← カイサリアのバシレイオス

書簡集

§189#2

三位一体の告白への非難と聖書による裁定

著者は、三つの自立存在と一つの神性を告白する立場への敵たちの非難を挙げ、両者の慣行の対立を裁く基準として聖書を据え、さらに敵たちの真の狙いが聖霊を神性から排除することにあると指摘して弁明の開始を告げる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§189#2

Τί οὖν; ἆρα μετὰ τοσαύτας ἐγχειρήσεις ἀποκαμόντες ἡσύχασαν; οὐκ ἔστι ταῦτα. ἀλλὰ καινοτομίαν ἡμῖν προφέρουσιν, οὑτωσὶ τὸ ἔγκλημα καθʼ ἡμῶν συντιθέντες τρεῖς ὑποστάσεις ὁμολογούντων·1 μίαν ἀγαθότητα, καὶ μίαν δύναμιν, καὶ μίαν θεότητα λέγειν ἡμᾶς αἰτιῶνται. καὶ οὐκ ἔξω τοῦτό φασι τῆς ἀληθείας· λέγομεν γάρ. ἀλλʼ ἐγκαλοῦντες τοῦτο προφέρουσιν, ὅτι ἡ συνήθεια αὐτῶν τοῦτο οὐκ ἔχει, καὶ ἡ Γραφὴ οὐ συντίθεται. τί οὖν καὶ πρὸς τοῦτο ἡμεῖς; οὐ νομίζομεν δίκαιον εἶναι2 τὴν παρʼ αὐτοῖς ἐπικρατοῦσαν συνήθειαν νόμον καὶ κανόνα τοῦ ὀρθοῦ ποιεῖσθαι λόγου. εἰ γὰρ ἰσχυρόν ἐστιν εἰς ἀπόδειξιν ὀρθότητος ἡ συνήθεια, ἔξεστι καὶ ἡμῖν πάντως ἀντιπροβάλλεσθαι τὴν παρʼ ἡμῖν ἐπικρατοῦσαν συνήθειαν. εἰ δὲ παραγράφονται ταύτην ἐκεῖνοι, οὐδὲ ἡμῖν πάντως ἀκολουθητέον ἐκείνοις. οὐκοῦν ἡ θεόπνευστος ἡμῖν διαιτησάτω Γραφή, καὶ παρʼ οἷς ἂν εὑρεθῇ τὰ δόγματα συνῳδὰ τοῖς θείοις λόγοις, ἐπὶ τούτους ἥξει πάντως τῆς ἀληθείας ἡ ψῆφος. τί οὖν ἐστι τὸ ἔγκλημα; δύο γὰρ κατὰ ταὐτὸν ἐν τῇ κατηγορίᾳ τῇ καθʼ ἡμῶν προενήνεκται· ἓν μὲν τὸ διαιρεῖν τὰς ὑποστάσεις· ἕτερον δὲ τὸ μηκέτι μηδὲν τῶν θεαπρεπῶν ὀνομάτων πληθυντικῶς ἀριθμεῖν, ἀλλὰ μίαν, καθὼς προείρηται, τὴν ἀγαθότητα καὶ τὴν δύναμιν καὶ τὴν θεότητα, καὶ πάντα τὰ τοιαῦτα μοναδικῶς ἐξαγγέλλειν. πρὸς μὲν οὖν τὴν διαίρεσιν τῶν ὑποστάσεων οὐκ ἂν ἔχοιεν ἀλλοτρίως3 οἱ τὴν ἑτερότητα τῶν οὐσιῶν ἐπὶ τῆς θείας δογματίζοντες φύσεως. οὐ γὰρ εἰκός ἐστι τοὺς τρεῖς λέγοντας οὐσίας μὴ καὶ τρεῖς ὑποστάσεις λέγειν. οὐκοῦν τοῦτο μόνον ἐστὶν ἐν ἐγκλήματι, τὸ τὰ ἐπιλεγόμενα τῇ θείᾳ φύσει ὀνόματα μοναδικῶς καταγγέλλειν. Ἀλλʼ ἕτοιμος ἡμῖν πρὸς τοῦτο καὶ σαφὴς ὁ λόγος. ὁ γὰρ καταγινώσκων τῶν μίαν λεγόντων θεότητα ἐξ ἀνάγκης τῷ πολλὰς λέγοντι, ἢ τῷ μηδεμίαν, συνθήσεται. οὐ γάρ ἐστι δυνατὸν ἕτερόν τι παρὰ τὸ εἰρημένον ἐπινοῆσαι. ἀλλʼ οὔτε πολλὰς λέγειν ἡ θεόπνευστος συγχωρεῖ διδασκαλία, εἴπου καὶ μέμνηται, μοναχῶς τῆς θεότητος μνημονεύουσα, ὅτι Ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος· καὶ ἑτέρωθι· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης. εἰ οὖν εἰς πλῆθος ἐκτείνειν τὸν ἀριθμὸν τῶν θεοτήτων μόνον τῶν τὴν πολύθεον πλάνην νενοσηκότων ἐστί, τὸ δὲ καθόλου ἀρνεῖσθαι τὴν θεότητα τῶν ἀθέων ἂν εἴη, τίς λόγος ἐστὶν ὁ διαβάλλων ἡμᾶς ἐπὶ τῷ μίαν ὁμολογεῖν τὴν θεότητα; ἀλλʼ ἐκκαλύπτουσι φανερώτερον τὸν τοῦ λόγου σκοπόν· ἐπὶ μὲν τοῦ Πατρὸς καταδέχεσθαι τὸν Θεὸν εἶναι, καὶ τὸν Υἱὸν ὡσαύτως τιμᾶσθαι τῷ τῆς θεότητος ὀνόματι συντιθέμενοι, τὸ δὲ Πνεῦμα Πατρὶ καὶ Υἱῷ συναριθμούμενον, μηκέτι καὶ τῇ τῆς θεότητος ἐννοίᾳ συμπαραλαμβάνεσθαι, ἀλλʼ ἐκ Πατρὸς μέχρι τοῦ Υἱοῦ ἱσταμένην τὴν τῆς θεότητος δύναμιν, ἀποκρίνειν τῆς θεϊκῆς δόξης τὴν φύσιν τοῦ Πνεύματος. οὐκοῦν ἀπολογητέον καὶ ἡμῖν, ὡς ἂν οἷοί τε ὦμεν, διὰ βραχέων καὶ πρὸς ταύτην τὴν ἔννοιαν.

