- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:135
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
バシレイオスはアンティオキアの長老ディオドロスから送られた二つの書物を評し、簡潔で論理が明晰な第二の書物を称賛する一方、修辞的装飾や人物批判が過剰な第一の書物に改善の助言を与え、書写のために第二の書物を手元に残している旨を伝える。
Διοδώρῳ, πρεσβυτέρῳ Ἀντιοχείας Ἐνέτυχον τοῖς ἀποσταλεῖσι βιβλίοις παρὰ τῆς τιμιότητός σου. καὶ τῷ μὲν δευτέρῳ ὑπερήσθην, οὐ διὰ τὴν βραχύτητα μόνον, ὡς εἰκὸς ἦν τὸν ἀργῶς πρὸς πάντα καὶ ἀσθενῶς λοιπὸν διακείμενον, ἀλλʼ ὅτι πυκνόν τε ἅμα ἐστὶ ταῖς ἐννοίαις, καὶ εὐκρινῶς ἐν αὐτῷ ἔχουσιν αἵ τε ἀντιθέσεις τῶν ὑπεναντίων καὶ αἱ πρὸς αὐτὰς ἀπαντήσεις· καὶ τὸ τῆς λέξεως ἁπλοῦν τε καὶ ἀκατάσκευον πρέπον ἔδοξέ μοι εἶναι προθέσει Χριστιανοῦ, οὐ πρὸς ἐπίδειξιν μᾶλλον ἢ κοινὴν ὠφέλειαν συγγράφοντος. τὸ δὲ πρότερον, τὴν μὲν δύναμιν ἔχον τὴν αὐτὴν ἐν τοῖς πράγμασι, λέξει δὲ πολυτελεστέρᾳ καὶ σχήμασι ποικίλοις καὶ διαλογικαῖς χάρισι κεκομψευμένον, πολλοῦ μοι ἐφάνη καὶ χρόνου πρὸς τὸ ἐπελθεῖν καὶ πόνου διανοίας πρὸς τὸ καὶ συλλέξαι τὰς ἐννοίας καὶ παρακατασχεῖν αὐτὰς τῇ μνήμῃ δεόμενον.1 αἱ γὰρ ἐν τῷ μεταξὺ παρεμβαλλόμεναι διαβολαὶ τῶν ὑπεναντίων καὶ συστάσεις τῶν ἡμετέρων, εἰ καὶ γλυκύτητάς τινας ἐπεισάγειν δοκοῦσι διαλεκτικὰς τῷ συγγράμματι, ἀλλʼ οὖν τῷ σχολὴν καὶ διατριβὴν ἐμποιεῖν διασπῶσι μὲν τὸ συνεχὲς τῆς ἐννοίας καὶ τοῦ ἐναγωνίου λόγου τὸν τόνον ὑποχαυνοῦσιν. Ἐκεῖνο γὰρ πάντως συνεῖδέ σου ἡ ἀγχίνοια, ὅτι καὶ τῶν ἔξωθεν φιλοσόφων οἱ τοὺς διαλόγους συγγράψαντες, Ἀριστοτέλης μὲν καὶ Θεόφραστος, εὐθὺς αὐτῶν ἥψαντο τῶν πραγμάτων, διὰ τὸ συνειδέναι ἑαυτοῖς τῶν Πλατωνικῶν χαρίτων τὴν ἔνδειαν. Πλάτων δὲ τῇ ἐξουσίᾳ τοῦ λόγου ὁμοῦ μὲν τοῖς δόγμασι μάχεται, ὁμοῦ δὲ καὶ παρακωμῳδεῖ τὰ πρόσωπα, Θρασυμάχου μὲν τὸ θρασὺ καὶ ἰταμὸν διαβάλλων, Ἱππίου δὲ τὸ κοῦφον τῆς διανοίας καὶ χαῦνον, καὶ Πρωταγόρου τὸ ἀλαζονικὸν καὶ ὑπέρογκον. ὅπου δὲ ἀόριστα πρόσωπα ἐπεισάγει τοῖς διαλόγοις, τῆς μὲν εὐκρινείας ἕνεκεν τῶν πραγμάτων κέχρηται τοῖς προσδιαλεγομένοις, οὐδὲν δὲ ἕτερον ἐκ τῶν προσώπων ἐπεισκυκλεῖ ταῖς ὑποθέσεσιν· ὅπερ ἐποίησεν ἐν τοῖς Νόμοις. Δεῖ οὖν καὶ ἡμᾶς τοὺς οὐ κατὰ φιλοτιμίαν ἐρχομένους ἐπὶ τὸ γράφειν, ἀλλʼ ὑποθήκας καταλιμπάνειν ὠφελίμων λόγων τῇ ἀδελφότητι προελομένους, ἐὰν μέν τι πᾶσι προκεκηρυγμένον ἐπὶ αὐθαδείᾳ τρόπου πρόσωπον ὑποβαλλώμεθα, τινὰ καὶ ἀπὸ προσώπου ποιότητος παραπλέκειν τῷ λόγῳ, εἴπερ ὅλως ἐπιβάλλει ἡμῖν διαβάλλειν ἀνθρώπους, τῶν πραγμάτων ἀφεμένους.2 ἐὰν δὲ ἀόριστον ᾖ τὸ διαλεγόμενον, αἱ πρὸς τὰ πρόσωπα διαστάσεις τὴν μὲν συνάφειαν διακόπτουσι, πρὸς οὐδὲν δὲ πέρας χρήσιμον ἀπαντῶσι. Ταῦτα εἶπον ἵνα δειχθῇ, ὅτι οὐκ εἰς κόλακος χεῖρας ἀπέστειλάς σου τοὺς πόνους, ἀλλὰ ἀδελφῷ τῷ γνησιωτάτῳ ἐκοινώνησας τῶν καμάτων. εἶπον δὲ οὐ πρὸς ἐπανόρθωσιν τῶν γεγραμμένων, ἀλλὰ πρὸς φυλακὴν τῶν μελλόντων. πάντως γὰρ ὁ τοσαύτῃ περὶ τὸ γράφειν ἕξει καὶ σπουδῇ κεχρημένος οὐκ ἀποκνήσει γράφων· ἐπειδὴ οὐδὲ οἱ τὰς ὑποθέσεις παρέχοντες ἀπολήγουσιν. ἡμῖν δὲ ἀρκέσει μὲν ἀναγινώσκειν τὰ ὑμέτερα· τοῦ δὲ δύνασθαι γράφειν τι τοσοῦτον ἀποδέομεν, ὅσον μικροῦ δέω λέγειν, καὶ τοῦ ὑγιαίνειν,3 ἢ καὶ τοῦ μετρίαν σχολὴν ἄγειν ἀπὸ τῶν πραγμάτων. Ἀπέστειλα δὲ νῦν διὰ τοῦ ἀναγνώστου τὸ μεῖζον καὶ πρότερον, ἐπελθὼν αὐτὸ ὡς ἐμοὶ δυνατόν. τὸ δὲ δεύτερον παρακατέσχον, βουλόμενος αὐτὸ μεταγράψαι, καὶ μὴ εὐπορῶν τέως τινὸς τῶν εἰς τάχος γραφόντων. μέχρι γὰρ τοσαύτης ἦλθε πενίας τὰ ἐπίφθονα Καππαδοκῶν.
アンティオキアの長老ディオドロスへ 私はあなたの尊厳から送られた書物を通読いたしました。そして第二の書物にはこの上なく喜びました。あらゆることに対してすでに無気力で衰弱している者にとって当然であるように、ただその短さのゆえだけではなく、思想が凝縮されており、反対者たちの異論とそれらに対する回答がその中で明晰に整えられているからです。また、その簡素で飾り気のない表現のあり方も、誇示のためではなくむしろ共通の益のために執筆するキリスト者の意図にふさわしいものと思われました。他方、第一の書物は、事柄そのものにおいては同一の力を持ちつつも、より贅沢な言葉遣いや多彩な修辞的表現、対話の妙によって華麗に仕立てられているため、私には、それを読破するのにも多くの時間を要し、また思想を把握して記憶に留めるのにも大いなる知力の労苦を必要とするように思われました。合間に挿入された反対者たちへの論難や味方の弁護は、著作に対話の技巧的なある種の甘美さを導入するように見えるとしても、遅滞と時間の浪費を生じさせることによって、思想の連続性を断ち切り、論戦の言葉の張り詰めた調子を緩めてしまうからです。 あなたの明敏さはまさにこの点を見抜いておられたはずです。すなわち、外の哲学者たちのうちでも対話篇を書いた者たち、アリストテレスやテオプラストスは、自らにプラトンの魅力が欠けていることを自覚していたがゆえに、直ちに事柄そのものに取り組んだということです。しかしプラトンは、言論の卓越した能力によって、教説と戦うと同時にその人物たちをも滑稽に描き出し、トラシュマコスの傲慢と無鉄砲さを暴き、ヒッピアスの思慮の軽薄と浮薄さを、またプロタゴラスの高慢と大仰さを非難しています。