- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:220-221
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
著者はベロエアの人々からの手紙と司祭アカキオスの報告を受けて彼らの堅固な信仰と共同体の一致を称賛し、迫害の中で落胆せず忍耐を保つよう励ますとともに、キリストの告白者たちに対する神の栄誉を説いて激励している。
Πρὸς τοὺς ἐν Βεροίᾳ. Μεγάλην ὁ Κύριος ἔδωκε παραμυθίαν τοῖς ἀπολιμπανομένοις τῆς κατʼ ὀφθαλμοὺς συντυχίας, τὴν διὰ τοῦ γράμματος ὁμιλίαν, ἐξ ἧς ἔστι μανθάνειν οὐ τὸν σωματικὸν χαρακτῆρα, ἀλλʼ αὐτῆς τῆς ψυχῆς τὴν διάθεσιν. ὅθεν καὶ νῦν δεξάμενοι τὰ γράμματα τῆς εὐλαβείας ὑμῶν, ὁμοῦ τε ἐγνωρίσαμεν ὑμᾶς, καὶ τὴν περὶ ὑμᾶς ἀγάπην ταῖς καρδίαις ἡμῶν ἀνελάβομεν, οὐ δεηθέντες χρόνου μακροῦ συνήθειαν ἐμποιοῦντος ἡμῖν. ἐξ αὐτῆς γὰρ τῆς ἐναποκειμένης τοῖς γράμμασι διανοίας εἰς τὸ φίλτρον τοῦ κάλλους τῆς ψυχῆς ὑμῶν ἐξεκαύθημεν. καὶ γὰρ πρὸς τοῖς ἐπεσταλμένοις, τοιούτοις οὖσιν, ἔτι καὶ ἡ τῶν μεσιτευόντων ἀδελφῶν ἐπιτηδειότης ἐναργέστερον ἡμῖν ἐδείκνυ τὰ καθʼ ὑμᾶς. ὁ γὰρ ποθεινότατος καὶ εὐλαβέστατος συμπρεσβύτερος ἡμῶν Ἀκάκιος, πλείονα τῶν ἐπεσταλμένων διηγούμενος, καὶ ὑπʼ ὄψιν ἄγων τὴν καθημερινὴν ὑμῶν ἄθλησιν καὶ τὴν εὔτονον ὑπὲρ τῆς εὐσεβείας ἔνστασιν, τοσοῦτον ἡμῖν ἐνεποίησε τὸ θαῦμα, καὶ τοσοῦτον ἤγειρε τὸν πόθον τῆς ἀπολαύσεως τῶν ἐν ὑμῖν καλῶν, ὥστε προσεύχεσθαι ἡμᾶς τῷ Κυρίῳ γενέσθαι ποτὲ καιρὸν καὶ διὰ τῆς οἰκείας πείρας γνωρίσαι τὰ καθʼ ὑμᾶς. καὶ γὰρ ἀπήγγειλεν ἡμῖν οὐ μόνον ὑμῶν τῶν τὴν λειτουργίαν τοῦ θυσιαστηρίου πεπιστευμένων τὴν ἀκρίβειαν, ἀλλὰ καὶ τοῦ δήμου παντὸς τὴν συμφωνίαν, καὶ τῶν καθηγουμένων τῆς πόλεως καὶ προπολιτευομένων αὐτῆς τὸ μεγαλοφυὲς τῶν τρόπων, καὶ τὸ γνήσιον τῆς περὶ Θεὸν διαθέσεως, ὥστε μακαρίσαι ἡμᾶς τὴν ἐκ τῶν τοιούτων συμπληρουμένην ἐκκλησίαν, καὶ εὔχεσθαι νῦν πλέον δοθῆναι ὑμῖν τὴν πνευματικὴν γαλήνην, ἵνα ἃ νῦν ἐν τῷ καιρῷ τῆς ἀθλήσεως ἐπεδείξασθε, τούτων ἐν τῷ τῆς ἀνέσεως χρόνῳ κομίσησθε τὴν ἀπόλαυσιν. πέφυκε γάρ πως τὰ δυσχερῆ κατὰ τὴν πεῖραν ἡδονὴν φέρειν τοῖς ὑπομιμνησκομένοις. τὸ δὲ νῦν ἔχον1 παρακαλοῦμεν ὑμᾶς μὴ ἐκκακεῖν, μηδὲ ἀπαγορεύειν πρὸς τὴν συνέχειαν τῶν κακώσεων. ἐγγὺς γὰρ οἱ στέφανοι, καὶ ἐγγὺς ἡ ἀντίληψις τοῦ Κυρίου. μὴ ἐκχέητε τὰ προπεπονημένα ὑμῖν· μὴ ἀχρειώσητε τὸν κόπον τὸν διὰ πάσης τῆς οἰκουμένης βεβοημένον. ὀλιγοχρόνιοι τῶν ἀνθρωπίνων πραγμάτων αἱ καταστάσεις· Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε· τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα. Τῆς διαμενούσης ἐντολῆς ἀντεχόμενοι, τῆς παρερχομένης φαντασίας καταφρονήσωμεν. πολλὰς Ἐκκλησίας ἀνώρθωσε τὸ καθʼ ὑμᾶς ὑπόδειγμα. πολύν, κατὰ τὸ λανθάνον, ἑαυτοῖς συνηγάγετε τὸν μισθόν, δι’ ὧν τοὺς ἀπειροτέρους εἰς τὸν ὅμοιον ζῆλον προσεκαλέσασθε. πλούσιος ὁ μισθαποδότης, δυνάμενος ὑμῖν ἄξια χαρίσασθαι τῶν ἀγώνων τά ἔπαθλα.