ではどうでしょうか。彼らはこれほど多くの試みののちに疲れ果てて静まったのでしょうか。決してそうではありません。むしろ彼らは私どもに新奇な改変を非難として持ち出し、三つの自立存在(ヒュポスタシス)を告白する私どもに対する非難をこのように組み立てています。すなわち、私どもが一つの善性、一つの力、一つの神性を語っていると告発するのです。そして彼らがこのことを言うのは、真実から外れてはいません。なぜなら私どもは実際にそう語っているからです。しかし彼らは非難を浴びせつつ、彼らの側の慣行にはこのような教えがなく、聖書もこれに同意していないという理由を持ち出すのです。では、これに対して私どもは何と答えるべきでしょうか。私どもは、彼らの間で支配的な慣行を、正しき教えの法ならびに規範とみなすのは正当ではないと考えます。もし慣行が正しさの証明において効力を持つとするならば、私どもの間で支配的な慣行を反対に前面へ掲げることもまた、私どもにとって完全に許されているはずです。しかし、もし彼らが私どもの慣行を退けるならば、私どもも決して彼らに従う義務はありません。したがって、神感を受けた聖書に私どもの仲裁をさせましょう。そして、その教義が神の言葉と調和していると見出される人々の側へと、真理の票決は必ずやもたらされるでしょう。では、非難の本質は何なのでしょうか。私どもに対する告発においては、二つの事柄が同時に持ち出されています。一つは自立存在を区別することであり、もう一つは、神にふさわしい名辞のいずれをももはや複数的に数えることなく、すでに述べられたように、善性と力と神性を一つであるとし、そしてその種のすべてのものを単一のものとして告げ知らせることです。さて、自立存在の区別に対しては、神の本性に関して諸実体の異質性を教義とする者たちが反感を抱くはずはありません。なぜなら、三つの実体を語る者たちが三つの自立存在をも語らないということはありそうにないからです。したがって、非難の対象となっているのは、神の本性に付与される名辞を単一のものとして告知すること、この点のみなのです。 しかし、これに対して私どもの側には用意された明快な論理があります。なぜなら、一つの神性を語る者を非難する者は、必然的に多くの神性を語る者、あるいは神性を全く認めない者に同意することになるからです。すでに述べられたことのほかに別の事柄を思い描くことは不可能だからです。しかし神感を受けた教えは、多くの神性を語ることを決して許さず、言及する箇所があるとしても、「彼のうちに神性の満ち満ちたものがすべて宿っている」とあるように、また別の箇所で「なぜなら、世界の創造以来、その目に見えないもの、すなわちその永遠の力と神性とは、被造物によって悟られ、認められる」とあるように、神性を単一のものとして言及しています。それゆえ、神性の数を多数へと拡張することが多神教の惑わしに病んでいる者たちだけに特有のことであり、神性を全般的に否定することが無神論者たちに属することであるならば、私どもが一つの神性を告白していることに対して私どもを中傷する論拠がどうして成り立ち得ましょうか。しかし彼らは、自らの議論の狙いをより明白に露わにしています。すなわち、父については神であることを受け入れ、子についても同様に神性の名によって敬われるべきことには同意しながらも、父および子とともに数えられる御霊については、もはや神性の概念の中に包摂せず、神性の力は父から子に至るまでに留まるものとし、御霊の本性を神的な栄光から切り離すという狙いです。したがって私どもとしても、力の及ぶかぎり簡潔に、この見解に対しても弁明を行わなければなりません。

