← カイサリアのバシレイオス

書簡集

§22#1

修道士の完徳生活に関する実践的指針

霊感を受けた聖書に基づき、言葉遣い・労働・節制・私有の放棄・服従・態度など、神を喜ばせようとする修道士の完徳生活に求められる実践的規定を簡潔に列挙する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§22#1

Περὶ τελειότητος βίου μοναχῶν Πολλῶν ὄντων τῶν ὑπὸ τῆς θεοπνεύστου Γραφῆς δηλουμένων τῶν κατορθοῦσθαι ὀφειλόντων τοῖς ἐσπουδακόσιν εὐαρεστῆσαι τῷ Θεῷ,1 περὶ μόνων τέως τῶν ἐπὶ τοῦ παρόντος κινηθέντων παρʼ ὑμῖν, ὡς ἔμαθον ἐξ αὐτῆς τῆς θεοπνεύστου Γραφῆς, ἐν συντόμῳ ὑπομνήσει εἰπεῖν ἀναγκαίως προεθυμήθην, τὴν περὶ ἑκάστου μαρτυρίαν εὔληπτον οὖσαν καταλείψας ἐπιγινώσκειν τοῖς περὶ τὴν ἀνάγνωσιν ἀπασχολουμένοις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους ὑπομιμνήσκειν. Ὅτι δεῖ τὸν Χριστιανὸν ἄξια τῆς ἐπουρανίου κλήσεως φρονεῖν, καὶ ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθαι. ὅτι οὐ δεῖ τὸν Χριστιανὸν μετεωρίζεσθαι, οὐδὲ ἀφέλκεσθαι ὑπό τινος ἀπὸ τῆς μνήμης τοῦ Θεοῦ καὶ τῶν αὐτοῦ θελημάτων καὶ κριμάτων. ὅτι δεῖ τὸν Χριστιανόν, κρείττονα τῶν κατὰ τὸν νόμον δικαιωμάτων γενόμενον ἐν πᾶσι, μήτε ὀμνύειν μήτε ψεύδεσθαι. ὅτι οὐ δεῖ βλασφημεῖν· ὅτι οὐ δεῖ ὑβρίζειν. ὅτι οὐ δεῖ μάχεσθαι· ὅτι οὐ δεῖ ἑαυτὸν ἐκδικεῖν· ὅτι οὐ δεῖ κακὸν ἀντὶ κακοῦ ἀποδιδόναι· ὅτι οὐ δεῖ ὀργίζεσθαι. ὅτι δεῖ μακροθυμεῖν πᾶν ὁτιοῦν πάσχοντα, καὶ ἐλέγχειν εὐκαίρως τὸν ἀδικοῦντα, οὐ μὴν ἐν πάθει τῆς ἑαυτοῦ ἐκδικήσεως, ἀλλʼ ἐν ἐπιθυμίᾳ τῆς τοῦ ἀδελφοῦ διορθώσεως, κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου. ὅτι οὐ δεῖ κατὰ ἀπόντος ἀδελφοῦ λέγειν τι σκοπῷ τοῦ διαβάλλειν αὐτόν, ὅπερ ἐστὶ καταλαλία, κἂν ἀληθῆ ᾖ τὰ λεγόμενα. ὅτι δεῖ τὸν καταλαλοῦντα ἀδελφοῦ ἀποστρέφεσθαι. Ὅτι οὐ δεῖ εὐτράπελα φθέγγεσθαι. ὅτι οὐ δεῖ γελᾷν οὐδὲ γελοιαστῶν ἀνέχεσθαι. ὅτι οὐ δεῖ ἀργολογεῖν, λαλοῦντά τι ὃ μήτε πρὸς ὠφέλειαν τῶν ἀκουόντων ἐστὶ μήτε πρὸς τὴν ἀναγκαίαν καὶ συγκεχωρημένην ἡμῖν ὑπὸ τοῦ Θεοῦ χρείαν· ὥστε καὶ τοὺς ἐργαζομένους σπουδάζειν καθʼ ὅσον δυνατὸν μετὰ ἡσυχίας ἐργάζεσθαι, καὶ αὐτοὺς δὲ τοὺς ἀγαθοὺς λόγους πρὸς ἐκείνους κινεῖν, τοὺς πεπιστευμένους μετὰ δοκιμασίας οἰκονομεῖν τὸν λόγον2 πρὸς οἰκοδομὴν τῆς πίστεως, ἵνα μὴ λυπῆται τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ. ὅτι οὐ δεῖ τῶν ἐπεισερχομένων τινὰ ἐπʼ ἐξουσίας ἐγγίζειν ἢ λαλεῖν τινὶ τῶν ἀδελφῶν, πρὶν ἂν οἱ ἐπιτεταγμένοι τὴν φροντίδα τῆς ἐν πᾶσιν εὐταξίας δοκιμάσωσι πῶς ἀρέσκει Θεῷ πρὸς τὸ κοινῇ συμφέρον. ὅτι οὐ δεῖ οἴνῳ δεδουλῶσθαι, οὔτε περὶ κρέα ἐμπαθῶς ἔχειν, καὶ καθόλου περὶ οὐδὲν βρῶμα ἢ πόμα φιλήδονον εἶναι· ὁ γὰρ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται. ὅτι τῶν διδομένων ἑκάστῳ εἰς χρῆσιν οὐδὲν ὡς ἴδιον ἔχειν δεῖ ἢ ταμιεύεσθαι· ἐν μέντοι τῇ φροντίδι πᾶσιν ὡς δεσποτικοῖς προσέχοντα, μηδὲν τῶν παραῤῥιπτομένων ἢ ἀμελουμένων, ἂν οὕτω τύχῃ, παρορᾷν. ὅτι οὐ δεῖ οὔτε αὐτὸν ἑαυτοῦ κύριον εἶναί τινα, ἀλλʼ ὡς ὑπὸ Θεοῦ παραδεδομένον εἰς δουλείαν τοῖς ὁμοψύχοις ἀδελφοῖς, οὕτω καὶ φρονεῖν πάντα καὶ ποιεῖν, ἕκαστον δὲ ἐν τῷ ἰδίῳ τάγματι. Ὅτι οὐ δεῖ γογγύζειν, οὔτε ἐν τῇ στενοχωρίᾳ τῶν πρὸς τὴν χρείαν οὔτε ἐν τῷ καμάτῳ τῶν ἔργων, ἐχόντων τὸ κρίμα περὶ ἑκάστου τῶν ἐπιτεταγμένων τὴν τούτων ἐξουσίαν.3 ὅτι οὐ δεῖ κραυγὴν γίνεσθαι, οὔτε ἄλλο τι σχῆμα ἢ κίνημα ἐν ᾧ χαρακτηρίζεται θυμός, ἢ μετεωρισμὸς ἀπὸ τῆς πληροφορίας τοῦ παρεῖναι τὸν Θεόν. ὅτι δεῖ τῇ χρείᾳ συμμετρεῖν τὴν φωνήν. ὅτι οὐ δεῖ θρασέως ἢ καταφρονητικῶς τινὶ ἀποκρίνεσθαι ἢ ποιεῖν τι, ἀλλʼ ἐν πᾶσι τὸ ἐπιεικὲς καὶ τὸ τιμητικὸν πρὸς πάντας δεικνύειν. ὅτι οὐ δεῖ ἐννεύειν ὀφθαλμῷ μετὰ δόλου, ἢ ἄλλῳ τινὶ σχήματι ἢ κινήματι μέλους κεχρῆσθαι, ὃ λυπεῖ τὸν ἀδελφὸν ἢ καταφρόνησιν ἐμφαίνει.