ベロエアの人々へ。 主は、対面での面会を奪われている者たちに、手紙を通じた交わりという大いなる慰めをお与えになりました。そこから知ることができるのは肉体の特徴ではなく、まさに魂のありさまなのです。それゆえ私たちも今、あなた方の敬虔からなる手紙を受け取って、直ちにあなた方を知るとともに、あなた方への愛を私たちの心に受け入れました。私たちに親交を生じさせる長い時間を必要とすることはありませんでした。手紙の内に込められた思いそのものから、あなた方の魂の美しさに対する情愛へと熱く燃え上がったからです。実際、送られてきた手紙がそれほど優れていたことに加えて、仲介した兄弟たちの申し分のなさも、あなた方の状況を私たちにより明白に示してくれました。というのも、私たちがこの上なく慕ういと敬虔なる同輩の司祭アカキオスが、手紙に記された以上のことを物語り、あなた方の日々の闘いと敬虔のための力強い抵抗を目の当たりに示してくれたことで、私たちの中にそれほどの大いなる感嘆を生じさせ、あなた方のうちにある美徳を享受したいという望みをそれほど強くかき立てたため、私たちはいつの日にか時が訪れて自分自身の経験を通じてあなた方の状況を知ることができるようにと主に祈ったほどだからです。彼は、祭壇の奉仕を委託されているあなた方の厳格さのみならず、民衆全体の調和、そして町の指導者たちや市政を司る者たちの気品の高さと神に対する純信な態度をも私たちに知らせてくれたので、私たちはそのような人々によって満たされている教会を言祝ぎ、今やあなた方に霊的な平安が与えられ、現在この闘いの時に示したものの享受を安息の時に受け取ることができるよう、いっそう祈ったのです。というのも、経験においては困難であった事柄も、それを思い起こす者たちには何らかの快楽をもたらすのが習いだからです。当面のこととして私たちは、落胆することなく、また苦難の連続に屈服することのないようあなた方に懇願します。冠は近く、主の助けも近いのです。あなた方がこれまでに労苦してきたものを注ぎこぼしてはなりません。全世界に鳴り響いた労苦を無駄にしてはなりません。人間の事物の境遇は束の間のものです。「すべての肉なる者は草であり、人のすべての栄光は草の花のようだ。草は枯れ、花は散る。しかし主の言葉は永遠にとどまる。」 とどまり続ける戒めを固く保ち、過ぎ去る幻影を軽蔑しましょう。あなた方の模範は多くの教会を奮い立たせました。未熟な者たちを同様の熱意へと招き寄せたことによって、あなた方は知られざる形でおびただしい報いを自らのために蓄えたのです。報いをお与えになる方は富んでおられ、あなた方の闘いにふさわしい賞品を授けることがおできになります。
Πρὸς τοὺς ἐν Βεροίᾳ. Ἔγνωμεν ὑμᾶς προλαβόντες, ποθεινότατοι, ἐκ τῆς ἐκβεβοημένης ὑμῶν εὐλαβείας καὶ τοῦ στεφάνου τῆς κατὰ Χριστὸν ὁμολογίας. καὶ ἴσως ἄν τις ὑμῶν φαίη· Καὶ τίς ὁ εἰς τὴν μακρὰν ταῦτα διαπορθμεύσας; Κύριος αὐτός, ὃς τοὺς εὐσεβοῦντας εἰς αὐτὸν τρόπῳ λύχνου τιθεὶς ἐπὶ τὴν λυχνίαν, φαίνειν ποιεῖ καθʼ ὅλης τῆς οἰκουμένης. ἢ οὐχὶ τοὺς ἀριστέας τῶν ἀγωνιστῶν ἀνακηρύττειν εἴωθε τὸ τῆς νίκης βραβεῖον, καὶ τοὺς μηχανικοὺς ἡ τοῦ ἔργου ἐπίνοια; εἰ δὲ ἐπὶ τούτοις καὶ τοῖς τοιούτοις ἄληστος ἡ μνήμη διαμένει, τοὺς