構文注3 件
  1. 189οὑτωσὶ τὸ ἔγκλημα καθʼ ἡμῶν συντιθέντες τρεῖς ὑποστάσεις ὁμολογούντων

    分詞 ὁμολογούντων(属格男性複数)は、前置詞句 καθʼ ἡμῶν に含まれる代名詞 ἡμῶν と意味上一致する属格構文である(構文上の代名詞属格に係る修飾的分詞)。「三つの自立存在(ヒュポスタシス)を告白する私どもに対して」と解される。

  2. 189ἀλλʼ ἐκκαλύπτουσι φανερώτερον τὸν τοῦ λόγου σκοπόν· ἐπὶ μὲν τοῦ Πατρὸς καταδέχεσθαι τὸν Θεὸν εἶναι...

    コロン以下の諸不定詞(καταδέχεσθαι, συμπαραλαμβάνεσθαι, ἀποκρίνειν)は、先行する名詞 τὸν τοῦ λόγου σκοπόν(議論の狙い・意図)の内容を具体的に展開する同格的・説明的不定詞(epexegetical infinitives)。主節の主語(相手方)の主張内容を列挙している。

  3. 189πρὸς μὲν οὖν τὴν διαίρεσιν τῶν ὑποστάσεων οὐκ ἂν ἔχοιεν ἀλλοτρίως

    οὐκ ἂν ἔχοιεν は ἄν を伴う希求法現在(潜在・推量)。ἔχω +副詞(ἀλλοτρίως)は「〜に対してよそよそしく/敵対的な態度を取る」を表す慣用表現で、否定辞 οὐ と合わさり「反感を抱くはずはない」「嫌悪を示すことはないだろう」という意味をなす。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:189#2