← カイサリアのバシレイオス

書簡集

§217#3

不法な婚姻や背教の補贖と真の悔悛

離婚後の再婚、近親関係における重婚、背教や偽誓、異教の占いに対する補贖期間を定め、悔悛の本質は形式的な期間ではなく生活の真摯な改心にあることを説いて信徒に悪との決別を促す。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§217#3

Ὁ μέντοι καταλιμπάνων τὴν νομίμως αὐτῷ συναφθεῖσαν γυναῖκα καὶ ἑτέραν συναγόμενος, κατὰ τὴν τοῦ Κυρίου ἀπόφασιν τῷ τῆς μοιχείας ὑπόκειται κρίματι. κεκανόνισται δὲ παρὰ τῶν πατέρων ἡμῶν τοὺς τοιούτους ἐνιαυτὸν προσκλαίειν,1 διετίαν ἐπακροᾶσθαι, τριετίαν ὑποπίπτειν, τῷ δὲ ἑβδόμῳ συνίστασθαι τοῖς πιστοῖς· καὶ οὕτω τῆς προσφορᾶς καταξιοῦσθαι, ἐὰν μετὰ δακρύων μετανοήσωσιν. Ὁ δὲ αὐτὸς τύπος κρατείτω καὶ ἐπὶ τῶν τὰς δύο ἀδελφὰς λαμβανόντων εἰς συνοικέσιον, εἰ καὶ κατὰ διαφόρους χρόνους. Οἱ δὲ ταῖς μητρυιαῖς ταῖς ἑαυτῶν ἐπιμαινόμενοι τῷ αὐτῷ ὑπόκεινται κανόνι, ᾧ καὶ οἱ ταῖς ἑαυτῶν ἀδελφαῖς ἐπιμαινόμενοι. Τὴν δὲ πολυγαμίαν οἱ πατέρες ἀπεσιώπησαν, ὡς κτηνώδη καὶ παντελῶς ἀλλοτρίαν τοῦ γένους τῶν ἀνθρώπων. ἡμῖν δὲ παρίσταται πλέον τι πορνείας εἶναι τὸ ἁμάρτημα. διὸ εὔλογον τοὺς τοιούτους ὑποβάλλεσθαι τοῖς κανόσι· δηλονότι ἐνιαυτὸν προσκλαύσαντας, καὶ ἐν τρισὶν ὑποπεσόντας, οὕτω δεκτοὺς εἶναι. Ἐπειδὴ δὲ πολλοὶ ἐν τῇ τῶν βαρβάρων καταδρομῇ παρέβησαν τὴν εἰς Θεὸν πίστιν, ὅρκους ἐθνικοὺς ἐπιτελέσαντες, καὶ ἀθεμίτων τινῶν γευσάμενοι τῶν ἐν τοῖς εἰδώλοις τοῖς μαγικοῖς προσενεχθέντων αὐτοῖς, οὗτοι κατὰ τοὺς ἤδη παρὰ τῶν πατέρων ἡμῶν ἐξενεχθέντας κανόνας οἰκονομείσθωσαν. οἱ μὲν γὰρ ἀνάγκην χαλεπὴν ἐκ βασάνων ὑπομείναντες, καὶ μὴ φέροντες τοὺς πόνους, καὶ ἑλκυσθέντες πρὸς τὴν ἄρνησιν, ἐν τρισὶν ἔτεσιν ἀδέκτους εἶναι, καὶ ἐν δυσὶν ἀκροᾶσθαι· καὶ ἐν τρισὶν ὑποπεσόντας, οὕτω δεκτοὺς γενέσθαι εἰς τὴν κοινωνίαν· οἱ δὲ ἄνευ ἀνάγκης μεγάλης προδόντες τὴν εἰς Θεὸν πίστιν, καὶ ἁψάμενοι τῆς τραπέζης τῶν δαιμονίων, καὶ ὀμόσαντες ὅρκους Ἑλληνικούς, ἐκβάλλεσθαι μὲν ἐν γʼ ἔτεσι, καὶ ἐν ἀκροᾶσθαι· ἐν ὑποπτώσει δὲ εὐξαμένους ἐν ἔτεσι, καὶ ἐν ἄλλοις γʼ συστάντας2 τοῖς πιστοῖς εἰς τὴν δέησιν, οὕτω δεκτοὺς εἶναι τῇ τοῦ ἀγαθοῦ κοινωνίᾳ. Καὶ περὶ τῶν ἐπιορκησάντων, εἰ μὲν ἐκ βίας καὶ ἀνάγκης παρέβησαν τοὺς ὅρκους, κουφοτέροις ὑπόκεινται ἐπιτιμίοις, ὥστε μετὰ ἔτη εἶναι αὐτοὺς δεκτούς· εἰ δὲ ἄνευ ἀνάγκης προδόντες τὴν ἑαυτῶν πίστιν, ἐν δυσὶν ἔτεσι προσκλαύσαντες, καὶ ἐν δυσὶν ἀκροασάμενοι, καὶ ἐν πέντε ἐν ὑποπτώσει εὐξάμενοι, καὶ ἐν δυσὶν ἄλλοις ἄνευ προσφορᾶς εἰς τὴν κοινωνίαν τῆς προσευχῆς παραδεχθέντες, οὕτω τελευταῖον ἀξιόλογον, δηλαδή, τὴν μετάνοιαν ἐπιδειξάμενοι, ἀποκαταστήσονται εἰς τὴν κοινωνίαν τοῦ σώματος τοῦ Χριστοῦ. Οἱ καταμαντευόμενοι καὶ ταῖς συνηθείαις τῶν ἐθνῶν ἀκολουθοῦντες, ἢ εἰσάγοντές τινας εἰς τοὺς ἑαυτῶν οἴκους ἐπὶ ἀνευρέσει φαρμακειῶν, καὶ καθάρσει, ὑπὸ τὸν κανόνα πιπτέτωσαν τῆς ἑξαετίας. ἐνιαυτὸν προσκλαύσαντες, καὶ ἐνιαυτὸν ἀκροασάμενοι, καὶ ἐν γ ἔτεσιν ὑποπίπτοντες, καὶ ἐνιαυτὸν συστάντες τοῖς πιστοῖς, οὕτω δεχθήτωσαν. Πάντα δὲ ταῦτα γράφομεν, ὥστε τοὺς καρποὺς δοκιμάζεσθαι τῆς μετανοίας. οὐ γὰρ πάντως τῷ χρόνῳ κρίνομεν τὰ τοιαῦτα, ἀλλὰ τῷ τρόπῳ τῆς μετανοίας προσέχομεν. ἐὰν δὲ δυσαποσπάστως ἔχωσι τῶν ἰδίων ἐθῶν, καὶ ταῖς ἡδοναῖς τῆς σαρκὸς μᾶλλον δουλεύειν θέλωσιν ἢ τῷ Κυρίῳ, καὶ τὴν κατὰ τὸ εὐαγγέλιον ζωὴν μὴ καταδέχωνται, οὐδεὶς ἡμῖν πρὸς αὐτοὺς κοινὸς λόγος. ἡμεῖς γὰρ ἐν λαῷ ἀπειθεῖ καὶ ἀντιλέγοντι δεδιδάγμεθα ἀκούειν, ὅτι Σώζων σῶζε τὴν σεαυτοῦ ψυχήν.3 μὴ τοίνυν καταδεξώμεθα συναπόλλυσθαι τοῖς τοιούτοις· ἀλλὰ φοβηθέντες τὸ βαρὺ κρίμα, καὶ τὴν φοβερὰν ἡμέραν τῆς ἀνταποδόσεως τοῦ Κυρίου πρὸ τῶν ὀφθαλμῶν λαβόντες, μὴ θελήσωμεν ἁμαρτίαις ἀλλοτρίαις συναπόλλυσθαι. εἰ γὰρ μὴ ἐπαίδευσεν ἡμᾶς τὰ φοβερὰ τοῦ Κυρίου, μηδὲ αἱ τηλικαῦται πληγαὶ εἰς αἴσθησιν ἡμᾶς ἤγαγον, ὅτι διὰ τὴν ἀνομίαν ἡμῶν ἐγκατέλιπεν ἡμᾶς ὁ Κύριος καὶ παρέδωκεν εἰς χεῖρας βαρβάρων, καὶ ἀπήχθη αἰχμάλωτος εἰς τοὺς πολεμίους ὁ λαὸς καὶ παρεδόθη τῇ διασπορᾷ, διότι ταῦτα ἐτόλμων οἱ τὸ ὄνομα τοῦ Χριστοῦ περιφέροντες· εἰ μὴ ἔγνωσαν, μηδὲ συνῆκαν, ὅτι διὰ ταῦτα ἦλθεν ἐφʼ ἡμᾶς ἡ ὀργὴ τοῦ Θεοῦ, τίς ἡμῖν κοινὸς πρὸς τούτους λόγος;4 ἀλλὰ διαμαρτύρεσθαι αὐτοῖς καὶ νυκτὸς καὶ ἡμέρας καὶ δημοσίᾳ καὶ ἰδίᾳ ὀφείλομεν· συναπάγεσθαι δὲ αὐτῶν ταῖς πονηρίαις μὴ καταδεχώμεθα, προσευχόμενοι μάλιστα μὲν κερδῆσαι αὐτοὺς καὶ ἐξελέσθαι τῆς παγίδος τοῦ πονηροῦ· ἐὰν δὲ τοῦτο μὴ δυνηθῶμεν, σπουδάσωμεν τὰς γοῦν ἑαυτῶν ψυχὰς τῆς αἰωνίου κατακρίσεως περισώσασθαι.