κατὰ Χριστὸν εὐσεβοῦντας,2 περὶ ὧν αὐτός φησιν ὁ Κύριος· Τοὺς δοξάζοντάς με δοξάσω, πῶς οὐχὶ γνωρίμους καὶ διαφανεῖς τοῖς πᾶσι καταστήσει, ταῖς ἀκτῖσι τοῦ ἡλίου συνεφαπτῶν τῆς ἐξαστραπτούσης αὐτῶν λαμπηδόνος τὸ φαιδρόν; Μείζονα δὲ αὖθις ἡμῖν τὸν περὶ ὑμᾶς πόθον ἐνεθήκατε γραμμάτων ἡμᾶς ἀξιώσαντες, καὶ γραμμάτων τοιούτων, ἐν οἷς πρὸς τοῖς προλαβοῦσιν ὑπὲρ τῆς εὐσεβείας παλαίσμασι πλουσίαν καὶ ἀκμαιοτέραν τὴν ὑπὲρ τῆς ἀληθοῦς πίστεως καρτεροψυχίαν ἐπεδαψιλεύσασθε. ἐφʼ οἷς συνηδόμεθα ὑμῖν, καὶ συνευχόμεθα, ὅπως ὁ τῶν ὅλων Θεός, οὗ ὁ ἀγών, καὶ οὗ τὸ σκάμμα, καὶ δι’ οὗ οἱ στέφανοι, προθυμίαν ἐμποιήσῃ, ῥῶσιν ψυχῆς παράσχῃ, καὶ εἰς τελείαν εὐδοκίμησιν τὴν παρʼ αὐτῷ τὸ ἔργον ὑμῶν ἀγάγῃ.
ベロエアの人々へ。 最愛の人々よ、私たちはあなた方の名高い敬虔とキリストによる信仰告白の冠から、先んじてあなた方を知っておりました。そしておそらくあなた方の誰かはこう言うかもしれません。「これほどの遠方までそれらを運んだのは誰なのか」と。主ご自身が、ご自分に敬虔である者たちを燭台の上のともし火のように据えて、全居住地に輝かせ給うのです。それとも、競技者のうち最優秀の者たちを勝利の賞品が告知し、技師たちを作品の構想が広く知らせるのが常ではないでしょうか。もしこれらやこのような事柄において記憶が忘れられることなくとどまるならば、キリストに従って敬虔に生きる者たち、すなわち「わたしを称える者をわたしは称えよう」と主ご自身が言われる者たちを、主がすべての人に知られ顕著な者とされないことがあり得ましょうか。彼らの閃く輝きの明るさを、太陽の光線に結びつけながら。 さらにあなた方は、私たちに手紙を寄せるにふさわしいと認めてくださることにより、あなた方への慕わしさを私たちに再びいっそう大きく植え付けられました。しかもその手紙において、敬虔のために以前になされた格闘に加えて、真の信仰のための豊かでいっそう揺るぎない忍耐の心をふんだんに注ぎ出してくださったのです。それらのゆえに私たちはあなた方とともに喜び、万物の神――この方の闘いであり、この方の競技場であり、この方を通じて冠が与えられる神――が、熱意を生じさせ、魂の健やかさを授け、あなた方の業を御前における完全な嘉納へと導いてくださるよう、ともに祈るものです。
- 220τὸ δὲ νῦν ἔχον
「現在のところは」「当面は」を意味する対格の副詞的慣用句。中性名詞化した現在分詞 ἔχον が自動詞的に(「事態が~の状態にある」)用いられ、時間を示す副詞 νῦν と結びついて全体の文を導入している。
- 221τοὺς κατὰ Χριστὸν εὐσεβοῦντας
主動詞 καταστήσει(「~にする、立てる」)の目的語となる対格句。直前の人間の最優秀競技者や技師の例(τοὺς ἀριστέας, τοὺς μηχανικούς)と対比させるため、関係節 περὶ ὧν... や主動詞に先立って文頭に前置(hyperbaton / prolepsis)されている。
