の関係代名詞節 ὅπερ ἐστὶ κατὰ τὴν οὐσίαν ὁ Πατήρ を指示代名詞 τοῦτο が受け、「父が実体において何であるか、まさにそのものとして子もまた理解されるべきである」というニカイア信条の意図を示している。