修道士の生活の完成について 神を喜ばせようと熱心に励む者たちにとって成し遂げられるべき事柄として、霊感を受けた聖書によって示されているものが多くある中で、さしあたり、あなた方の間で目下問題とされた事柄についてのみ、霊感を受けた聖書そのものから学んだとおりに、手短な覚書として語ることを余儀なく志しました。個々の事柄についての証拠は容易に把握できるものなので、読誦に携わる者たちがみずから認めるよう委ねておきます。そのような人々は他者を諭すにも十分な力を備えているはずだからです。 キリスト者は天の召しにふさわしい思いを抱き、キリストの福音にふさわしく生活すべきであること。キリスト者は心を浮つかせたり、何ものかによって神の記憶およびその御心と裁きの記憶から引き離されたりしてはならないこと。キリスト者は、律法による義の規定をあらゆる点で超えるものとなった以上、誓っても偽ってもならないこと。冒瀆してはならないこと。侮辱を加えてはならないこと。争ってはならないこと。自分で復讐してはならないこと。悪に対して悪を返してはならないこと。怒ってはならないこと。どんなことでも苦難を受ける際には寛容であるべきであり、主の戒めに従って、不正を働く者を時宜を得て戒めるべきであるが、それは決して自分自身の復讐の情念によるのではなく、兄弟の矯正を願う熱意によるべきであること。不在の兄弟に対して、彼を中傷する目的で何かを語ってはならないこと。それは、たとえ語られることが真実であったとしても悪口であること。兄弟の悪口を言う者を遠ざけるべきであること。 軽薄な冗談を口にしてはならないこと。笑ってはならず、道化を許容してもならないこと。聞く者の益にもならず、神によって私どもに許された不可欠の必要にも資さない無益なことを語り、空疎な話をしてはならないこと。したがって、労働する者たちも可能な限り静けさを保って働くよう努めるべきであり、また善き言葉そのものも、信仰の徳を高めるために試錬を経て御言葉を配分することを委ねられた人々が彼らに向けて起こすべきであって、それは神の聖霊を悲しませないためであること。立ち入ってくる者の誰も、万事における秩序の配慮を命じられた者たちが、共通の益に向けてどのように神の御心に適うかを審査するまでは、勝手に近づいたり兄弟たちの誰かに話しかけたりしてはならないこと。ぶどう酒の奴隷となってはならず、肉に対して情欲を抱いてはならず、いかなる飲食物に対しても決して快楽を貪ってはならないこと。競技に臨む者はあらゆることについて節制するからであること。各自に使用のために与えられるもののうち、何一つ私有物として保持したり貯蔵したりしてはならないこと。むしろ、配慮においてはすべてを主人のものとして心を配り、もし万が一放置されたり無視されたりしているものがあっても、何一つ見過ごしてはならないこと。誰も自分自身の主人であってはならず、神によって志を同じくする兄弟たちへの仕えへと引き渡された者として、万事をそのように思い、また行うべきであるが、各自はそれぞれの固有の序列においてそうすべきであること。 必要のための事柄の乏しさにおいても、労苦の苦痛においても、不平を言ってはならないこと。これらの事柄についての権能を委ねられた者たちが、各々の事柄に関して判断の責任を負っているのだからであること。叫び声を上げてはならず、怒りが示されるような他のいかなる身振りや動作も、神がともにおられるという確信からの心の浮つきが示されるような身振りや動作もあってはならないこと。必要に応じて声を調整すべきであること。誰に対しても傲慢に、あるいは侮蔑的に答えたり何かを行ったりしてはならず、あらゆることにおいてすべての人に対して温和と敬意を示すべきであること。欺きをもって目で合図をしたり、兄弟を悲しませたり軽蔑を表したりするような他のいかなる四肢の身振りや動作も用いてはならないこと。