けれども、対話篇に不特定の人物を導入する場合には、事柄の明晰さのためにのみ対話相手を用い、登場人物に由来する他の何ものをも主題に持ち込みません。これこそ彼が『法律』において行ったことです。 したがって、名誉欲によって執筆へと向かうのではなく、兄弟団のために有益な言論の訓戒を残すことを選んだ私たちも、もし万人にその尊大な性格が周知されている特定の人物を仮構するならば、言葉の中にその人物の性質に由来する何らかの要素をも織り込むべきでしょう――もしそもそも、事柄そのものを放っておいて人間を誹謗することが私たちにふさわしいのだとすればの話ですが。しかし、対話している者が不特定のものであるなら、人物に向けられた非難は、論理の結合を断ち切るばかりで、何ら有益な結末をもたらしません。 私がこれらのことを申し上げたのは、あなたがご自身の労作をおもねる者の手に送られたのではなく、最も真実な兄弟と労苦を分かち合われたのだと示すためです。また、すでに書かれたものの訂正のためではなく、将来書かれるものの用心のために申し上げました。なぜなら、執筆に関してこれほどの習熟と熱意を保っておられる方が、書くことを躊躇うはずがないからです。論題を提供する者たちも決して尽きることがないのですから。私たちにとっては、あなたがたの書かれたものを読むことで十分でしょう。何かを書く能力からは、ほとんどこう言ってもよいほどですが、健康であることからも、あるいはまた諸事から適度な閑暇を得ることからも隔たっているのと同じくらい、私たちは遠く隔たっているのです。 さて、より大部である第一の書物は、私に可能な限り目を通した上で、読経者を通じて返送いたしました。しかし第二の書物は、これを筆写したいと望みながらも、今のところ速記者を手配することができないため、手元に留め置きました。というのも、かつて羨望の的であったカッパドキアの富も、今やそれほどの貧困へと至ってしまったからです。
- 135τὸ δὲ πρότερον, τὴν μὲν δύναμιν ἔχον τὴν αὐτὴν ἐν τοῖς πράγμασι, λέξει δὲ πολυτελεστέρᾳ καὶ σχήμασι ποικίλοις καὶ διαλογικαῖς χάρισι κεκομψευμένον, πολλοῦ μοι ἐφάνη καὶ χρόνου πρὸς τὸ ἐπελθεῖν καὶ πόνου διανοίας πρὸς τὸ καὶ συλλέξαι τὰς ἐννοίας καὶ παρακατασχεῖν αὐτὰς τῇ μνήμῃ δεόμενον.
主文の骨格は「τὸ δὲ πρότερον ... ἐφάνη ... δεόμενον」(第一の書物は〜を必要としているように見えた)である。主語 τὸ πρότερον と動詞 ἐφάνη、補語となる中性主格単数分詞 δεόμενον のあいだに、譲歩・様態を表す分詞句(τὴν μὲν δύναμιν ἔχον... κεκομψευμένον)が挿入されている。さらに δεόμενον は属格(χρόνου および πόνου)を支配し、それぞれに目的を表す動名詞的不定詞句(πρὸς τὸ ἐπελθεῖν, πρὸς τὸ ... συλλέξαι ... καὶ παρακατασχεῖν)が付加されている。
- 135εἴπερ ὅλως ἐπιβάλλει ἡμῖν διαβάλλειν ἀνθρώπους, τῶν πραγμάτων ἀφεμένους.
非人称的に用いられた動詞 ἐπιβάλλει(「〜に義務がある、〜にふさわしい」)に与格 ἡμῖν と不定詞 διαβάλλειν が後続している。分詞 ἀφεμένους(「〜を放っておいて」)は、与格 ἡμῖν ではなく不定詞 διαβάλλειν の意味上の主語(対格 ἡμᾶς の想定)に呼応して対格男性複数となっている点に注意。
- 135τοῦ δὲ δύνασθαι γράφειν τι τοσοῦτον ἀποδέομεν, ὅσον μικροῦ δέω λέγειν, καὶ τοῦ ὑγιαίνειν
動詞 ἀποδέομεν は「〜に及ばない、〜から遠く隔たっている」を意味し、属格(ここでは冠詞付き不定詞 τοῦ δύνασθαι および τοῦ ὑγιαίνειν)を支配する。構文的には「τοσοῦτον ἀποδέομεν [τοῦ δύνασθαι] ὅσον ... [ἀποδέομεν] τοῦ ὑγιαίνειν」(健康であることから及ばないのと同じくらい、書く能力からも及ばない)という相関比較構造をなす。「μικροῦ δέω λέγειν」は「ほとんど〜と言ってもよいほど」を表す慣用的な挿入句。