しかしながら、法に則って自らと結ばれた妻を離縁して別の女を娶る者は、主の宣告に従って姦通の裁きを受けることになります。私たちの父祖たちによって定められた規則では、そうした者たちは一年のあいだ泣き祈り、二年のあいだ聴き、三年のあいだひれ伏し、七年目には信徒たちと共に立ち会い、このようにして涙をもって悔悛したならば、奉献にあずかる資格を与えられることになっています。 これと同じ規定が、時期を異にしてであろうとも、二人の姉妹を妻として迎える者たちにも適用されねばなりません。 自らの継母たちに邪淫の情を燃やす者たちは、自らの姉妹たちに邪淫の情を燃やす者たちと同じ教会法規則に服します。 父祖たちは一夫多妻(重婚)については、獣のようであり人類にとって完全に無縁のものであるとして沈黙を守りました。しかし私たちには、この罪は不品行よりも一段と重いものに見受けられます。ゆえに、そうした者たちを教会法規則に服せしめることは理にかなっています。すなわち、一年のあいだ泣き祈り、三年のあいだひれ伏したのちに受け入れられるべきです。 野蛮人たちの襲撃において、異教の誓いを立て、魔術的偶像のもとで彼らに差し出された不法なものをいくらか口にして神への信仰に背いた多くの者たちがいたため、これらの者たちはすでに私たちの父祖たちによって出された規則に従って指導されるべきです。すなわち、拷問による厳しい苦難に耐え、苦痛に耐えかねて背教へと引きずり込まれた者たちは、三年のあいだ受け入れられず、二年のあいだ聴き、三年のあいだひれ伏したのちに交わりへと受け入れられるべきです。これに対し、大きな余儀なさもないのに神への信仰を裏切り、悪霊の食卓に与り、ギリシア的(異教の)誓いを立てた者たちは、三年のあいだ追放され、何年かのあいだ聴き、何年かのあいだひれ伏しつつ祈り、さらに別の三年のあいだ祈りのために信徒たちと共に立ち会ったのちに、善なるものの交わりに受け入れられるべきです。 偽誓をした者たちについても、もし暴力や余儀なさから誓約を破ったのであれば、より軽い補贖に服し、ある年数ののちに受け入れられます。しかし、余儀なさもないのに自らの信仰を裏切ったのであれば、二年のあいだ泣き祈り、二年のあいだ聴き、五年のあいだひれ伏しつつ祈り、さらに別の二年のあいだ奉献なしに祈りの交わりに受け入れられ、このようにして最後に、すなわち注目に値する悔悛を示したのち、キリストの体の交わりへと復帰させられるでしょう。 占いを業とし異邦人の習慣に従う者たち、あるいは魔術の発見や清めのために誰かを自らの家に引き入れる者たちは、六年の教会法規則に服しなさい。一年のあいだ泣き祈り、一年のあいだ聴き、三年のあいだひれ伏し、一年のあいだ信徒たちと共に立ち会い、このようにして受け入れられなさい。 私たちがこれらすべてを書き記すのは、悔悛の実が試されるようにするためです。私たちはこのようなことをただ時間によってのみ裁くのではなく、悔悛のあり方に意を注ぐからです。もし彼らが自らの悪習から容易に離れがたく、主よりも肉の情欲に仕えることを望み、福音に従った生活を受け入れないならば、私たちと彼らとの間には交わすべき言葉は何一つありません。私たちは不従順で反抗的な民の中で、「自らの命を何としても救い出せ」と聞くよう教えられているからです。それゆえ、私たちはこのような者たちと共に滅びることを認めてはなりません。重い裁きを恐れ、主の恐るべき応報の日を目の前に置いて、他人の罪によって共に滅びることを望んではならないのです。もし主の恐るべき事績が私たちを懲らしめず、またこれほどの大打撃も、私たちが不法のために主に見捨てられて野蛮人の手に引き渡され、民が敵のもとに捕囚として連れ去られ散らされるに至ったのは、キリストの御名を帯びる者たちがこのような悪事を敢えて行ったからであるという自覚へと私たちを導かなかったとすれば――これらによって神の怒りが私たちに臨んだことを彼らが知らず悟りもしなかったとするならば、この者たちに対して私たちに何の共通の言葉があるでしょうか。私たちは昼も夜も、公にも私的にも彼らに厳しく証ししなければなりません。しかし彼らの悪行に引きずられることには決して同意せず、第一には彼らを救い勝ち取り悪しき者の罠から救出することを祈り、もしそれがかなわぬなら、少なくとも私たち自身の魂を永遠の断罪から救い守るよう努めましょう。