構文注3 件
  1. 22Πολλῶν ὄντων τῶν ὑπὸ τῆς θεοπνεύστου Γραφῆς δηλουμένων τῶν κατορθοῦσθαι ὀφειλόντων τοῖς ἐσπουδακόσιν εὐαρεστῆσαι τῷ Θεῷ

    Πολλῶν ὄντων は譲歩を表す絶対属格で、その意味上の主語が冠詞付き分詞句 τῶν ... δηλουμένων である。さらにその後に並置された τῶν κατορθοῦσθαι ὀφειλόντων が限定的に修飾し、「神を喜ばせようと熱心な人々にとって(τοῖς ἐσπουδακόσιν: 与格は関係または利害)成し遂げられるべき事柄」という意味を形成している。

  2. 22καὶ αὐτοὺς δὲ τοὺς ἀγαθοὺς λόγους πρὸς ἐκείνους κινεῖν, τοὺς πεπιστευμένους μετὰ δοκιμασίας οἰκονομεῖν τὸν λόγον

    不定詞 κινεῖν は前出の ὅτι οὐ δεῖ から派生した ὥστε 節(ὥστε καὶ τοὺς ἐργαζομένους σπουδάζειν ... καὶ ... κινεῖν)に連なる対格不定詞構文である。πρὸς ἐκείνους(「彼らに向かって」)の ἐκείνους は前節の τοὺς ἐργαζομένους を指し、後置された分詞句 τοὺς πεπιστευμένους 以下(「審査を経て言葉の配分を委ねられた者たち」)が不定詞 κινεῖν の意味上の主語(対格)、αὐτοὺς ... τοὺς ἀγαθοὺς λόγους がその目的語となっている。

  3. 22ἐχόντων τὸ κρίμα περὶ ἑκάστου τῶν ἐπιτεταγμένων τὴν τούτων ἐξουσίαν

    ἐχόντων ... τῶν ἐπιτεταγμένων は理由を表す絶対属格構文である。語順の倒置があり、実質的な主語は後置された分詞 τῶν ἐπιτεταγμένων τὴν τούτων ἐξουσίαν(受動分詞 ἐπιτεταγμένων が事柄の対格 ἐξουσίαν をとる構文で「それらの権能を委ねられた人々」)であり、分詞述語 ἐχόντων τὸ κρίμα περὶ ἑκάστου が「個々の事柄についての裁きの責任を負っている」を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:22#1