構文注4 件
  1. 217κεκανόνισται δὲ παρὰ τῶν πατέρων ἡμῶν τοὺς τοιούτους ἐνιαυτὸν προσκλαίειν

    完了受動態の非人称動詞 κεκανόνισται(定められている)が、対格不定詞構文(τοὺς τοιούτους+不定詞群 προσκλαίειν, ἐπακροᾶσθαι, ὑποπίπτειν, συνίστασθαι, καταξιοῦσθαι)を主語(真主語)として取っている構文。文末の条件節 ἐὰν μετὰ δακρύων μετανοήσωσιν はこれら一連の不定詞のうち特に最後の聖餐復帰(καταξιοῦσθαι)にかかる。

  2. 217ἐκβάλλεσθαι μὲν ἐν γʼ ἔτεσι, καὶ ἐν ἀκροᾶσθαι· ἐν ὑποπτώσει δὲ εὐξαμένους ἐν ἔτεσι, καὶ ἐν ἄλλοις γʼ συστάντας

    伝承写本において καὶ ἐν ἀκροᾶσθαι および εὐξαμένους ἐν ἔτεσι の前置詞 ἐν の後に年数を示す数字(あるいは数詞)が脱落(lacuna)している。構文としては先行する οἱ δὲ ... προδόντες に対する叙述として命令的・規範的不定詞(ἐκβάλλεσθαι, ἀκροᾶσθαι, εἶναι)が連続し、εὐξαμένους および συστάντας は対格不定詞句の意味上の主語として対格男性複数で一致している。

  3. 217Σώζων σῶζε τὴν σεαυτοῦ ψυχήν

    創世記19:17の七十人訳聖書(LXX)からの直接引用。ヘブライ語の絶対不定詞を用いた動詞強調表現(הִמָּלֵט עַל־נַפְשֶׁךָ)を、ギリシア語で同語幹の現在分詞主格(σῴζων)+命令法現在(σῷζε)によって直訳的に模倣・再現した定型句。

  4. 217εἰ γὰρ μὴ ἐπαίδευσεν ἡμᾶς τὰ φοβερὰ τοῦ Κυρίου, μηδὲ αἱ τηλικαῦται πληγαὶ εἰς αἴσθησιν ἡμᾶς ἤγαγον... εἰ μὴ ἔγνωσαν, μηδὲ συνῆκαν... τίς ἡμῖν κοινὸς πρὸς τούτους λόγος;

    長大な条件文の骨格。主節は反語的修辞疑問文 τίς ἡμῖν κοινὸς πρὸς τούτους λόγος;(この者たちに対して私たちに何の共通の言葉があろうか、いや何もない)であり、これに過去の事実を仮定する二組の条件節(1. εἰ μὴ ἐπαίδευσεν... μηδὲ ... ἤγαγον, 2. εἰ μὴ ἔγνωσαν, μηδὲ συνῆκαν)が並列して先行する。ὅτι 以下の名詞節群(διὰ τὴν ἀνομίαν...)は αἴσθησιν および ἔγνωσαν / συνῆκαν の内容を説明している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:217#3